Dio Chrysostom Orationes
EN Lat Orig
(1)περὶ ΒΑΣΙΛΕΙΑΣ α. (2)περὶ ΒΑΣΙΛΕΙΑΣ β. (3)περὶ ΒΑΣΙΛΕΙΑΣ γ. (4)περὶ ΒΑΣΙΛΕΙΑΣ δ. Oration 5: A Libyan Myth (6)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΤΥΡΑΝΝΙΔΟΣ (13)ΕΥΒΟΙΚΟΣ ἢ ΚΥΝΗΓΟΣ. (7)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΑΡΕΤΗΣ. (8)ΔΙΟΓΕΝΗΣ ἢ ΙΣΘΜΙΚΟΣ. (9)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΟΙΚΕΤΩΝ. (10)ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ. (11)Ὀλυμπικὸς ἢ περὶ τῆς πρώτης τοῦ θεοῦ ἐννοίας (12)ἐν ΑΘΗΝΑΙΣ περὶ ΦΥΓΗΣ. Oration 69: On Fondness for Listening Oration 70: On Retirement Oration 71: On Beauty Oration 72: On Peace and War Oration 73: That the Wise Man Is Happy Oration 74: On Happiness Oration 75: On the Daemon Oration 76: On Deliberation Oration 77: On Conversation at Banquets Oration 79: Melancomas II Oration 78: Melancomas I Oration 80: Charidemus Oration 14: The Rhodian Oration (15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ. Oration 16: 1st Tarsic Discourse Oration 17: 2nd Tarsic Discourse (35)ἐν ΚΕΛΑΙΝΑΙΣ τῆς ΦΡΥΓΙΑΣ. Oration 19: The Borysthenitic Discourse Oration 20: The Corinthian Oration Oration 21: To the Nicomedians on Concord with the Nicaeans Oration 22: On Concord in Nicaea Oration 23: On Concord with the Apameans Oration 24: To the Apameans on Concord Oration 25: A Discourse in His Homeland Oration 26: A Political Address in His Homeland Oration 27: A Complimentary Address to His Homeland Oration 28: An Account of His Relations with His Homeland Oration 29: Before Philosophising in His Homeland Oration 30: A Public Address in His Homeland Oration 31: A Political Address in the Assembly Oration 32: Renunciation of Office before the Council Oration 33: On Public Works before the Council Oration 34: To Diodorus Oration 35: On Aeschylus, Sophocles, and Euripides Oration 36: On Homer Oration 37: On Socrates Oration 38: On Homer and Socrates Oration 39: Agamemnon, or On Kingship Oration 40: Nestor Oration 41: Achilles Oration 42: Philoctetes Oration 43: Nessus, or Deianira Oration 44: Chryseis Oration 45: On Kingship and Tyranny Oration 46: On Fortune I Oration 47: On Fortune II Oration 48: On Fortune III Oration 49: On Reputation I Oration 50: On Reputation II Oration 51: On Reputation III Oration 52: On Virtue Oration 53: On Philosophy Oration 54: On the Philosopher Oration 55: On Personal Appearance Oration 56: On Trust Oration 57: On Distrust Oration 58: On Law Oration 59: On Custom Oration 60: On Envy Oration 62: On Wealth Oration 63: To the Cilicians on Freedom Oration 64: On Slavery and Freedom I Oration 65: On Slavery and Freedom II Oration 66: On Grief Oration 67: On Greed Oration 68: On the Practice of Oratory
Oration 68: On the Practice of Oratory
§1 Πολλάκις ἐπαινέσας τὸν σὸν τρόπον ὡς ἀνδρὸς ἀγαθοῦ καὶ ἀξίου πρωτεύειν ἐν τοῖς ἀρίστοις, οὐδέποτε πρότερον ἐθαύμασα ὡς νῦν. τὸ γὰρ ἡλικίας τε ἐν τῷ ἀκμαιοτάτῳ ὄντα καὶ δυνάμει οὐδενὸς λειπόμενον καὶ ἄφθονα κεκτημένον, καὶ πάσης ἐξουσίας οὔσης διἡμέρας καὶ νυκτὸς τρυφᾶν, ὅμως ἔτι παιδείας ὀρέγεσθαι καὶ φιλοκαλεῖν περὶ τὴν τῶν λόγων ἐμπειρίαν καὶ μὴ ὀκνεῖν, μηδὲ εἰ πονεῖν δέοι, σφόδρα μοι ἔδοξε γενναίας ψυχῆς καὶ οὐ φιλοτίμου μόνον, ἀλλὰ τῷ ὄντι φιλοσόφου ἔργον εἶναι. καὶ γὰρ τῶν παλαιῶν οἱ ἄριστοι οὐ μόνον ἀκμάζειν μανθάνοντες, ἀλλὰ καὶ γηράσκειν ἔφασκον.
