Dio Chrysostom Orationes
EN Lat Orig
(1)περὶ ΒΑΣΙΛΕΙΑΣ α. (2)περὶ ΒΑΣΙΛΕΙΑΣ β. (3)περὶ ΒΑΣΙΛΕΙΑΣ γ. (4)περὶ ΒΑΣΙΛΕΙΑΣ δ. Oration 5: A Libyan Myth (6)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΤΥΡΑΝΝΙΔΟΣ (13)ΕΥΒΟΙΚΟΣ ἢ ΚΥΝΗΓΟΣ. (7)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΑΡΕΤΗΣ. (8)ΔΙΟΓΕΝΗΣ ἢ ΙΣΘΜΙΚΟΣ. (9)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΟΙΚΕΤΩΝ. (10)ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ. (11)Ὀλυμπικὸς ἢ περὶ τῆς πρώτης τοῦ θεοῦ ἐννοίας (12)ἐν ΑΘΗΝΑΙΣ περὶ ΦΥΓΗΣ. Oration 69: On Fondness for Listening Oration 70: On Retirement Oration 71: On Beauty Oration 72: On Peace and War Oration 73: That the Wise Man Is Happy Oration 74: On Happiness Oration 75: On the Daemon Oration 76: On Deliberation Oration 77: On Conversation at Banquets Oration 79: Melancomas II Oration 78: Melancomas I Oration 80: Charidemus Oration 14: The Rhodian Oration (15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ. Oration 16: 1st Tarsic Discourse Oration 17: 2nd Tarsic Discourse (35)ἐν ΚΕΛΑΙΝΑΙΣ τῆς ΦΡΥΓΙΑΣ. Oration 19: The Borysthenitic Discourse Oration 20: The Corinthian Oration Oration 21: To the Nicomedians on Concord with the Nicaeans Oration 22: On Concord in Nicaea Oration 23: On Concord with the Apameans Oration 24: To the Apameans on Concord Oration 25: A Discourse in His Homeland Oration 26: A Political Address in His Homeland Oration 27: A Complimentary Address to His Homeland Oration 28: An Account of His Relations with His Homeland Oration 29: Before Philosophising in His Homeland Oration 30: A Public Address in His Homeland Oration 31: A Political Address in the Assembly Oration 32: Renunciation of Office before the Council Oration 33: On Public Works before the Council Oration 34: To Diodorus Oration 35: On Aeschylus, Sophocles, and Euripides Oration 36: On Homer Oration 37: On Socrates Oration 38: On Homer and Socrates Oration 39: Agamemnon, or On Kingship Oration 40: Nestor Oration 41: Achilles Oration 42: Philoctetes Oration 43: Nessus, or Deianira Oration 44: Chryseis Oration 45: On Kingship and Tyranny Oration 46: On Fortune I Oration 47: On Fortune II Oration 48: On Fortune III Oration 49: On Reputation I Oration 50: On Reputation II Oration 51: On Reputation III Oration 52: On Virtue Oration 53: On Philosophy Oration 54: On the Philosopher Oration 55: On Personal Appearance Oration 56: On Trust Oration 57: On Distrust Oration 58: On Law Oration 59: On Custom Oration 60: On Envy Oration 62: On Wealth Oration 63: To the Cilicians on Freedom Oration 64: On Slavery and Freedom I Oration 65: On Slavery and Freedom II Oration 66: On Grief Oration 67: On Greed Oration 68: On the Practice of Oratory
Oration 16: First Tarsic Discourse
§1–17
§1 ἐγὼ θαυμάζω τί ποτʼ ἐστὶ τὸ ὑμέτερον καὶ τί προσδοκῶντες βουλόμενοι τοὺς τοιούτους ἀνθρώπους διαλέγεσθαι ὑμῖν ζητεῖτε, πότερον εὐφώνους οἴεσθε εἶναι καὶ φθέγγεσθαι ἥδιον τῶν ἄλλων, ἔπειτα ὥσπερ ὀρνέων ποθεῖτε ἀκούειν μελῳδούντων ὑμῖν δύναμιν ἄλλην ἔχειν ἔν τε ὀνόμασι καὶ διανοήμασι δριμυτέρας τινὸς πειθοῦς καὶ τῷ ὄντι δεινῆς, ἣν καλεῖτε ῥητορικήν, ἔν τε ἀγοραῖς καὶ περὶ τὸ βῆμα δυναστεύουσαν, τινα ἔπαινον καθʼ αὑτῶν ἀκούσεσθαι οἰόμενοι καὶ δημόσιον ὕμνον τῆς πόλεως, περί τε Περσέως καὶ Ἡρακλέους καὶ τοῦ Ἀπόλλωνος τῆς τριαίνης καὶ περὶ χρησμῶν τῶν γενομένων, καὶ ὥς ἐστε Ἕλληνες καὶ Ἀργεῖοι καὶ ἔτι βελτίους, καὶ ἀρχηγοὺς ἔχετε ἥρωας καὶ ἡμιθέους, μᾶλλον δὲ Τιτᾶνας·
§2 ἔτι δὲ οἶμαι περί τε τῆς χώρας καὶ τῶν ὀρῶν τῶν κατʼ αὐτὴν καὶ τοῦδε τοῦ Κύδνου, ὡς δεξιώτατος ἁπάντων ποταμῶν καὶ κάλλιστος, οἵ τε ἀπʼ αὐτοῦ πίνοντες ἀφνειοὶ καὶ μακάριοι καθʼ Ὅμηρον.ταῦτα γὰρ ἐστὶ μὲν ἀληθῆ, καὶ συνεχῶς αὐτὰ ἀκούετε τῶν τε ποιητῶν ἐν μέτροις καὶ ἄλλων ἀνδρῶν αὐτὸ τοῦτο ἔργον πεποιημένων ἐγκωμιάζειν, δεῖται δὲ μεγάλης τινὸς παρασκευῆς καὶ δυνάμεως.
§3 τί οὖν ἡμᾶς ἐλπίζετε ἐρεῖν; τί μάλιστα ἀκοῦσαι σπεύδετε παρὰ ἀνδρῶν οὐκ εὐτραπέλων οὐδὲ πρὸς χάριν ὁμιλεῖν εἰδότων οὐδὲ αἱμύλων οὐδὲ ὑπὸ τρυφῆς ἰόντων ἐπὶ τοὺς λόγους; ὅτι μὲν γὰρ οὐ χρήματα ἐλπίζοντες παρʼ ἡμῶν οὐδὲ ἄλλο τι δῶρον καὶ πάνυ ἐπίσταμαι. φέρε οὖν ἔγωγε εἴπω τὴν ἐμαυτοῦ ὑπόνοιαν.
§4 δοκεῖτέ μοι πολλάκις ἀκηκοέναι θείων ἀνθρώπων, οἳ πάντα εἰδέναι φασὶ καὶ περὶ πάντων ἐρεῖν διατέτακται καὶ τίνα ἔχει φύσιν,περί τε ἀνθρώπων καὶ δαιμόνων καὶ περὶ θεῶν, ἔτι δὲ γῆς καὶ οὐρανοῦ καὶ θαλάττης, καὶ περὶ ἡλίου καὶ σελήνης καὶ τῶν ἄλλων ἄστρων, καὶ περὶ τοῦ σύμπαντος κόσμου, καὶ περὶ φθορᾶς καὶ γενέσεως καὶ μυρίων ἄλλων. ἔπειτʼ οἶμαι προσελθόντες ὑμῶν πυνθάνονται τί βούλεσθε αὐτοὺς εἰπεῖν καὶ περὶ τίνος, κατὰ τὸν Πίνδαρον,Ἰσμηνὸν χρυσηλάκατον Μελίαν Κάδμον· , τι δʼ ἂν ἀξιώσητε ὑμεῖς, ἔνθεν ἑλὼν ἄθρουν καὶ πολὺν ἀφήσει τὸν λόγον, ὥσπερ τι ῥεῦμα ἄφθονον ἐν αὐτῷ κατακεκλειμένον.
§5 ἔπειθʼ ὑμεῖς ἀκούοντες τὸ μὲν ἐξετάζειν καθʼ ἕκαστον ἀπιστεῖνἀνδρὶ σοφῷ φαῦλον ἡγεῖσθε καὶ ἄκαιρον, ἄλλως δὲ τῇ ῥώμῃ καὶ τῇ ταχυτῆτι τῶν λόγων ἐπαίρεσθε καὶ πάνυ χαίρετε ἀπνευστὶ ξυνείροντος τοσοῦτον ὄχλον ῥημάτων, καὶ πεπόνθατε ὅμοιον τοῖς ὁρῶσι τοὺς ἵππους τοὺς ἀπὸ ῥυτῆρος θέοντας· οὐδὲν ὠφελούμενοι θαυμάζετε δὲ ὅμως καὶ μακάριόν φατε κτῆμα. καίτοι καὶ τοῖς ἵπποις ἰδεῖν ἔστιν οὐ τοὺς δεσπότας χρωμένους πολλάκις, ἀλλὰ φαῦλον ἀνδράποδον.
§6 μὲν οὖν τοιάδε ἀκρόασις θεωρία τις οὖσα καὶ πομπὴ παραπλήσιον ἔχει τι ταῖς ἐπιδείξεσι τῶν καλουμένων ἰατρῶν, οἳ προκαθίζοντες ἐν τῷ μέσῳ ξυμβολὰς ἄρθρων καὶ ὀστέων συνθέσεις καὶ παραθέσεις καὶ τοιαῦθʼ ἕτερα ἐπεξίασι, πόρους καὶ πνεύματα καὶ διηθήσεις. οἱ δὲ πολλοὶ κεχήνασι καὶ κεκήληνται τῶν παιδίων μᾶλλον. δʼ ἀληθὴς ἰατρὸς οὐκ ἔστι τοιοῦτος οὐδὲ οὕτως διαλέγεται τοῖς ὄντως δεομένοις· πόθεν; ἀλλὰ προσέταξε τί δεῖ ποιεῖν, καὶ φαγεῖν βουλόμενον πιεῖν ἐκώλυσε, καὶ λαβὼν ἔτεμεν ἀφεστηκός τι τοῦ σώματος.
