Dio Chrysostom Orationes
EN Lat Orig
(1)περὶ ΒΑΣΙΛΕΙΑΣ α. (2)περὶ ΒΑΣΙΛΕΙΑΣ β. (3)περὶ ΒΑΣΙΛΕΙΑΣ γ. (4)περὶ ΒΑΣΙΛΕΙΑΣ δ. Oration 5: A Libyan Myth (6)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΤΥΡΑΝΝΙΔΟΣ (13)ΕΥΒΟΙΚΟΣ ἢ ΚΥΝΗΓΟΣ. (7)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΑΡΕΤΗΣ. (8)ΔΙΟΓΕΝΗΣ ἢ ΙΣΘΜΙΚΟΣ. (9)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΟΙΚΕΤΩΝ. (10)ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ. (11)Ὀλυμπικὸς ἢ περὶ τῆς πρώτης τοῦ θεοῦ ἐννοίας (12)ἐν ΑΘΗΝΑΙΣ περὶ ΦΥΓΗΣ. Oration 69: On Fondness for Listening Oration 70: On Retirement Oration 71: On Beauty Oration 72: On Peace and War Oration 73: That the Wise Man Is Happy Oration 74: On Happiness Oration 75: On the Daemon Oration 76: On Deliberation Oration 77: On Conversation at Banquets Oration 79: Melancomas II Oration 78: Melancomas I Oration 80: Charidemus Oration 14: The Rhodian Oration (15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ. Oration 16: 1st Tarsic Discourse Oration 17: 2nd Tarsic Discourse (35)ἐν ΚΕΛΑΙΝΑΙΣ τῆς ΦΡΥΓΙΑΣ. Oration 19: The Borysthenitic Discourse Oration 20: The Corinthian Oration Oration 21: To the Nicomedians on Concord with the Nicaeans Oration 22: On Concord in Nicaea Oration 23: On Concord with the Apameans Oration 24: To the Apameans on Concord Oration 25: A Discourse in His Homeland Oration 26: A Political Address in His Homeland Oration 27: A Complimentary Address to His Homeland Oration 28: An Account of His Relations with His Homeland Oration 29: Before Philosophising in His Homeland Oration 30: A Public Address in His Homeland Oration 31: A Political Address in the Assembly Oration 32: Renunciation of Office before the Council Oration 33: On Public Works before the Council Oration 34: To Diodorus Oration 35: On Aeschylus, Sophocles, and Euripides Oration 36: On Homer Oration 37: On Socrates Oration 38: On Homer and Socrates Oration 39: Agamemnon, or On Kingship Oration 40: Nestor Oration 41: Achilles Oration 42: Philoctetes Oration 43: Nessus, or Deianira Oration 44: Chryseis Oration 45: On Kingship and Tyranny Oration 46: On Fortune I Oration 47: On Fortune II Oration 48: On Fortune III Oration 49: On Reputation I Oration 50: On Reputation II Oration 51: On Reputation III Oration 52: On Virtue Oration 53: On Philosophy Oration 54: On the Philosopher Oration 55: On Personal Appearance Oration 56: On Trust Oration 57: On Distrust Oration 58: On Law Oration 59: On Custom Oration 60: On Envy Oration 62: On Wealth Oration 63: To the Cilicians on Freedom Oration 64: On Slavery and Freedom I Oration 65: On Slavery and Freedom II Oration 66: On Grief Oration 67: On Greed Oration 68: On the Practice of Oratory
Oration 66: On Grief
§1 Τὸ μὲν ὑφἡδονῆς κρατεῖσθαι τοὺς πολλοὺς αἰτίαν ἴσως ἔχει· κηλούμενοι γὰρ καὶ γοητευόμενοι παρὰ ταύτῃ μένουσι· τὸ δὲ λύπῃ δεδουλῶσθαι παντελῶς ἄλογον καὶ θαυμαστόν. ὀδυνώμενοι γὰρ καὶ βασανιζόμενοι τῇ χαλεπωτάτῃ πασῶν βασάνῳ μένομεν ἐν αὐτῇ καὶ τὸν λόγον τὸν ἐλευθεροῦντα ἡμᾶς καὶ ἀπαλλάσσοντα τῆς ἀλγηδόνος οὐ προσιέμεθα. καίτοι τί μὲν ταπεινότερον ἀνδρὸς λυπουμένου; τί δὲ οὕτως αἰσχρὸν θέαμα; καθικνεῖται καὶ γὰρ οἶμαι καὶ τοῦ σώματος τὸ πάθος καὶ τοῦτο συστέλλει καὶ σκυθρωπὸν καὶ δυσειδὲς ὀφθῆναι παρέχει.