§2 πάνυ δὲ σύ μοι δοκεῖς φρονεῖν, ἡγούμενος πολιτικῷ ἀνδρὶ δεῖν λόγων ἐμπειρίας τε καὶ δυνάμεως. καὶ γὰρ πρὸς τὸ ἀγαπᾶσθαι καὶ πρὸς τὸ ἰσχύειν καὶ πρὸς τὸ τιμᾶσθαι καὶ πρὸς τὸ μὴ καταφρονεῖσθαι πλείστη ἀπὸ τούτου ὠφέλεια. τίνι μὲν γὰρ μᾶλλον ἄνθρωποι δείσαντες θαρροῦσιν λόγῳ; τίνι δὲ ἐξυβρίζοντες καὶ ἐπαιρόμενοι καθαιροῦνται καὶ κολάζονται; τίνι δὲ ἐπιθυμιῶν ἀπέχονται; τίνα δὲ νουθετοῦντα πρᾳότερον φέρουσιν οὗ λόγῳ εὐφραίνονται;
§3 πολλάκις οὖν ἔστιν ἰδεῖν ἐν ταῖς πόλεσιν ἀναλίσκοντας μὲν ἑτέρους καὶ χαριζομένους καὶ ἀναθήμασι κοσμοῦντας, ἐπαινουμένους δὲ τοὺς λέγοντας, ὡς καὶ αὐτῶν ἐκείνων αἰτίους. διὸ καὶ τῶν ποιητῶν οἱ ἀρχαιότατοι καὶ παρὰ θεῶν τὴν ποίησιν λαβόντες οὔτε τοὺς ἰσχυροὺς οὔτε τοὺς καλοὺς ὡς θεοὺς ἔφασαν ὁρᾶσθαι, ἀλλὰ τοὺς λέγοντας. ὅτι μὲν δὴ ταῦτα καὶ συνεώρακας καὶ ἐπιχειρεῖς πράττειν, ἐπαινῶ σε καὶ θαυμάζω.
§4 χάριν δὲ οὐ τὴν τυχοῦσαν οἶδα ὑπὲρ ἐμαυτοῦ, ὅτι με πρὸς τὴν διάνοιαν ταύτην καὶ τὸ ἐγχείρημα χρήσιμον σαυτῷ νενόμικας. μέχρι νῦν μὲν γάρ, ὥσπερ τις ἔφη τῶν παλαιῶν αὑτῷ ἱκανὸς εἶναι μάντις, κἀγὼ ἐξαρκεῖν ᾤμην ἐμαυτῷ περὶ τοὺς λόγους, μόγις καὶ τοῦτο. σὺ δέ με ἐπαίρεις καὶ θαρρεῖν ἀναπείθεις, εἰ ἀνδρὶ καὶ παιδείας ἐπὶ πλεῖστον ἥκοντι καὶ τηλικούτῳ δύναμαι χρήσιμος εἶναι. δυναίμην δἂν τυχόν, ὥσπερ ὁδὸν ἰόντι μάλα ἰσχυρῷ καὶ ἀκμάζοντι παῖς τις πρεσβύτης ἐνίοτε νομεὺς ἐπίτομον δείξας καὶ λεωφόρον, ἣν οὐκ ἔτυχεν εἰδώς.