§7 ὥσπερ οὖν εἰ συνελθόντες οἱ κάμνοντες εἶτʼ ἐπὶ τὸν ἰατρὸν ἐπεκώμαζον καὶ κωθωνίζεσθαι ἠξίουν, οὐκ ἂν αὐτοῖς κατʼ ἐλπίδα τὸ πρᾶγμα ἀπήντησεν, ἀλλʼ ἴσως ἠγανάκτουν πρὸς τὴν ὑποδοχήν, ταὐτό μοι πεπονθέναι δοκοῦσιν οἱ πολλοὶ ξυνιόντες ἐπὶ τὸν τοιοῦτον καὶ λέγειν κελεύοντες, ἄγευστοι δῆλον ὅτι τῶν τῆς ἀληθείας ὄντες λόγων, ἔπειθʼ ἡδύ τι καὶ προσηνὲς ἀκούσεσθαι προσδοκῶντες. φέρε δὴ πρὸς τῶν θεῶν, ἆρα ἀνέξεσθε, εἰ μὴ πάνυ τις τῇ παρρησίᾳ χρῷτο μηδὲ ἐπὶ πάντα ἔρχοιτο τὰ προσόντα ὑμῖν, ἀλλʼ ἓν εἴποι τι μόνον δεύτερον;
§8 σκοπεῖτε δὴ μὴ ταὐτὸ πάσχητε Ἰλιεῦσιν ἐκείνοις, οἳ τραγῳδόν τινα ἐπιδημήσαντα ἠνώχλουν, ἐπιδείξασθαι κελεύοντες· δὲ ἐᾶν αὐτοὺς ἠξίου καὶ τὴν ἡσυχίαν ἄγειν. ὅσῳ γὰρ ἄν, ἔφη, κρεῖττον ἀγωνίσωμαι, τοσούτῳ φανήσεσθε ὑμεῖς ἀτυχέστεροι. τὸν οὖν φιλόσοφον κρεῖττόν ἐστι τοῖς πολλοῖς σιωπῶντα ἐᾶν.
§9 σκοπεῖτε δὲ τὸ πρᾶγμα οἷόν ἐστιν. Ἀθηναῖοι γὰρ εἰωθότες ἀκούειν κακῶς, καὶ νὴ Δία ἐπʼ αὐτὸ τοῦτο συνιόντες εἰς τὸ θέατρον ὡς λοιδορηθησόμενοι, καὶ προτεθεικότες ἀγῶνα καὶ νίκην τοῖς ἄμεινον αὐτὸ πράττουσιν, οὐκ αὐτοὶ τοῦτο εὑρόντες, ἀλλὰ τοῦ θεοῦ συμβουλεύσαντος, Ἀριστοφάνους μὲν ἤκουον καὶ Κρατίνου καὶ Πλάτωνος, καὶ τούτους οὐδὲν κακὸν ἐποίησαν. ἐπεὶ δὲ Σωκράτης ἄνευ σκηνῆς καὶ ἰκρίων ἐποίει τὸ τοῦ θεοῦ πρόσταγμα, οὐ κορδακίζων οὐδὲ τερετίζων, οὐχ ὑπέμειναν.
§10 ἐκεῖνοι μὲν γὰρ ὑφορώμενοι καὶ δεδιότες τὸν δῆμον ὡς δεσπότην ἐθώπευον, ἠρέμα δάκνοντες καὶ μετὰ γέλωτος, ὥσπερ αἱ τίτθαι τοῖς παιδίοις, ὅταν δέῃ τιτῶν ἀηδεστέρων πιεῖν αὐτά, προσφέρουσι μέλιτι χρίσασαι τὴν κύλικα. τοιγαροῦν ἔβλαπτον οὐχ ἧττον ἤπερ ὠφέλουν, ἀγερωχίας καὶ σκωμμάτων καὶ βωμολοχίας ἀναπιμπλάντες τὴν πόλιν. δὲ φιλόσοφος ἤλεγχε καὶ ἐνουθέτει.
§11 καὶ μὴν ὅσῳ τὸ λοιδορεῖν καὶ τὴν ἀβελτερίαν τὴν ἑκάστου καὶ τὴν πονηρίαν φανερὰν ποιεῖν κρεῖττόν ἐστι τοῦ χαρίζεσθαι διὰ τῶν λόγων καὶ τοῖς ἐγκωμίοις θρύπτειν τοὺς ἀκούοντας, οὐχ ἥκιστα ἐκεῖθεν εἴσεσθε. δύο γὰρ ποιητῶν γεγονότων ἐξ ἅπαντος τοῦ αἰῶνος, οἷς οὐδένα τῶν ἄλλων ξυμβάλλειν ἄξιον, Ὁμήρου τε καὶ Ἀρχιλόχου, τούτων Ὅμηρος μὲν σχεδὸν πάντα ἐνεκωμίασε, καὶ θηρία καὶ φυτὰ καὶ ὕδωρ καὶ γῆνκαὶ ὅπλα καὶ ἵππους, καὶ οὐδὲν ἔσθʼ ὅτου μνησθεὶς χωρὶς ἐπαίνου τε καὶ τιμῆς, ὡς ἂν εἴποι τις, παρῆλθεν. ὃν γοῦν μόνον ἐξ ἁπάντων ἐβλασφήμησε Θερσίτην, καὶ τοῦτον λιγὺν εἶναί φησιν ἀγορητήν.
§12 Ἀρχίλοχος δὲ ἐπὶ τὴν ἐναντίαν ἧκε, τὸ ψέγειν, ὁρῶν οἶμαι τούτου μᾶλλον δεομένους τοὺς ἀνθρώπους, καὶ πρῶτοναὑτὸν ψέγει. τοιγαροῦν μόνος καὶ μετὰ τὴν τελευτὴν καὶ πρὶν γενέσθαι τῆς μεγίστης ἔτυχε μαρτυρίας παρὰ τοῦ δαιμονίου. τὸν μέν γε ἀποκτείναντα αὐτὸν Ἀπόλλων ἐξελαύνων ἐκ τοῦ νεὼ Μουσῶν αὐτὸν ἀνεῖπε θεράποντα ἀνῃρηκέναι. καὶ τὸ δεύτερον, ὡς ἀπελογεῖτο ἐν πολέμῳ λέγων ἀποκτεῖναι, πάλιν Μουσῶν θεράπονταἔφη τὸν Ἀρχίλοχον. τῷ πατρὶ δὲ αὐτοῦ χρωμένῳ πρὸ τῆς γενέσεως ἀθάνατόν οἱ παῖδα γενήσεσθαι προεῖπεν.
§13 ὥσθʼ λοιδορεῖν ἱκανὸς καὶ καθάπτεσθαι καὶ φανερὰ τῷ λόγῳ ποιεῖν τὰ ἁμαρτήματα δῆλον ὅτι κρείττων ἐστὶ καὶ προκέκριται τῶν ἐπαινούντων. εἰ δʼ ἄρα ὑμεῖς ἐπαινούμενοι μᾶλλον ἥδεσθε, ἐπ̓ἄλλους ὑμῖν ἰτέον. ὅταν οὖν πρῶτον αὑτόν τινα ἴδητε κολακεύοντα ἐν ἅπασιν οἷς ποιεῖ καὶ χαριζόμενον ἐν τροφαῖς, ἐν ἐσθῆσι, καὶ περιιόντα ἀκόλαστον, τοῦτον οἴεσθε κολακεύσειν καὶ ὑμᾶς καὶ παρὰ τούτου προσδοκᾶτε λόγον ἡδύν, ὃν ὑμεῖς ἔπαινον ὀνομάζετε, τρυφῶντα δὴ παρὰ τρυφῶντος.
§14 ὅταν δὲ αὐχμηρόν τινα καὶ συνεσταλμένον ἴδητε καὶ μόνον βαδίζοντα, πρῶτον αὑτὸν ἐξετάζοντα καὶ λοιδοροῦντα, μὴ ζητεῖτε παρὰ τοῦ τοιούτου μηδεμίαν θωπείαν μηδὲ ἀπάτην, μηδὲ τὸν δεξιὸν ἐκεῖνον καὶ προσηνῆ λόγον, ὃς δὴ μάλιστα διατρίβει περὶ δήμους καὶ σατράπας καὶ τυράννους. οὔτοι τοιοίδʼ εἰσὶν ὑποδρηστῆρες ἐκείνων, ἀλλὰ νέοι, χλαίνας εὖ εἱμένοι ἠδὲ χιτῶνας, αἰεὶ δὲ λιπαροὶ κεφαλὰς καὶ καλὰ πρόσωπα. οἵδε μὲν γὰρ ὥσπερ ἐπίκωμοί τινες ἥκουσιν εἰς τὸν βίον αὐλούμενοι καὶ ᾀδόμενοι καὶ μεθύοντες εἰς ἑορτήν τινα καὶ πανήγυριν ἀσώτων εἰσβεβληκέναι νομίζοντες.
§15 ἀλλʼ ὅστις ἰδὼν ὅσα δεινὰ καὶ δυσχερῆ καὶ ὅτι μεστὰ πάντα πολεμίων καὶ ἐχθρῶν, ὅπου τρυφὴ καὶ ἀπάτη δυναστεύουσιν, αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας, σπεῖρα κάκʼ ἀμφʼ ὤμοισι βαλών, οἰκῆι ἐοικώς, ἀνδρῶν θρυπτομένων κατέδυ πόλιν εὐρυάγυιαν· ἐπʼ οὐδενὶ κακῷ τῶν πέλας, ὥσπερ Ὀδυσσεὺς ἐπὶ κακῷ τῶν μνηστήρων ἧκε τοιοῦτος, ἀλλὰ τοὐναντίον ζητῶν ἂν ἄρα τι δύνηται λαθὼν ἀγαθὸν ἐργάσασθαι· τί δὴ κινεῖτε τὸν τοιοῦτον τί προκαλεῖσθε δύσκολόν τινα καὶ ἄγριον ὑμῖν φανούμενον δημηγόρον; οὐ γὰρ ὑμῶν παρεσκεύασται τὰ ὦτα δέξασθαι τραχεῖς τε καὶ στερεοὺς λόγους· ἀλλʼ ὥσπερ ἀσθενεῖς ὁπλαὶ κτηνῶν τῶν ἐν μαλακοῖς τε καὶ λείοις τραφέντων χωρίοις, ὁμοίως ὦτα τρυφερὰ ἐν κολακείᾳ τραφέντα καὶ λόγοις ψευδέσι.
§16 τί οὖν προθυμεῖσθε ἀκούειν ὧν οὐκ ἀνέξεσθε; ἀλλὰ μὴν τοιοῦτον πεπόνθατε οἷον Αἴσωπος ἔφη τοὺς ὀφθαλμοὺς παθεῖν, ἐπειδὴ ἑαυτοὺς μὲν ἐνόμιζον πλείστου εἶναι ἀξίους, τὸ στόμα δὲ ἑώρων ἀπολαῦον τῶν τε ἄλλων καὶ δὴ τοῦ μέλιτος ἡδίστου ὄντος. οὐκοῦν ἠγανάκτουν τε καὶ ἐμέμφοντο τῷ ἀνθρώπῳ. ἐπεὶ δὲ αὐτοῖς ἐνῆκε τοῦ μέλιτος, οἱ δὲ ἐδάκνοντό τε καὶ ἐδάκρυον καὶ δριμὺ καὶ ἀηδὲς αὐτὸ ἡγοῦντο. μὴ οὖν καὶ ὑμεῖς ἐπιζητεῖτε γεύσασθαι τῶν ἐκ φιλοσοφίας λόγων, ὥσπερ ὀφθαλμοὶ μέλιτος· ἔπειτα οἶμαι καὶ δακνόμενοι δυσχερανεῖτε καὶ φήσετε ἴσως οὐδαμῶς φιλοσοφίαν εἶναι τὸ τοιοῦτον, ἀλλὰ λοιδορίαν καὶ βλάβην.
§17 ἡγεῖσθε μὲν γάρ, ἄνδρες, εὐδαίμονας ἑαυτοὺς καὶ μακαρίους, ἐπειδὴ πόλιν τε μεγάλην οἰκεῖτε καὶ χώραν ἀγαθὴν νέμεσθε καὶ πλεῖστα δὴ καὶ ἀφθονώτατα παρʼ αὑτοῖς ὁρᾶτε τὰ ἐπιτήδεια, καὶ ποταμὸς ὑμῖν οὗτος διὰ μέσης διαρρεῖ τῆς πόλεως, πρὸς τούτοις δὲ μητρόπολις Ταρσὸς τῶν κατὰ Κιλικίαν. δὲἈρχίλοχος, ὅν φημι τῷ Ἀπόλλωνι ἀρέσαι, περὶ στρατηγοῦ λέγων οὕτω φησίν· οὐ φιλέω μέγαν στρατηγὸν οὐδὲ διαπεπλιγμένον οὐδὲ βοστρύχοισι γαῦρον οὐδʼ ὑπεξυρημένον· ἀλλά μοι, φησίν, εἴη ῥαιβός, ἀσφαλῶς βεβηκὼς καὶ ἐπὶ κνήμαισιν δασύς.
§18–34
§18 μὴ οὖν αὐτὸν οἴεσθε στρατηγὸν μὲν μὴ ἀγαπᾶν οἷον εἴρηκε, μηδʼ ἐν σώματος μεγέθει καὶ κόμῃ τίθεσθαι τὸ τοῦ στρατηγοῦ ὄφελος, πόλιν δʼ ἂν ἐπαινέσαι ποτὲ εἰς ταῦτα ὁρῶντα, ποταμοὺς καὶ βαλανεῖα καὶ κρήνας καὶ στοὰς καὶ πλῆθος οἰκιῶν καὶ μέγεθος· κόμῃ γὰρ ἀτεχνῶς καὶ βοστρύχοις ταῦτα ἔοικεν· ἀλλ̓ἔμοιγε δοκεῖ μᾶλλον ἂν τούτων προκρῖναι σμικράν τε καὶ ὀλίγην σωφρόνως οἰκουμένην κἂν ἐπὶ πέτρας.
§19 ἀλλὰ Ἀρχίλοχος μὲν οὕτως εἶπεν, Ὅμηρος δὲ πῶς; οὐχ μὲν Ὀδυσσεὺς νησιώτης ἦν οὐδὲ τῶν συμμέτρων νήσων· πόθεν; οὐδὲ τῶν ἐγκάρπων, ἀλλʼ ἣν μόνον ἐπαινέσαι θέλων αἰγίβοτον εἴρηκεν. ἀλλʼ ὅμως φησὶ τῇ τούτουβουλῇ τε καὶ γνώμῃ καὶ τὴν Τροίαν αἱρεθῆναι, τηλικαύτην πόλιν καὶ τοσούτων ἄρχουσαν, ὅσσον Λέσβος ἄνω μακάρων ἕδος ἐντὸς ἐέργει. καὶ Φρυγίη καθύπερθε καὶ Ἑλλήσποντος ἀπείρων·
§20 ἣν πάντας φησὶ μυθεῖσθαι πολύχρυσον, πολύχαλκον. μή τι οὖνὤνησεν αὐτοὺς τοῦ πλούτου τὸ μέγεθος τῶν ὑπηκόων τῶν συμμάχων τὸ πλῆθος τῶν πεδίων τῆς Ἴδης τὸ κάλλος τοῦ Σιμόεντος τοῦ Ξάνθου τοῦ δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς. καίτοι φησὶ καὶ πηγάς τινας πάνυ καλὰς ἐν τῷ προαστείῳ, τὴν μὲν ἀλεεινὴν καὶ σφόδρα προσηνοῦς ὕδατος, ὥστε καὶ καπνὸν ἀπʼ αὐτῆς ἐγείρεσθαι, τὴν δʼ ἐοικυῖαν τῇ ψυχρότητι κρυστάλλῳ τοῦ θέρους, ὥστε καὶ θέρους καὶ χειμῶνος μὴ δυσχερῶς πλύνειν τὰς καλὰς Τρώων θυγατέρας.
§21 οὐ μόνον δὲ πλούτῳ καὶ χώρας ἀρετῇ καὶ πλήθει διέφερον, ἀλλὰ καὶ ἄνθρωποι κάλλιστοι παρʼ αὐτοῖς ἐγίγνοντο, καὶ ἄνδρες καὶ γυναῖκες, καὶ ἵπποι τάχιστοι, καὶ θεοφιλεῖς ἐδόκουν εἶναι, καὶ τείχει καρτερωτάτῳ περιπεφραγμένοι ἦσαν. τὸ μέν γε τεῖχος αὐτοῖς Ποσειδῶνος ἔργον ἦν καὶ Ἀπόλλωνος. δὲ Ζεὺς τῶν ὑπὸ τὸν ἥλιον πόλεων ἐκείνην ἔφη μάλιστα ἀγαπῆσαι. τάχος δʼ ἵππων, ὥστε ἐπʼ ἄκρων θεῖν τῶν σταχύων. ἐπὶ κάλλει δὲ Γανυμήδην Ζεὺς ἐποιήσατο οἰνοχόον. Ἀλεξάνδρῳ δὲ ἐκ τῆς Ἑλλάδος ἐπηκολούθησεν ἀρίστη τῶν ἐκεῖθεν γυναικῶν. τὴν δὲ Κασσάνδραν Ὅμηρος οὔ φησι λείπεσθαι τῆς Ἀφροδίτης τὸ εἶδος.
§22 ἀλλʼ ὅμως, ἐπειδὴ τρυφὴ καὶ ὕβρις εἰσῆλθεν αὐτοὺς καὶ παιδείας καὶ σωφροσύνης οὐδὲν ᾤοντο δεῖσθαι, πολὺ πάντων ἀτυχέστατοι γεγόνασιν. οὐχ σύμπασα χθὼν ταῖς συμφοραῖς αὐτῶν διατεθρύληται; καὶ οὐδὲν ὤνησεν αὐτοὺς οὔτε τῶν ἵππων τὸ τάχος οὔτε Ζεὺς οὔτε Γανυμήδης, ἀλλʼ ὑπʼ ἀνδρὸς ἐξ οὕτω λυπρᾶς καὶ ἀδόξου πόλεως ἀπώλοντο, καὶ ἴσχυσεν τῆς Ἰθάκης πολίτης περιγενέσθαι τῶν ἐκ τοῦ Ἰλίου πάντων, καὶ τὴν εὐρυάγυιαν ἅπασαν πορθῆσαι καὶ ἀνελεῖν;
§23 οὐδὲ γὰρ οὐδʼ οἱ θεοὶ φιλοῦσιν ἔτι τοὺς ἀσελγεῖς καὶ ἄφρονας καὶ ἀκολάστους καὶ πρὸς ὕβριν ἐγκλίνοντας καὶ ῥᾳθυμίαν καὶ τρυφήν. ὥστε μὴ τούτοις θαρρεῖτε μηδὲ ἀποδέχεσθε τὸν συνηδόμενον ὑμῖν καὶ θαυμάζοντα λόγον μηδὲ τοὺς δεινοὺς ἐγκωμιάζειν· οὗτοι μὲν γὰρ ἐξαπατῶσιν ὑμᾶς καὶ μάτην ἐπαίρουσιν, ὥσπερ νηπίους παῖδας· ἀλλὰ μᾶλλον, ὃς ὑμῖν δείξει τι τῶν ἁμαρτημάτων, καὶ πρῶτον ἁπάντων, ἂν δύνηται, παρασκευάσει φρονεῖν ὑμᾶς, ὅτι τούτων ἕνεκεν, ὧν εἶπον, οὐκ ἐστὲ εὐδαίμονες, οὐδʼ ἂν Νεῖλος ὑμῶν διέρχηται τὴν πόλιν τῆς Κασταλίας γενόμενος διαυγέστερος, οὐδʼ ἂν Πακτωλὸς ἐνθάδε φανεὶς μὴ κατὰ ψῆγμα τὸ χρυσίον ὑμῖν φέρῃ, καθάπερ φασὶ Λυδοῖς πρότερον,ἀλλʼ ἄθρουν ὥσπερ ἰλύν, μηδʼ ἂν Αἴγυπτον Βαβυλῶνα τῇ πολυτελείᾳ τῶν οἰκοδομημάτων ὑπερβάλλησθε.