§5 ἀλλἵνα μὴ πολλὰ πρὸ τοῦ πράγματος, ἤδη οἷς προσέταξας ἐγχειρητέον. μειρακίῳ μὲν οὖν νέῳ ἀνδρὶ τοῦ τε πράττειν ἀποχωρῆσαι χωρῆσαι βουλομένῳ καὶ πρὸς ἀσκήσει γενέσθαι καὶ δύναμιν περιποιήσασθαι ἐναγώνιον ἐτέρων ἔργων τε καὶ πράξεων δεῖ. σὺ δὲ οὔτε ἄπειρος τοῦ ἔργου οὔτε ἀπολιπεῖν τὸ πράττειν δύνασαι οὔτε χρῄζεις δικανικῆς δυνάμεώς τε καὶ δεινότητος, ἀλλὰ τῆς πολιτικῷ ἀνδρὶ πρεπούσης τε ἅμα καὶ ἀρκούσης.
§6 τοῦτο μὲν δὴ πρῶτον ἴσθι, ὅτι οὐ δεῖ σοι πόνου καὶ ταλαιπωρίαςτῷ μὲν γὰρ ἐπὶ πολὺ ἀσκήσαντι ταῦτα ἐπὶ πλεῖστον προάγει, τῷ δὲ ἐπὀλίγον χρησαμένῳ συλλήψει τὴν ψυχὴν καὶ ὀκνηρὰν ποιεῖ προσφέρεσθαι, καθάπερ τοὺς ἀσυνήθεις περὶ σώματος ἄσκησιν εἴ τις κοπώσειε βαρυτέροις γυμνασίοις, ἀσθενεστέρους ἐποίησενἀλλὰ ὥσπερ τοῖς ἀήθεσι τοῦ πονεῖν σώμασιν ἀλείψεως δεῖ μᾶλλον καὶ κινήσεως συμμέτρου γυμνασίας, οὕτω σοὶ περὶ τοὺς λόγους ἐπιμελείας ἐστὶ χρεία μᾶλλον ἡδονῇ μεμιγμένης ἀσκήσεως καὶ πόνου. τῶν μὲν δὴ ποιητῶν συμβουλεύσαιμἄν σοι Μενάνδρῳ τε τῶν κωμικῶν μὴ παρέργως ἐντυγχάνειν καὶ Εὐριπίδῃ τῶν τραγικῶν, καὶ τούτοις μὴ οὕτως, αὐτὸν ἀναγιγνώσκοντα, ἀλλὰ δι᾽ ἑτέρων ἐπισταμένων μάλιστα μὲν καὶ ἡδέως, εἰ δοὖν, ἀλύπως ὑποκρίνασθαι· πλείων γὰρ αἴσθησις ἀπαλλαγέντι τῆς περὶ τὸ ἀναγιγνώσκειν ἀσχολίας.
§7 καὶ μηδεὶς τῶν σοφωτέρων αἰτιάσηταί με ὡς προκρίναντα τῆς ἀρχαίας κωμῳδίας τὴν Μενάνδρου τῶν ἀρχαίων τραγῳδῶν Εὐριπίδην· οὐδὲ γὰρ οἱ ἰατροὶ τὰς πολυτελεστάτας τροφὰς συντάττουσι τοῖς θεραπείας δεομένοις, ἀλλὰ τὰς ὠφελίμους. πολὺ δἂν ἔργον εἴη τὸ λέγειν ὅσα ἀπὸ τούτων χρήσιμα· τε γὰρ τοῦ Μενάνδρου μίμησις ἅπαντος ἤθους καὶ χάριτος πᾶσαν ὑπερβέβληκε τὴν δεινότητα τῶν παλαιῶν κωμικῶν, τε Εὐριπίδου προσήνεια καὶ πιθανότης τοῦ μὲν τραγικοῦ ἀναστήματος καὶ ἀξιώματος τυχὸν οὐκ ἂν τελέως ἐφικνοῖτο, πολιτικῷ δὲ ἀνδρὶ πάνυ ὠφέλιμος, ἔτι δὲ ἤθη καὶ πάθη δεινὸς πληρῶσαι, καὶ γνώμας πρὸς ἅπαντα ὠφελίμους καταμίγνυσι τοῖς ποιήμασιν, ἅτε φιλοσοφίας οὐκ ἄπειρος ὤν.
§8 Ὅμηρος δὲ καὶ πρῶτος καὶ μέσος καὶ ὕστατος παντὶ παιδὶ καὶ ἀνδρὶ καὶ γέροντι, τοσοῦτον ἀφαὑτοῦ διδοὺς ὅσον ἕκαστος δύναται λαβεῖν. μέλη δὲ καὶ ἐλεγεῖα καὶ ἴαμβοι καὶ διθύραμβοι τῷ μὲν σχολὴν ἄγοντι πολλοῦ ἄξια· τῷ δὲ πράττειν τε καὶ ἅμα τὰς πράξεις καὶ τοὺς λόγους αὔξειν διανοουμένῳ
§9 οὐκ ἂν εἴη πρὸς αὐτὰ σχολή. τοῖς δἱστορικοῖς διὰ πολλὰ ἀνάγκη τὸν πολιτικὸν ἄνδρα μετὰ σπουδῆς ἐντυγχάνειν, ὅτι καὶ ἄνευ τῶν λόγων τὸ ἔμπειρον εἶναι πράξεων καὶ εὐτυχιῶν καὶ δυστυχιῶν οὐ κατὰ λόγον μόνον, ἀλλὰ ἐνίοτε καὶ παρὰ λόγον ἀνδράσι τε καὶ πόλεσι συμβαινουσῶν σφόδρα ἀναγκαῖον πολιτικῷ ἀνδρὶ καὶ τὰ κοινὰ πράττειν προαιρουμένῳ. γὰρ πλεῖστα ἑτέροις συμβάντα ἐπιστάμενος ἄριστα οἷς αὐτὸς ἐγχειρεῖ διαπράξεται καὶ ἐκ τῶν ἐνόντων ἀσφαλῶς διάξει καὶ οὔτε εὖ πράττων παρὰ μέτρον ἐπαρθήσεται, δυσπραγίαν τε πᾶσαν οἴσει γενναίως διὰ τὸ μηδἐν οἷς εὖ ἔπραττεν ἀνεννόητος εἶναι τῆς ἐπὶ τὸ ἐναντίον μεταβολῆς.
§10 Ἡροδότῳ μὲν οὖν, εἴ ποτε εὐφροσύνης σοι δεῖ, μετὰ πολλῆς ἡσυχίας ἐντεύξῃ. τὸ γὰρ ἀνειμένον καὶ τὸ γλυκὺ τῆς ἀπαγγελίας ὑπόνοιαν παρέξει μυθῶδες μᾶλλον ἱστορικὸν τὸ σύγγραμμα εἶναι. τῶν δὲ ἄκρων Θουκυδίδης ἐμοὶ δοκεῖ καὶ τῶν δευτέρων Θεόπομπος. καὶ γὰρ ῥητορικόν τι περὶ τὴν ἀπαγγελίαν τῶν λόγων ἔχει, καὶ οὐκ ἀδύνατος οὐδὲ ὀλίγωρος περὶ τὴν ἑρμηνείαν, καὶ τὸ ῥᾴθυμον περὶ τὰς λέξεις οὐχ οὕτω φαῦλον ὥστε σε λυπῆσαι. Ἔφορος δὲ πολλὴν μὲν ἱστορίαν παραδίδωσι, τὸ δὲ ὕπτιον καὶ ἀνειμένον τῆς ἀπαγγελίας σοι οὐκ ἐπιτήδειον.
§11 τῶν γε μὴν ῤητόρων τοὺς ἀρίστους τίς οὐκ ἐπίσταται, Δημοσθένην μὲν δυνάμει τε ἀπαγγελίας καὶ δεινότητι διανοίας καὶ πλήθει λόγων πάντας τοὺς ῥήτορας ὑπερβεβληκότα, Λυσίαν δὲ βραχύτητι καὶ ἁπλότητι καὶ συνεχείᾳ διανοίας καὶ τῷ λεληθέναι τὴν δεινότητα; πλὴν οὐκ ἂν ἐγώ σοι συμβουλεύσαιμι τὰ πολλὰ τούτοις ἐντυγχάνειν, ἀλλὙπερείδῃ τε μᾶλλον καὶ Αἰσχίνῃ. τούτων γὰρ ἁπλούστεραί τε αἱ δυνάμεις καὶ εὐληπτότεραι αἱ κατασκευαὶ καὶ τὸ κάλλος τῶν ὀνομάτων οὐδὲν ἐκείνων λειπόμενον. ἀλλὰ καὶ Λυκούργῳ συμβουλεύσαιμ̓ ἂν ἐντυγχάνειν σοι, ἐλαφροτέρῳ τούτων ὄντι καὶ ἐμφαίνοντί τινα ἐν τοῖς λόγοις ἁπλότητα καὶ γενναιότητα τοῦ τρόπου.