§24 εἰ γὰρ ταῦτα δύναται ποιεῖν ἀνθρώπους μακαρίους, ποταμὸς κρᾶσις ἀέρος τόπος γῆς καὶ θαλάττης λιμένες ναὸς τεῖχος, οὐκ ἔστιν εἰπεῖν ὅσων λείπεσθε. Βυζαντίους ἐκείνους ἀκούετε παρʼ αὐτὸνοἰκοῦντας τὸν Πόντον, μικρὸν ἔξω τοῦ στόματος, αὐτομάτων ἰχθύων αὐτοῖς ἐπὶ τὴν γῆν ἐκπιπτόντων ἐνίοτε· ἀλλʼ ὅμως οὐδεὶς ἂν εἴποι διὰ τὸν ἰχθῦν εὐδαίμονας Βυζαντίους, εἰ μὴ καὶ τοὺς λάρους, οὐδὲ Αἰγυπτίους διὰ τὸν Νεῖλον οὐδὲ Βαβυλωνίους διὰ τὸ τεῖχος.
§25 οὐχ Πηνειὸς διʼ ἐρήμου ῥεῖ Θετταλίας; οὐχ Λάδων διὰ τῆς Ἀρκαδίασἀναστάτου γενομένης; οὐκ αὐτὸς Κύδνος ἄνω καθαρώτερος; τί οὖν; διὰ τοῦτο βελτίους φήσετε ἐκείνους ἑαυτῶν; ἴσως μὲν ἀληθεύετε, ἐὰν λέγητε· οὐ μὴν ἐρεῖτε. τοὺς γὰρ ἀπείρους τρυφῆς καὶ πανουργίας, τούτους ἐγώ φημι πράττειν ἄμεινον. τί δʼ αὐτῆς τῆς Ἰταλίας; οὐ Σύβαρις μὲν ὅσῳ μάλιστα ἐτρύφησεν, τοσούτῳ θᾶττονἀπώλετο; Κρότων δὲ καὶ Θούριοι καὶ Μεταπόντιον καὶ Τάρας, ἐπὶ τοσοῦτον ἀκμάσασαι καὶ τηλικαύτην ποτὲ σχοῦσαι δύναμιν, ποίας πόλεως οὐκ εἰσὶ νῦν ἐρημότεραι;
§26 πολὺ δʼ ἂν ἔργον εἴη πάντας ἐπεξιέναι τοὺς διὰ τρυφὴν ἀπολωλότας, Λυδοὺς πάλαι, Μήδους, Ἀσσυρίους πρότερον, τὰ τελευταῖα Μακεδόνας· οἳ νεωστὶμὲν τὰ ῥάκη περιῃρημένοι καὶ ποιμένες ἀκούοντες καὶ τοῖς Θρᾳξὶ περὶ τῶν μελινῶν μαχόμενοι τοὺς Ἕλληνας ἐκράτησαν, εἰς τὴν Ἀσίαν διέβησαν, ἄχρις Ἰνδῶν ἦρξαν. ἐπεὶ δὲ τὰ ἀγαθὰ τὰ Περσῶν ἔλαβον, τούτοις ἐπηκολούθησε καὶ τὰ κακά.
§27 τοιγαροῦν ἅμα σκῆπτρα καὶ ἁλουργίδες καὶ Μηδικὴ τράπεζα καὶ τὸ γένος αὐτῶν ἐξέλιπεν·ὥστε νῦν εἴ τις διέρχοιτο Πέλλαν, οὐδὲ σημεῖον ὄψεται πόλεως οὐδέν, δίχα τοῦ πολὺν κέραμον εἶναι συντετριμμένον ἐν τῷ τόπῳ. καίτοι μένει τὰ χωρία τῶν πόλεων, ὧν εἶπον, καὶ τῶν ἐθνῶν, οἷα καὶ πρότερον ἦν, καὶ τοὺς ποταμοὺς οὐδεὶς ἄλλοσε ἔτρεψεν, οὐδʼ εἴ τι τοιοῦτον ἦν ἕτερον· ἀλλʼ ὅμως ὧν ἂν πολυτέλεια καὶ τρυφὴ ἅψηται, τούτοις οὐκ ἔστι πλείω χρόνον διαγενέσθαι.
§28 μὴ γὰρ οἴεσθε τοὺς κριοὺς μηδὲ τὰς ἑλεπόλεις καὶ τὰς ἄλλας μηχανὰς οὕτως ἀνατρέπειν ὡς τρυφήν, εἴτε ἄνδρα βούλεταί τις πεπτωκότα ἰδεῖν εἴτε πόλιν. οὐ ποταμός ἐστιν οὐδὲ πεδίον οὐδὲ λιμὴν ποιῶν εὐδαίμονα πόλιν οὐδὲ χρημάτων πλῆθος οὐδὲ οἰκοδομημάτων οὐδὲ θησαυροὶ θεῶν, οἷς οὐδὲν προσέχει τὸ δαιμόνιον· οὐδʼ ἂν εἰς τὰς πόλεις τινὲς μεταφέρωσι τὰ ὄρη καὶ τὰς πέτρας ξὺν πολλῇ ταλαιπωρίᾳ καὶ πόνοις καὶ μυρίοις ἀναλώμασιν· ἀλλὰ σωφροσύνη καὶ νοῦς ἐστι τὰ σῴζοντα. ταῦτα ποιεῖ τοὺς χρωμένους μακαρίους, ταῦτα τοῖς θεοῖς προσφιλεῖς, οὐχὶ λιβανωτὸς οὐδὲ σμύρνα· πόθεν; οὐδὲ ῥίζαι καὶ δάκρυα δένδρων οὐδὲ τὰ Ἰνδῶν καὶ Ἀράβων φρύγανα.
§29 ὑμεῖς δέ, ἂν μὲν ἐκ τύχης ποταμὸς μεταβάλῃ καὶ ῥυῇ θολερώτερος, ἄχθεσθε καὶ πρὸς τοὺς πρῶτον ἐπιδημήσαντας αἰτίαν λέγετε· τὸν δὲ τρόπον τῆς πόλεως μεταβάλλοντα ὁρῶντες καὶ χείρω γιγνόμενον καὶ τεταραγμένον ἀεὶ μᾶλλον οὐ φροντίζετε. ἀλλὰ ὕδωρ μὲν οὐ μόνον πίνειν βούλεσθε καθαρόν, ἀλλὰ καὶ ὁρᾶν·
§30 ἦθος δὲ καθαρὸν καὶ μέτριον οὐ ζητεῖτε. καίτοι πολλάκις ἀκοῦσαί τινων ἔστι· μὴ γὰρ ἡμεῖς μόνοι μεταβεβλήκαμεν, ἀλλʼ οὐχὶ σχεδὸν ἅπαντες; ἔστι δὲ τοῦτο καθάπερ εἴ τις ἐν λοιμῷ διὰ τὸ πάντας τοὺς πλείστους νοσεῖν μηδεμίαν ἐθέλοι ποιεῖσθαι πρόνοιαν, ὥστε αὐτὸς ὑγιαίνειν, νὴ Δία ἐν θαλάττῃ χειμαζόμενος, ἔπειτα πάντας ὁρῶν τοὺς ἐν τῇ νηὶ κινδυνεύοντας ἀμελοῖ τῆς σωτηρίας. τί δέ; ἂν ὅλος καταδύηται στόλος, διὰ τοῦτο ἧττόν ἐστιν ἄτοπον τὸ ξυμβαῖνον;
§31 ʽτ̔ί οὖν ἁμαρτάνομεν ἡμεῖςτὰ μὲν ἄλλα ἐῶ. γελοῖον γάρ, εἴ τις πρὸς τὸν ὅλως οὐκ ἐπιστάμενον κιθαρίζειν, ἔπειτα ὡς ἔτυχε κρούοντα, ἐπιχειροῖ λέγειν ,τι ἥμαρτεν τίνα φθόγγον παρέβη. τοσοῦτον δὲ μόνον εἰπεῖν ἄξιον, μηδεὶς ἂν ἀρνήσαιτο. φημὶ δὴ θαυμαστόν τι πάθος ἐν τῇ πόλει ταύτῃ πεπονθέναι πολλούς, παρʼ ἄλλοις τισὶ πρότερον ἤκουον μᾶλλον παρʼ ὑμῖν γιγνόμενον.
§32 τί δὲ τοῦτʼ ἔστιν ἂν μὴ δύνωμαι δηλῶσαι σαφῶς, ἀλλὰ ὑμεῖς γε πειρᾶσθε ὑπονοεῖν· καὶ μηδέν με νομίσητε τῶν ἀπορρήτων λέγεινμηδʼ κρύπτουσιν οἱ ποιοῦντες, εἰ καὶ σφόδρα δόξει θαυμαστόν. μεταξὺ γοῦν ὀρθοὶ βαδίζοντες, λαλοῦντες οἱ πλείους καθεύδουσιν· εἰ δʼ ἐγρηγορέναι τοῖς πλείοσι δοκοῦσιν, οὐδὲν ἂν εἴη τοῦτο. καὶ γὰρ τοὺς λαγὼς φήσει τις ἐγρηγορέναι τῶν ἀπείρων, ἐὰν ἴδῃ κοιμωμένους. πόθεν οὖν ἐγνώσθη τοῦτο; ἐξ ἑτέρων τινῶν, σημεῖά ἐστι τοῦ καθεύδειν· ἐπεὶ τά γε ὄμματα αὐτῶν ἀναπέπταται.