§12 ἐνταῦθα δή φημι δεῖν, κἂν εἴ τις ἐντυχὼν τῇ παραινέσει τῶν πάνυ ἀκριβῶν αἰτιάσεται, μηδὲ τῶν νεωτέρων καὶ ὀλίγον πρὸ ἡμῶν ἀπείρως ἔχειν· λέγω δὲ τῶν περὶ Ἀντίπατρον καὶ Θεόδωρον καὶ Πλουτίωνα καὶ Κόνωνα καὶ τὴν τοιαύτην ὕλην. αἱ γὰρ τούτων δυνάμεις καὶ ταύτῃ ἂν εἶεν· ἡμῖν ὠφέλιμοι, οὐκ ἂν ἐντυγχάνοιμεν αὐτοῖς δεδουλωμένοι τὴν γνώμην, ὥσπερ τοῖς παλαιοῖς. ὑπὸ γὰρ τοῦ δύνασθαί τι τῶν εἰρημένων αἰτιάσασθαι μάλιστα θαρροῦμεν πρὸς τὸ τοῖς αὐτοῖς ἐπιχειρεῖν καὶ ἥδιόν τις παραβάλλει αὑτὸν πείθεται συγκρινόμενος οὐ καταδεέστερος, ἐνίοτε δὲ καὶ βελτίων ἂν φαίνεσθαι.
§13 τρέψομαι δὲ ἤδη ἐπὶ τοὺς Σωκρατικούς, οὓς δὴ ἀναγκαιοτάτους εἶναί φημι παντὶ ἀνδρὶ λόγων ἐφιεμένῳ. ὥσπερ γὰρ οὐδὲν ὄψον ἄνευ ἁλῶν γεύσει κεχαρισμένον, οὕτως λόγων οὐδὲν εἶδος ἔμοιγε δοκεῖ ἀκοῇ προσηνὲς ἂν γενέσθαι χάριτος Σωκρατικῆς ἄμοιρον. τοὺς μὲν δὴ ἄλλους μακρὸν ἂν εἴη ἔργον ἐπαινεῖν καὶ ἐντυγχάνειν αὐτοῖς οὐ τὸ τυχόν.
§14 Ξενοφῶντα δὲ ἔγωγε ἡγοῦμαι ἀνδρὶ πολιτικῷ καὶ μόνον τῶν παλαιῶν ἐξαρκεῖν δύνασθαι· εἴτε ἐν πολέμῳ τις στρατηγῶν εἴτε πόλεως ἀφηγούμενος, εἴτε ἐν δήμῳ λέγων εἴτε ἐν βουλευτηρίῳ, εἴτε καὶ ἐν δικαστηρίῳ μὴ ὡς ῥήτωρ ἐθέλοι μόνον, ἀλλὰ καὶ ὡς πολιτικὸς καὶ βασιλικὸς ἀνὴρ τὰ τῷ τοιούτῳ προσήκοντα ἐν δίκῃ εἰπεῖν· πάντων ἄριστος ἐμοὶ δοκεῖ καὶ λυσιτελέστατος πρὸς ταῦτα πάντα Ξενοφῶν. τά τε γὰρ διανοήματα σαφῆ καὶ ἁπλᾶ καὶ παντὶ ῥᾴδια φαινόμενα, τό τε εἶδος τῆς ἀπαγγελίας προσηνὲς καὶ κεχαρισμένον καὶ πειστικόν, πολλὴν μὲν ἔχον πιθανότητα, πολλὴν δὲ χάριν καὶ ἐπιβολήν, ὥστε μὴ λόγων δεινότητι μόνον, ἀλλὰ καὶ γοητείᾳ ἐοικέναι τὴν δύναμιν.
§15 εἰ γοῦν ἐθελήσειας αὐτοῦ τῇ περὶ τὴν Ἀνάβασιν πραγματείᾳ σφόδρα ἐπιμελῶς ἐντυχεῖν, οὐδένα λόγον εὑρήσεις τῶν ὑπὸ σοῦ λεχθῆναι δυνησομένων, ὃν οὐ διείληπται καὶ κανόνος ἂν τρόπον ὑπόσχοι τῷ πρὸς αὐτὸν ἀπευθῦναι μιμήσασθαι βουλομένῳ. εἴτε γὰρ θαρρῦναι τοὺς σφόδρα καταπεπτωκότας χρήσιμον πολιτικῷ ἀνδρί, καὶ πολλάκις ὡς χρὴ τοῦτο ποιεῖν δείκνυσιν· εἴτε προτρέψαι καὶ παρακαλέσαι, οὐδεὶς Ἑλληνικῆς φωνῆς ἐπαΐων οὐκ ἂν ἐπαρθείη τοῖς προτρεπτικοῖς Ξενοφῶντος λόγοις
§16 (ἐμοὶ γοῦν κινεῖται διάνοια καὶ ἐνίοτε δακρύω μεταξὺ διὰ τοσούτων ἐτῶν τοῖς λόγοις ἐντυγχάνων) εἴτε μέγα φρονοῦσι καὶ ἐπηρμένοις ὁμιλῆσαι φρονίμως καὶ μήτε παθεῖν τι ὑπαὐτῶν δυσχερανάντων μήτε ἀπρεπῶς δουλῶσαι τὴν αὑτοῦ διάνοιαν καὶ τὸ ἐκείνοις κεχαρισμένον ἐκ παντὸς ποιῆσαι, καὶ ταῦτα ἔνεστιν. καὶ ἀπορρήτοις δὲ λόγοις ὡς προσήκει χρήσασθαι καὶ πρὸς στρατηγοὺς ἄνευ πλήθους καὶ πρὸς πλῆθος οὐ κατὰ ταὐτὸ, καὶ βασιλικοῖς τίνα τρόπον διαλεχθῆναι, καὶ ἐξαπατῆσαι ὅπως πολεμίους μὲν ἐπὶ βλάβῃ, φίλους δἐπὶ τῷ συμφέροντι, καὶ μάτην ταραττομένοις ἀλύπως τἀληθὲς καὶ πιστῶς εἰπεῖν, καὶ τὸ μὴ ῥᾳδίως πιστεύειν τοῖς ὑπερέχουσι, καὶ οἷς ἐξαπατῶσιν οἱ ὑπερέχοντες καὶ οἷς καταστρατηγοῦσι καὶ καταστρατηγοῦνται ἄνθρωποι, πάντα ταῦτα ἱκανῶς τὸ σύνταγμα περιέχει.
§17 ἅτε γὰρ οἶμαι μιγνὺς ταῖς πράξεσι τοὺς λόγους, οὐκ ἐξ ἀκοῆς παραλαβὼν οὐδὲ μιμησάμενος, ἀλλαὐτὸς πράξας ἅμα καὶ εἰπών, πιθανωτάτους ἐποίησεν ἐν ἅπασί τε τοῖς συντάγμασι καὶ ἐν τούτῳ μάλιστα, οὗ ἐπιμνησθεὶς ἐτύγχανον. καὶ εὖ ἴσθι, οὐδένα σοι τρόπον μεταμελήσει, ἀλλὰ καὶ ἐν βουλῇ καὶ ἐν δήμῳ ὀρέγοντός σοι χεῖρα αἰσθήσῃ τοῦ ἀνδρός, εἰ αὐτῷ προθύμως καὶ φιλοτίμως ἐντυγχάνοις.