§33 τί οὖν οὗτοι ποιοῦσι κοιμωμένων; πολλὰ μὲν δὴ τά γε ἄλλα· σχεδὸν γὰρ πάντα ὀνείρασιν ἔοικεν αὐτῶν τὰ ἔργα· καὶ γὰρ χαίρουσι μάτην καὶ λυποῦνται καὶ θρασύνονται καὶ δεδοίκασι, μηδενὸς ὄντος, καὶ σπουδάζουσι, καὶ τῶν ἀδυνάτων ἐπιθυμοῦσι, καὶ τὰ μὴ ὄντανομίζουσιν εἶναι, καὶ τῶν ὄντων οὐκ αἰσθάνονται. πλὴν ταῦτα μὲν ἴσως κοινὰ καὶ ἡμῶν ἐστιν. ἐκεῖνο δὲ οἶμαι φανερώτατον ὕπνου τεκμήριον ποιοῦσι, ῥέγκουσιν. οὐ γὰρ ἔχω μὰ τοὺς θεοὺς εἰπεῖν εὐπρεπέστερον. καίτοι καὶ τῶν κοιμωμένων ὀλίγοι μὲν ἀεὶ τοῦτο πάσχουσι· τῶν δὲ ἄλλων τοῖς μεθύουσι ξυμβαίνει καὶ τοῖς ἐμπλησθεῖσι καὶ τοῖς μὴ καλῶς κατακειμένοις.
§34 ἐγὼ δέ φημι τοῦτο τὸ ἔργον αἰσχρὰν τὴν πόλιν ποιεῖν καὶ δημοσίᾳ καταισχύνειν, καὶ τὴν μεγίστην ὕβριν εἰς τὴν πατρίδα ὑβρίζειν τοὺς μεθʼ ἡμέραν τούτους κοιμωμένους, καὶ δικαίως ἂν αὐτοὺς ἐξορισθῆναι καὶ παρʼ ὑμῶν καὶ πανταχόθεν. οὐδὲ γὰρ μέτριόν ἐστι τὸ γιγνόμενον οὐδὲσπανίως συμβαῖνον, ἀλλʼ ἀεὶ καὶ πανταχοῦ τῆς πόλεως, κἂν ἀπειλῇ τις κἂν παίζῃ κἂν καταγελᾷ. καὶ τὸ λοιπὸν ἤδη ξύνηθές ἐστι καὶ τοῖς πάνυ σμικροῖς παισί, καὶ τῶν τελείων ὅσοι δοκοῦσιν αἰδεῖσθαι, προάγονται πολλάκις ὥσπερ ἐπὶ δώρῳ τινὶ χρῆσθαι, κἂν ἐπιστήσαντες διατραπῶσιν, ἀνέπνευσαν γοῦν ὅμοιον.
§35–49
§35 εἰ δή τις ὑπῆρχε τοιαύτη πόλις, ὥστε ἀεὶ θρηνούντων ἐν αὐτῇ ἀκούειν καὶ μηδένα δύνασθαι δίχα τῆς δυσφημίας ταύτης προελθεῖν μηδὲ ἐπʼ ὀλίγον, πρὸς τοῦ Διὸς ἔστιν ὅστις ἂν ἡδέως ἐπεδήμησεν; καίτοι τὸ μὲν θρηνεῖν, ὡς ἂν εἴποι τις, ἀτυχίας ἐστὶ σημεῖον, τὸ δὲ τοιοῦτον ἀναισχυντίας, ἀσελγείας τῆς ἐσχάτης. οὐκοῦν εἰκὸς ἐν δυστυχέσι μᾶλλον ἀνθρώποις ἐθέλειν διατρίβειν ἀκολάστοις. ἐγὼ μὲν γὰρ οὐκ ἂν ἑλοίμην ἀκούειν οὐδὲ αὐλούντων διηνεκῶς· ἀλλʼ εἴ τις ἔστι τοιοῦτος τόπος, ἐν συνεχής ἐστιν ἦχος εἴτε αὐλῶν εἴτε ᾠδῆς εἴτε κιθάρας, οἷον δή φασι τὸν τῶν Σειρήνων εἶναι σκόπελον ἀεὶ μελῳδούμενον, οὐκ ἂν δυναίμην ἐκεῖσε ἐλθὼν διάγειν.
§36 τὸν δέ γε ἄγριον τοῦτον καὶ χαλεπὸν ἦχον τίς ἂν μέτριος ἄνθρωπος ὑπομείνειεν; ἀλλʼ ἐὰν μέν τις οἴκημα παριὼν ἀκούσῃ τοῦ τοιούτου, δῆλον ὅτι φήσει χαμαιτυπεῖον αὐτὸ εἶναι. τὴν δὲ πόλιν τί φήσουσιν, ἐν πανταχοῦ σχεδὸν εἷς ἐπικρατεῖ φθόγγος, καὶ οὔτε καιρὸν οὔτε ἡμέραν οὔτε τόπον ἐξαίρετον οὐδένα ποιοῦνται, ἀλλʼ ἐν στενωποῖς, ἐν οἰκίαις, ἐν ἀγοραῖς, παρὰ τὸ θέατρον, ἐν τῷ γυμνασίῳ δυναστεύει τὸ πρᾶγμα; καὶ αὐλοῦντος μὲν ἕωθεν οὐδενὸς ἀκήκοα ἐγὼ μέχρι νῦν ἐν τῇ πόλει, τοῦτο δὲ τὸ θαυμαστὸν μέλος εὐθὺς ἅμα τῇ ἡμέρᾳ κινεῖται.
§37 καίτοι με οὐ λέληθεν ὅτι ἴσως τινὲς ληρεῖν με νομίζουσι τὰ τοιαῦτα ἐξετάζοντα, καὶ μηδὲν εἶναι παρὰ τοῦτο, μόνον ἂν τὰ λάχανα ἁμάξαις εἰσφέρητε καὶ πολλοὺς ἄρτους θεωρῆτε ἐν τῷ μέσῳ καὶ τὸ τάριχος καὶ τὰ κρέα. σκοπούντων δὲ ὅμως αὐτοὶ τὸ πρᾶγμα οὕτως. εἴ τις αὐτῶν παραγένοιτο εἰς πόλιν, ἐν πάντες , τι ἂν δεικνύωσι τῷ μέσῳ δακτύλῳ δεικνύουσι, κἂν δεξιὰν ἐμβάλλῃ τις, οὕτως ἐνέβαλε, κἂν προτείνῃ τὴν χεῖρα οὕτως, κἂν δῆμος χειροτονῶσι, κἂν οἱ δικασταὶ τὴν ψῆφον φέρωσι, ποίαν τινὰ ἡγήσονται τὴν πόλιν ταύτην; ἐὰν δὲ ἀνασυράμενοι πάντες βαδίζωσιν, ὥσπερ ἐν λίμνῃ;
§38 ἆρα ἀγνοεῖτε ὅτι ταῦτʼ ἐστὶ τὰ καθʼ ὑμῶν ἀφορμὴν δεδωκότα βλασφημίας, ὥστε δημοσίᾳ κατὰ τῆς πόλεως ἔχειν , τι λέγωσι τοὺς ἀπεχθῶς ὑμῖν διακειμένους; ἀλλὰ πόθεν τὰς κερκίδας ὑμῖν ἐπιβοῶσιν; καίτοι οὔ φασι δεῖν διαφέρειν οὔθʼ ὑμῖν οὔτε τοῖς ἄλλοις ὑπὲρ ὧν ἕτεροι λέγουσιν, ἀλλʼ ὑπὲρ ὧν αὐτοὶ ποιεῖτε. φέρε, ἂν καταλάβῃ τοιοῦτον πάθος δημοσίᾳ τινάς, ὥστε γυναικῶν λαβεῖν φωνὴν ἅπαντας καὶ μηδένα δύνασθαι μήτε νέον μήτε πρεσβύτερον ἀνδριστὶ μηδὲν εἰπεῖν· οὐ δόξει χαλεπὸν εἶναι καὶ παντὸς οἶμαι λοιμοῦ βαρύτερον;οὐ γὰρ τὸ πυρέττειν αἰσχρὸν οὐδὲ τὸ ἀποθῄνσκειν· ὥστε πέμποιεν ἂν εἰς θεοῦ καὶ τὸ δαιμόνιον πολλὰ ἱλάσκοιντο. καίτοι τὸ μὲν γυναικῶν ἀφιέναι φωνὴν ἀνθρώπων ἐστὶ φωνὴν ἀφιέναι, καὶ οὐδεὶς ἂν ἀκούων γυναικὸς δυσχεράνειεν.
§39 δὲ τοιοῦτος ἦχος τίνων ἐστίν; οὐχὶ τῶν ἀνδρογύνων; οὐχὶ τῶν τὰ αἰδοῖα ἀποκεκομμένων;οὐδὲ τούτων ἀεὶ καὶ πρὸς ἅπαντας, ἀλλὰ ἴδιον αὐτῶν ὥσπερ ξύμβολον. φέρε δʼ εἰ κατεζωσμένοι πάντες ἐβαδίζετε τυμπανίζοντες, καὶ μηδὲν ὑμῖν ἐδόκει τοῦτʼ εἶναι χαλεπόν; εἰ συνέβαινεν ὑμᾶς ὑψηλήν τινα ἔχειν ἄκραν νὴ Δία ὄρος ὑπερκείμενον, ὥσπερ ἕτεραι πόλεις, ὅπου τις ἀνελθὼν ἕκαστον μὲν σαφῶς ἀκουεινμὴ δύναιτο, τὸν δὲ ξύμπαντα θροῦν, ποῖος ἦχος ὑμῖν ἂν ἀνενεχθῆναι δοκεῖ; δῆλον ὅτι τοῦ πλείονος ὥσπερ ἐν ἁρμονίᾳ κρατοῦντος;
§40 εἰ δὲ ἐκ τῆς ἀκοῆς δέοι τεκμαίρεσθαι περὶ τῶν ἀνθρώπων, ὥσπερ Ὅμηρός φησι προσιόντα τὸν Ὀδυσσέα τῇ αὑτοῦ οἰκίᾳ μὴ περιμεῖναι θεάσασθαι τοὺς μνηστῆρας ἑστιωμένους,ἀλλʼ εὐθὺς εἰπεῖν πρὸς τὸν Εὔμαιον, ὡς αὐτὸν κιθάρα περιήνεγκε, γιγνώσκειν δὴ ὅτι πολλοὶ ἐν αὐτῇ δαῖτα τίθενται·
§41 καὶ πάλιν ἐκ τῆς νήσου τῶν Κυκλώπων ἀκούοντα τῶν τε προβάτων βληχωμένων καὶ αὐτῶν τῆς φωνῆς, ὡς ἂν οἶμαι νεμόντων, νοεῖνὅτι ποιμένων τινῶν ἐστιν χώρα, φέρε καὶ ὑμᾶς εἴ τις ἐκ τοῦ φερομένου ἤχου πόρρωθεν εἰκάζοι, οἵους ἂν ἀνθρώπους ὑπολάβοι εἶναι καὶ τί πράττειν; οὐ γὰρ ἱκανοί ἐστε οὔτε βουκολεῖν οὔτε ποιμαίνειν· καὶ πότερον ὑμᾶς Ἀργείων ἀποίκους, ὡς λέγετε, φήσει τις μᾶλλον ἐκείνων Ἀραδίων; καὶ πότερον Ἕλληνας Φοινίκων τοὺς ἀσελγεστάτους; ἐγὼ μὲν γὰρ ἡγοῦμαι μᾶλλον προσήκειν ἀνδρὶ σώφρονι ἐν τοιαύτῃ πόλει κηρὸν ἐπαλεῖψαι τοῖς ὠσὶν εἰ τὰς Σειρῆνας παραπλέων ἔτυχεν. ὅπου μὲν γὰρ ὑπῆρχε θανάτου κίνδυνος, ὅπου δὲ ἀσελγείας, ὕβρεως, τῆς ἐσχάτης διαφθορᾶς.
§42 καὶ πρόσεστιν οὐδεμία τέρψις οὐδʼ ἱστορία δήπου. πρότερον μὲν οὖν παραίνεσις τῶν ἀμεινόνων ἐκράτει, νῦν δʼ, ὡς ἔοικε, τῶν χειρόνων. θαυμάσαι δʼ ἄν τις τὴν αἰτίαν τοῦ ζηλοῦν αὐτὸ τοὺς πλείους ἐνθάδε καὶ συνηθέστερον ἀεὶ γίγνεσθαι προβαῖνον. ὥσπερ Ἰωνική τις ἐκράτησεν ἁρμονία καὶ Δώριος καὶ Φρύγιος ἄλλη καὶ Λύδιος· οὕτως νῦν τῶν Ἀραδίων κρατεῖ μουσική, καὶ τὰ Φοινίκων ὑμῖν κρούματα ἀρέσκει, καὶ τὸν ῥυθμὸν τοῦτον ἐξαιρέτως ἠγαπήκατε, ὥσπερ ἕτεροι τὸν σπονδεῖον·
§43 καὶ γένος τι πέφηνεν ἀνθρώπων ταῖς ῥισὶν εὔμουσον, ὥσπερ τοὺς κύκνους φασὶ τοῖς πτεροῖς, ἔπειτα τῶν λιγυφώνων τρόπον ὀρνέων τέρπουσιν ἀλλήλους ἔν τε ταῖς ὁδοῖς καὶ παρὰ τὰ ξυμπόσια, μηδὲν δεόμενοι λύρας μηδὲ αὐλῶνἀρχαῖα δὴ ταῦτα καὶ σκληρᾶς ἔτι καὶ ἀγροίκου τινὸς μουσικῆς ὄργανανῦν δὲ τρόπος ἄλλος ἀνθεῖ, βαρβίτων κρείττων καὶ προσηνέστερος. οὐκοῦν μετὰ χρόνον, καὶ χοροὺς ὑπὸ τῷ μέλει τούτῳ στησόμεθα παίδων καὶ παρθένων ἐπιμελῶς ἐκδιδάξαντες.
§44 ἀλλʼ ὅτι μὲν ἄχθεσθε ἀκούοντες σαφῶς οἶδα, καὶ προεῖπον ὅτι τοὺς λόγους ἀποδέξεσθε οὐχ ἡδέως. ὑμεῖς δʼ ἴσως με περὶ ἄστρων καὶ γῆς ἐδοκεῖτε διαλέξεσθαι. καὶ τινὲς μὲν ὑμῶν ὀργίζονται καί φασί με ὑβρίζειν τὴν πόλιν, τοὺς δὲ ταῦτα ποιοῦντας οὐκ αἰτιῶνται· τινὲς δὲ ἴσως καταγελῶσιν, εἰ περὶ μηδενὸς κρείττονος εὗρον εἰπεῖν· ἐγὼ δὲ ὁρῶ καὶ τοὺς ἰατροὺς ἔσθʼ ὅτε ἁπτομένους ὧν οὐκ ἂν ἤθελον, οὐχὶ τῶν καλλίστων τοῦ σώματος, καὶ πολλοὺς οἶδα τῶν θεραπευομένων ἀγανακτοῦντας, ὅταν ἅπτηται τοῦ πεπονθότος. δὲ πολλάκις ἀμύττει τοῦτο καὶ τέμνει βοῶντος. οὔκουν ἀνήσω περὶ τούτου λέγων, πρὶν ἂν σφόδρα δηχθῆτε. καίτοι πάνυ ἀσθενοῦς φαρμάκου τυγχάνετε τοῦ λόγου τούτου καὶ πολὺ ἐλάττονος κατὰ τὴν ἀξίαν.
§45 ἄγε δὴ πρὸς τοῦ Ἡρακλέους καὶ τοῦ Περσέως καὶ τοῦ Ἀπόλλωνος καὶ τῆς Ἀθηνᾶς καὶ τῶν ἄλλων θεῶν, οὓς τιμᾶτε, ἀποκρίνασθέμοι προθύμως, εἴ τις ὑμῶν ἐβούλετο γυναῖκα τοιαύτην ἔχειν, λέγω δέ, ὥσπερ κιθαρίστρια καλεῖται γυνὴ καὶ νὴ Δία αὐλητρὶς ποιήτρια καὶ τἄλλα ὁμοίως ἀπὸ τῶν ἄλλων ἐπιτηδευμάτων, οὕτως ἣν ἄν τις συνήθως ὀνομάσειεν ἀπὸ τούτου τοῦ ἔργου. καὶ μὴ δυσχεραίνετε μηδὲ ἄχθεσθε· τοὺς γὰρ λόγους τούτους αὐτὸπαρέχει τὸ πρᾶγμα τῷ βουλομένῳ περὶ αὐτοῦ λέγειν, οὐκ ἐγώ ποθεν ἀνευρίσκω. γυναικὶ μὲν δὴ τοιαύτῃ ξυνοικεῖν οὐδεὶς ἂν ἐθελήσειεν ὑμῶν οὐδὲ ἐπὶ πεντακοσίοις ταλάντοις οἶμαι, θυγατέρα δὲ σχεῖν ἕλοιτο ἄν; ἀλλὰ νὴ Δία μητέρα πως οὐ χαλεπὸν τοιαύτην ἔχειν καὶ γηροβοσκεῖν· σεμνὸν γὰρ δῆλον ὅτι καὶ πρεσβυτέραις πρέπον μᾶλλον.
§46 εἶεν· οὐκοῦν ἐπὶ μὲν γυναικὸς θυγατρὸς οὐδʼ ἀκούοντες ἀνέχεσθε, πόλιν δὲ τοιαύτην καὶ πατρίδα οἰκεῖν οὐ δεινὸν ὑμῖν δοκεῖ; καὶ ταῦθʼ, τῷ παντὶ χαλεπώτερον, οὐ τοιαύτην οὖσαν ἐξ ἀρχῆς, ἀλλʼ ἣν αὐτοὶ ποιεῖτε. καίτοι μητρόπολις ὑμῶν ἐστιν πόλις, ὥστε καὶ τὴν σεμνότητα καὶ τὸ ἀξίωμα ἔχει τὸ τῆσμητρός· ἀλλʼ ὅμως οὔτε τοῦ ὀνόματος οὔτε τῆς ἀρχαιότητος οὔτε τῆς δόξης φείδεσθε.