§18 γράφειν μὲν οὖν οὐ συμβουλεύω σοι αὐτῷ ἀλλ σφόδρα ἀραιῶς, ἐπιδιδόναι δὲ μᾶλλον. πρῶτον μὲν γὰρ ὁμοιότερος τῷ λέγοντι ὑπαγορεύων τοῦ γράφοντος· ἔπειτα ἐλάττονι πόνῳ γίγνεται· ἔπειτα πρὸς δύναμιν μὲν ἧττον συλλαμβάνει τοῦ γράφειν, πρὸς ἕξιν δὲ πλεῖον. καὶ γράφειν δὲ οὐ ταῦτά σε ἀξιῶ τὰ σχολικὰ πλάσματα, ἀλλ̓, εἴπερ ἄρα, τινὰ τῶν λόγων, οἷς ἂν ἡσθῇς ἐντυγχάνων, μάλιστα τῶν Ξενοφωντείων, ἀντιλέγοντα τοῖς εἰρημένοις τὰ αὐτὰ ἕτερον τρόπον ὑποβάλλοντα.
§19 καὶ ἀναλαμβάνειν μέντοι, εἴ σοι ῥᾴδιον μεμνῆσθαι, τὰ ἐκείνων ἄμεινον. τῷ τε γὰρ τρόπῳ τῆς ἀπαγγελίας καὶ τῇ ἀκριβείᾳ τῶν διανοημάτων πάνυ συνήθεις ποιεῖ. λέγω δὲ οὐχ ἵνα σύνταγμά τι ὅλον, ὥσπερ οἱ παῖδες, εἴρων συνάπτῃς, ἀλλἵνα, εἴ τί σοι σφόδρα ἀρέσειε, τοῦτο κατάσχῃς. πλείονα περὶ τούτου μειρακίῳ ἂν ἔγραψα, σοὶ δὲ ἀρκεῖ τοσαῦτα. καὶ γὰρ εἰ ἐλάχιστα ἀναλάβοις, πολὺ ὀνήσει· καὶ εἰ δυσκόλως ἔχοις καὶ μετὰ ὀδύνης πράττοις, οὐκ ἐξ ἅπαντος ἀναγκαῖον.
§20 ἀλλὰ ἔοικα μὲν πάνυ μηκῦναι τὴν συμβουλίαν· σὺ δὲ αἴτιος ἀναπείσας καὶ προκαλεσάμενος· ὥσπερ οἱ ἐν πάλῃ ὑπερέχοντες τοῖς ἀσθενεστέροις ὑπείκοντες ἐνίοτε ἐποίησαν αὐτοὺς πείθεσθαι ἰσχυροτέρους εἶναι· καὶ σὺ ἔοικας, κρεῖττον τυγχάνεις εἰδώς, ἐμὲ προτρέψαι ὡς ἔλαττον ἐπισταμένῳ γράψαι. βουλοίμην δἄν, εἴ σοι κεχαρισμένον εἴη, καὶ ἐν τῷ αὐτῷ ποτε ἡμᾶς γενέσθαι, ἵνα καὶ ἐντυγχάνοντες τοῖς παλαιοῖς καὶ διαλεγόμενοι περὶ αὐτῶν χρήσιμοί τι γενοίμεθα·
§21 ὥσπερ τοῖς ζωγράφοις καὶ πλάσταις οὐκ ἀπόχρη εἰπεῖν ὅτι δεῖ τοιάδε τὰ χρώματα εἶναι καὶ τοιάσδε τὰς γραμμάς, ἀλλὰ μεγίστη ὠφέλεια, εἴ τις αὐτοὺς γράφοντας πλάττοντας ἴδοι· καὶ ὡς τοῖς παιδοτρίβαις οὐκ ἀρκεῖ εἰπεῖν τὰ παλαίσματα, ἀλλὰ καὶ δεῖξαι ἀνάγκη τῷ μαθησομένῳ· οὕτω καὶ ἐν ταῖς τοιαύταις συμβουλίαις πλείων ὠφέλεια γίγνοιτἄν, εἴ τις αὐτὸν πράττοντα ἴδοι τὸν συμβεβουλευκότα. ὡς ἔγωγε, καὶ εἰ ἀναγιγνώσκειν με δέοι σοῦ ἀκροωμένου, τῆς σῆς ἕνεκα ὠφελείας οὐκ ἂν ὀκνήσαιμι, στέργων τέ σε καὶ τῆς φιλοτιμίας ἀγάμενος καὶ τῆς πρὸς ἐμὲ τιμῆς χάριν εἰδώς.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up