§47 τί δὴ οἴεσθε, εἰ καθάπερ εἰκός ἐστι καί φασι τοὺς οἰκιστὰς ἥρωας θεοὺς πολλάκις ἐπιστρέφεσθαι τὰς αὑτῶν πόλεις τοῖς ἄλλοις ὄντας ἀφανεῖς ἔν τε θυσίαις καί τισιν ἑορταῖς δημοτελέσιν, ἔπειθʼ ἀρχηγὸς ὑμῶν Ἡρακλῆς παραγένοιτοἤτοι πυρᾶς οὔσης, ἣν πάνυ καλὴν αὐτῷ ποιεῖτε, σφόδρα γε ἂν αὐτὸν ἡσθῆναι τοιαύτης ἀκούσαντα φωνῆς; οὐκ ἂν εἰς Θρᾴκην ἀπελθεῖν μᾶλλον Λιβύην καὶ τοῖς Βουσίριδος τοῖς Διομήδους ἀπογόνοις θύουσι παρεῖναι; τί δέ; Περσεὺς οὐκ ἂν ὄντως ὑπερπτῆναι δοκεῖ τὴν πόλιν; καὶ τί δεῖ μεμνῆσθαι θεῶν;
§48 ἀλλὰ Ἀθηνόδωρος πρῴην γενόμενος, ὃν ᾐδεῖτο Σεβαστός, ἆρα οἴεσθε, εἴπερ ἔγνω τοιαύτην οὖσαν τὴν πόλιν, προύκρινεν ἂν τῆς μετʼ ἐκείνου διατριβῆς τὴν ἐνθάδε; πρότερον μὲν οὖν ἐπʼ εὐταξίᾳ καὶ σωφροσύνῃ διαβόητος ἦν ὑμῶν πόλις καὶ τοιούτους ἀνέφερεν ἄνδρας· νῦν δὲ ἐγὼ δέδοικα μὴ τὴν ἐναντίαν λάβῃ τάξιν, ὥστε μετὰ τῶνδε καὶ τῶνδε ὀνομάζεσθαι. καίτοι πολλὰ τῶν νῦν ἔτι μενόντων ὅπως δήποτε ἐμφαίνει τὸ σῶφρον καὶ τὸ αὐστηρὸν τῆς τότε ἀγωγῆς, ὧν ἐστι τὸ περὶ τὴν ἐσθῆτα τῶν γυναικῶν, τὸ τοῦτον τὸν τρόπον κατεστάλθαι καὶ βαδίζειν ὥστε μηδένα μηδὲ ἓν αὐτῶν μέρος ἰδεῖν μήτε τοῦ προσώπου μήτε τοῦ λοιποῦ σώματος, μηδὲ αὐτὰς ὁρᾶν ἔξω τῆς ὁδοῦ μηδέν.
§49 καίτοι τί δύνανται τοιοῦτον ἰδεῖν οἷον ἀκούουσιν; τοιγαροῦν ἀπὸ τῶν ὤτων ἀρξάμεναι τῆς διαφθορᾶς ἀπολώλασιν αἱ πλείους. γὰρ ἀσέλγεια καὶ διʼ ὤτων καὶ διʼ ὀφθαλμῶν πανταχόθεν εἰσδύεται. ὥστε τὰ μὲν πρόσωπα κεκαλυμμέναι βαδίζουσι, τῇ ψυχῇ δὲ ἀκαλύπτῳ καὶ σφόδρα ἀναπεπταμένῃ. τοιγαροῦν ὀξύτερον βλέπουσιν ἑνὶ τῶν ὀφθαλμῶν, ὥσπερ οἱ γεωμέτραι.
§50–64
§50 καὶ τουτὶ μὲν ἔκδηλόν ἐστι τὸ τῶν ῥινῶν. ἀνάγκη δὲ καὶ τἄλλα ἀκολουθεῖν τῷ τοιούτῳ ῥυθμῷ. μὴ γὰρ οἴεσθε, ὥσπερ ἑτέρων πολλάκις εἴς τινα μέρη κατασκήπτει, χεῖρας πόδας πρόσωπον, οὕτω καὶ παρʼ ὑμῖν ἐπιχώριόν τι νόσημα ταῖς ῥισὶν ἐμπεπτωκέναι, μηδʼ ὥσπερ Λημνίων ταῖς γυναιξὶ τὴν Ἀφροδίτην ὀργισθεῖσαν λέγουσι διαφθεῖραι τὰς μασχάλας, κἀνθάδε νομίζετε τῶν πλειόνων διεφθάρθαι τὰς ῥῖνας ὑπὸ δαιμονίου χόλου, κἄπειτα τοιαύτην φωνὴν ἀφιέναι· πόθεν; ἀλλʼ ἔστι σημεῖον τῆς ἐσχάτης ὕβρεως καὶ ἀπονοίας καὶ τοῦ καταφρονεῖν τῶν καλῶν ἁπάντων καὶ μηδὲν αἰσχρὸν ἡγεῖσθαι.
§51 φημὶ δὴ διαλέγεσθαι τούτοις ὁμοίως καὶ βαδίζειν καὶ βλέπειν. εἰ δὲ μηδὲν ἔκδηλον οὕτω ποιεῖν διὰ τῶν ἀμμάτων δύνανται, ὥστε ἐπιστρέφειν ἅπαντας, μηδέπω τὴν τέχνην ἐπὶ τοσοῦτον προαγηόχασιν, οὐδὲν ἐπιεικέστερον τἄλλα ἔχουσιν. εἶτʼ ἄχθεσθε τοῖς Αἰγεῦσι καὶ τοῖς Ἀδανεῦσιν, ὅταν ὑμᾶς λοιδορῶσι, τοὺς δὲ ἐκείνοις μαρτυροῦντας ὡς ἀληθῆ λέγουσι τῶν ὑμετέρων πολιτῶν οὐκ ἐξελαύνετε τῆς πόλεως;
§52 οὐκ ἴστε ὅτι τὸ μὲν ποιεῖν τι τῶν ἀπορρήτων καὶ τῶν παρὰ φύσινὑποψίαν ἐπὶ τῶν πλείστων μόνον ἔχει, καὶ οὐδεὶς ἑόρακεν οὐδὲν τῶν πολλῶν, ἀλλʼ ἐν τῷ σκότει που καὶ κρύφα λανθάνοντες ἀσεβοῦσιν οἱ κακοδαίμονες· τὰ δὲ τοιαῦτα ξύμβολα τῆς ἀκρασίας μηνύει τὸ ἦθος καὶ τὴν διάθεσιν, φωνή, τὸ βλέμμα, τὸ σχῆμα, καὶ δὴ καὶ ταῦτα τὰ δοκοῦντα σμικρὰ καὶ ἐν μηδενὶ λόγῳ, κουρά,περίπατος, τὸ τὰ ὄμματα ἀναστρέφειν, τὸ ἐγκλίνειν τὸν τράχηλον, τὸ ταῖς χερσὶν ὑπτίαις διαλέγεσθαι. μὴ γὰρ οἴεσθε αὐλήματα μὲν καὶ κρούματα καὶ μέλη τὰ μὲν ἐμφαίνειν τὸ ἀνδρεῖον, τὰ δὲ τὸ θῆλυ, κινήσεις δὲ καὶ πράξεις μὴ διαφέρειν μηδʼ εἶναι μηδένα ἐν τούτοις ἔλεγχον. ἀλλʼ ἐγὼ βούλομαί τινα λόγον ὑμῖν εἰπεῖν,ὃν ἴσως καὶ ἄλλοτε ἀκηκόατε.
§53 τῶν γὰρ ἐνθάδε δεινῶν τινα λέγουσιν εἴς τινα πόλιν ἐλθεῖν αὐτὸ τοῦτο ἔργον πεποιημένον, ὥστε εὐθὺς εἰδέναι τὸν τρόπον ἑκάστου καὶ διηγεῖσθαι τὰ προσόντα, καὶ μηδενὸς ὅλως ἀποτυγχάνειν· ἀλλʼ ὥσπερ ἡμεῖς τὰ ζῷα γιγνώσκομεν ὁρῶντες, ὅτι τοῦτο μέν ἐστι πρόβατον, εἰτύχοι, τοῦτο δὲ κύων, τοῦτο δὲ ἵππος βοῦς· οὕτως ἐκεῖνος τοὺς ἀνθρώπους ἠπίστατο ὁρῶν καὶ λέγειν ἠδύνατο ὅτι οὗτος μὲν ἀνδρεῖος, οὗτος δὲ δειλός, οὗτος δὲ ἀλαζών, οὗτος δὲ ὑβριστὴς κίναιδος μοιχός.
§54 ὡς οὖν θαυμαστὸς ἦν ἐπιδεικνύμενος καὶ οὐδαμῇ διημάρτανε, προσάγουσιν αὐτῷ σκληρόν τινα τὸ σῶμα καὶσύνοφρυν ἄνθρωπον, αὐχμῶντα καὶ φαύλως διακείμενον καὶ ἐν ταῖς χερσὶ τύλους ἔχοντα, φαιόν τι καὶ τραχὺ περιβεβλημένον ἱμάτιον, δασὺν ἕως τῶν σφυρῶν καὶ φαύλως κεκαρμένον· καὶ τοῦτον ἠξίουν εἰπεῖν ὅστις ἦν. δὲ ὡς πολὺν χρόνον ἑώρα, τελευταῖον ὀκνῶν μοι δοκεῖ τὸ παριστάμενον λέγειν οὐκ ἔφη ξυνιέναι, καὶ βαδίζειν αὐτὸν ἐκέλευσεν. ἤδη δὲ ἀποχωρῶν πτάρνυται· κἀκεῖνος εὐθὺς ἀνεβόησεν ὡς εἴη κίναιδος.
§55 εἶτα ἐπʼ ἀνθρώπου μὲν πταρμὸς ἐξήλεγξε τὸν τρόπον καὶ πρὸς τἄλλα πάντα ἴσχυσε τὸ μὴ λαθεῖν· πόλιν δὲ οὐκ ἂν ἕν τι τοιοῦτον διαβάλοι καὶ δόξης ἀναπλήσειε πονηρᾶς, καὶ ταῦθʼ ὅπου μὴ δεῖται δεινοῦ τοῦ συνήσοντος τίνος ἐστὶ σημεῖον. ἀλλʼ ἔγωγε πυθοίμην ἂν ἡδέως τῶν ἐμπείρων τίνι τοῦτο ἔοικεν τί βούλεται δηλοῦν. οὔτε γὰρ κλωσμὸς οὔτε ποππυσμὸς οὔτε συριγμός ἐστιν· τίνος ἐστὶν οἰκεῖον ἔργου καὶ πότε μάλιστα γιγνόμενον· οὔτε γὰρ νέμουσιν οὕτως οὔτε ἀροῦσιν οὔτε κυνηγετοῦσιν, ἀλλʼ οὐδὲ ναυτῶν ἐστιν φωνή.
§56 πότερον οὖν ἀσπαζομένων ἀλλήλους καλούντων φιλοφρονουμένων; ἀλλʼ ὥσπερ ὑμέναιος ἴδιόν τι μέλος ἐστὶν ἀρχαῖον ἐπὶ τῶν γαμούντων, οὕτως καινὸς οὗτος εὕρηται ῥυθμὸς ἄλλης τινὸς ἑορτῆς. ἀλλʼ ἀπελεύσεσθε ἀγανακτοῦντες καὶ λεληρηκέναι με φάσκοντες, εἰ τοσούτους λόγους μάτην διεθέμην καὶ πρὸς οὐδὲν τῶν χρησίμων. μηδεμίαν γὰρ ἐκ τούτου βλάβην ἀπαντᾶν μηδὲ χεῖρον οἰκεῖσθαι τὴν πόλιν.
§57 παρὰ δὲ τοῖς Ἕλλησι πρότερον δεινὸν ἐδόκει τὸ μετακινεῖν τὴν μουσικήν, καὶ κατεβόων πάντες τῶν ῥυθμὸν εἰσαγόντων ἕτερον καὶ τὰ μέλη ποικιλώτερα ποιούντων, ὡς διαφθειρομένης ἐν τοῖς θεάτροις τῆς Ἑλλάδος. οὕτω σφόδρα τὰ ὦτα ἐφύλαττον καὶ τηλικαύτην ἡγοῦντο δύναμιν τὴν ἀκοὴν ἔχειν, ὥστε θηλύνειν τὴν διάνοιαν καὶ ἀδικεῖσθαι τὰ τῆς σωφροσύνης, εἰ παρὰ μικρὸν ἐνδοίη τὰ τῆς ἁρμονίας. τοιγαροῦν φασι Λακεδαιμονίους, ἐπειδὴ Τιμόθεος ἧκε παρʼ αὐτοὺς, λαμπρὸς ὢν ἤδη καὶ δυναστεύων ἐν τῇ μουσικῇ, τήν τε κιθάραν αὐτὸν ἀφελέσθαι καὶ τῶν χορδῶν τὰς περιττὰς ἐκτεμεῖν. καὶ ὑμεῖς, ἄνδρες Ταρσεῖς, μιμήσασθε τοὺς Λακεδαιμονίους, ἐκτέμετε τὸν περιττὸν φθόγγον.
§58 παλαιὸς μῦθός φησι τὴν Κίρκην μεταβάλλειν τοῖς φαρμάκοις, ὥστε σῦς καὶ λύκους ἐξ ἀνθρώπων γίγνεσθαι· καὶ ταῦτα ἀπιστοῦμεν Ὁμήρου λέγοντος, οἱ δὲ συῶν μὲν ἔχον κεφαλὰς φωνήν τε τρίχας τε καὶ δέμας. ἀλλʼ ἐκείνοις μὲν τὸν νοῦν μένειν φησὶν ἔμπεδον, τούτων δὲ νοῦς πρῶτος ἀπόλωλε καὶ διέφθαρται
§59 καὶ μὴν οὐχ οὕτω δεινόν ἐστιν, εἰ ἄνθρωποι μεταξὺ προβάτων φωνὴν λάβοιεν οὐδʼ εἰ βοῶν,οὐδʼ ἂν χρεμετίζωσιν οὐδʼ ἂν ὑλακτῶσιν, ὥσπερ τὴν Ἑκάβην οἱ ποιηταὶ λέγουσιν ἐπὶ πᾶσι τοῖς δεινοῖς τελευταῖον ποιῆσαι τὰς Ἐρινύας χαροπὰν κύνα· χάλκεον δέ οἱ γνάθων ἐκ πολιᾶν φθεγγομένας ὑπάκουε μὲν Ἴδα Τένεδός τε περιρρύτα Θρηίκιοί τε φιλήνεμοι γύαι.
§60 οὐχ οὕτω φημὶ τοῦτʼ εἶναι τὸ τέρας δεινὸν οὐδʼ ἀποτρόπαιον, ὡς ὅταν ἀνήρ τις ὢν καὶ τὸν χαρακτῆρα ἔχων τὸν αὐτὸν καὶ τὴν φωνὴν τὴν ἑαυτοῦ, καὶ τὰ σημεῖα τῆς φύσεως μὴ δυνάμενος ἀνελεῖν,μηδʼ ἂν ἅπαντα ποιῇ περιστέλλων, καθάπερ φώρια κλέπτης, ὑπʼ Ἐρινύων τινῶν τυπτόμενος καὶ διαστρεφόμενος καὶ πάντα τρόπον διακλώμενος πάντα βούληται ποιεῖν καὶ μηδὲν ὡς πέφυκε· κἄπειτα Πρωτέως τινὸς δίκην ἀλλάττων καὶ μετατιθεὶς αὑτὸν ἐξεύρῃ φωνὴν ἀφιέναι μήτε ἀνδρὸς μήτε γυναικὸς μήτε ἄλλου τινὸς ζῴουμιαρὰν καὶ ἀνδρόγυνον μιμούμενος μηδὲ χαμαιτύπην αὐτὸ τοῦτο χαμαιτυποῦσαν, ἀλλὰ τὸ τοῦ αἰσχίστου ἔργου καὶ τῆς ἀσελγεστάτης πράξεως ὥσπερ ἂν φθεγγόμενος, καὶ ταῦτα μεθʼ ἡμέραν ἐκφανοῦς ὄντος ἡλίου πολλῶν παρόντων. οὐχ οὕτω δεινὸν ἦν τὸ τὰς βύρσας τῶν βοῶν ἕρπειν οὐδὲ τὸ μυκᾶσθαι τὰ κρέα.
§61 ποῖος οὖν Ὅμηρος τίς Ἀρχίλοχος ἰσχύει τὰ κακὰ ταῦτα ἐξᾷσαι; δοκεῖ γὰρ ἔμοιγε νὴ τὸν Ἡρακλέα γενναίου τινὸς καὶ τραγικοῦ δεῖσθαι ποιητοῦ τὸ τῶν ἀνθρώπων, ὅστις δυνήσεται κατασχεῖν καὶ ἀνακόψαι τοσαύτην φοράν·
§62 ὡς ἤδη μανίᾳ τὸ γιγνόμενον ἔοικεν αἰσχρᾷ καὶ ἀπρεπεῖ καὶ τοῦτο τὸ νόσημα τῆς ἀπρεπείας καὶ ἀναισχυντίας κύκλῳ περιιὸν ὑμᾶς ἐπὶ πάντα ἄγει τὸ λοιπὸν καὶ ἔργα καὶ φωνὰς καὶ σχήματα καὶ παντὸς ἅπτεται καὶ καθικνεῖται μέρους, ποδῶν, χειρῶν, ὀμμάτων, γλώττης. οὔκουν ἡμῶν ὄφελος οὐδὲν οὐδὲ τῆς ἀνειμένης ταύτης καὶ ἀσθενοῦς παραμυθίας, ἀλλὰ μᾶλλον Στέντορός τινος χρεία φθεγγομένου χάλκεον σιδήρεον, ὃς ἐμοῦ βοήσεται μεῖζον καὶ σαφέστερον. ὁρᾶτε γὰρ οἷ πρόεισιν.
§63 γενείων τὸ πρῶτον εὑρέθη κουρά, καὶ τοῦτο ἐδόκει μέτριον, τὸ μὴ σφόδρα καθεικέναι, μηδʼ ἐπὶ πλέον, ἀλλὰ πρᾴως ἐπανορθοῦν τὴν φύσιν. οὐκοῦν τοιοῦτος ἐδόκει πολλοῖς ἐπιδέξιος. εἶτα ἐξύρων μέχρι τῶν παρειῶν· οὐδὲ τοῦτό πω δεινόν· ἀλλʼ ὅμως κωμικὸς καὶ τοῦτον ἐκέλευσε κατακάειν ἐπὶ φαλήτων συκίνων ἑκκαίδεκα. πλὴν εἶχον εὐειδῆ τὰ πρόσωπα καὶ παιδικὰ παρʼ ἡλικίαν τῆς λάχνης ταύτης ἀπηλλαγμένα, εἶτα, τοῦτο λοιπὸν ἔτι, τὰ σκέλη καὶ τὸ στέρνον, ἵνα καὶ τἄλλα ὅμοιοι παισὶν ὦμεν. εἶτα μέχρι τῶν βραχιόνων, εἶτα ἐπὶ τὰ αἰδοῖα μεταβάν, καὶ τὸ ἡβᾶν δοκεῖ περιττόν, σκώπτεται δὴ καὶ καταγελᾶται παρὰ τοῖς σοφοῖς καὶ νέοις τῆς φύσεως τέχνη, καθάπερ ἀρχαία τις οὖσα καὶ σφόδρα εὐήθης, ἀχρεῖα καὶ περιττὰ προσθεῖσα τῷ σώματι.
§64 τί γὰρ ὑμῖν ὀνύχων ἔδει, τί δὲ τριχῶν; ἀλλʼ οὐδὲ χειρῶν ἴσως οὐδὲ ποδῶν. αἰδοῖα μόνον ὑμᾶς ἔδει ποιῆσαι καὶ γαστέρας καὶ τροφὴν παραθεῖναι καὶ τἄλλα, ὧν ἔστιν ἀπολαύειν. τοιγαροῦν αὐτοὶ περικόπτομεν ἑαυτούς, καὶ τὰ μὲν γένεια καὶ τὴν ἥβην ἀφαιροῦμεν, τῶν ἀνδρῶν ἴδιά ἐστιν· εἰ δὲ ἦν δυνατὸν παρὰ τῶν γυναικῶν προσλαβεῖν τὰ ἕτερα, δῆλον ὅτι παντελῶς τότʼ ἂν ἦμεν εὐδαίμονες, οὐ καθάπερ νῦν ἐνδεεῖς ὄντες, ἀλλʼ ὁλόκληροί τινες καὶ κατὰ φύσιν ἀνδρόγυνοι.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up