§2 τὸ δὲ μὴ μόνον εἴκειν τῇ φορᾷ τῆς διανοίας, ἀλλὰ καὶ προσμηχανᾶσθαί τινα ἔξωθεν, οἷον μέλαιναν ἐσθῆτα καὶ συμπλοκὰς χειρῶν καὶ ταπεινὰς καθέδρας, ὡς ὑπὸ τούτων πάντων ἀναγκάζεσθαι τρόπον τινὰ τὴν διάνοιαν μηδέποτε ἀφίστασθαι τῆς λύπης, ἀλλἀεὶ μνημονεύειν καὶ λυπεῖσθαι, διεγνωκότας δὴ ἔσεσθαί τινα ἀπαλλαγὴν τούτου καὶ μὴ πάντως ἀεὶ φαίνεσθαί τινα αἰτίαν τοῦ πάθους, οὐχὶ σφόδρα εὔηθες;
§3 γὰρ προσήκοντος θάνατος λυπεῖ νόσος ἐκείνων τινὸς καὶ αὐτοῦ· πρὸς δὲ τούτοις ἀδοξία, χρημάτων ἀποβολὴ, τὸ μὴ περᾶναί τι τῶν προκειμένων παρὰ τὸ δέον, ἀσχολία, κίνδυνος, μυρία ἄλλα ὅσα συμβαίνει κατὰ τὸν βίον, καὶ σχεδὸν ἀνάγκη τούτων ἀεί τι παρεῖναι·
§4 τὸ δὲ τελευταῖον, ἂν ἄρα γίγνηται χρόνος, ἐν μηδὲν ἀπαντᾷ δύσκολον, ἀλλά τοι τὸ προσδοκᾶν αὐτὰ καὶ γιγνώσκειν ὡς δυνατόν ἐστι συμβῆναι, καθάψεται τῆς γνώμης τῶν οὕτως διακειμένων. οὔκουν καθἕκαστον αὐτῶν δεῖ ποιεῖσθαι τὴν παραμυθίαν ʽἀνήνυτον γὰρ τὸ πρᾶγμα καὶ λυπηρός ἐστιν βίοσ̓, ἀλλὰ ὅλως ἐξελόντα τῆς ψυχῆς τὸ πάθος καὶ τοῦτο κρίναντα βεβαίως, ὅτι μὴ λυπητέον ἐστὶ περὶ μηδενὸς τῷ νοῦν ἔχοντι, τὸ λοιπὸν ἐλευθεριάζειν, καὶ πάντων ἄδεια τῶν δυσχερῶν ἔσται. οὐδὲν γάρ ἐστιν αὐτὸ δεινόν, ἀλλὰ ὑπὸ τῆς δόξης καὶ τῆς ἀσθενείας τῆς ἡμετέρας γίγνεται τοιοῦτον.
§5 οἱ γοῦν πολλοί, ἐὰν γένηταί τι τῶν νομιζομένων ἀτόπων, ἀεὶ τούτου μνημονεύουσι, δυσχεροῦς οὔσης τῆς μνήμης, ὅμοιον δή τι πάσχοντες τοῖς παιδίοις. καὶ γὰρ ἐκεῖνα τοῦ πυρὸς ἅψασθαι προθυμεῖται, καίτοι σφόδρα ἀλγοῦντα, κἂν ἀφῇς, ἅψεται πάλιν.
§6 ὥσπερ οὖν τοῖς εἰς πόλεμον ἐξιοῦσιν οὐδέν ἐστιν ὄφελος, ἂν γυμνοὶ προελθόντες ἔπειτα ἕκαστον τῶν φερομένων βελῶν ἐκκλίνειν ἐθέλωσιν ʽοὐ γὰρ ἔνι φυλάττεσθαι πάντἀ, δεῖ δὲ θώρακος στερεοῦ καὶ τῆς ἄλλης πανοπλίας, ὥστε, κἂν ἐμπέσῃ τι, μὴ διικνεῖσθαι, τὸν αὐτὸν τρόπον καὶ τοῖς εἰς τὸν βίον προελθοῦσιν οὐχ οἷόν τε ἐκκλίνειν οὐδὲ φυλάττεσθαι ὥστε ὑπὸ μηδενὸς παίεσθαι τῶν ἐκ τῆς τύχης, μυρίων ἐφἕκαστον φερομένων, ἀλλὰ διανοίας ἰσχυρᾶς ἐστιν χρεία, μάλιστα μὲν ἀτρώτου καὶ πρὸς μηδὲν εἰκούσης, εἰ δὲ μή, μή γε ῥᾳδίως μηδὲ ὑπὸ τοῦ τυχόντος τιτρωσκομένης· ἐπεὶ πολλάκις ἀνάγκη κεντεῖσθαι καὶ μυρία τραύματα λαμβάνειν.
§7 καὶ γὰρ οἱ τοὺς πόδας ἔχοντες ἁπαλοὺς καὶ παντελῶς ἀτρίπτους, ἔπειτα γυμνοῖς αὐτοῖς βαδίζοντες, οὐδέποτε τοιαύτην εὑρήσουσιν ὁδὸν ὥστε μὴ νύττεσθαι μηδὲ ἀλγεῖν, ἀλλὰ καὶ τὸ τυχὸν αὐτῶν ἅπτεται· τοῖς δὲ ἠσκηκόσιν οὐδὲ πάνυ τραχεῖα χαλεπή. τοσούτων οὖν δυσκόλων ὄντων ἀπὸ τοῦ σώματος ἀρξαμένοις, τί δεῖ προσδοκᾶν πῶς ἔνεστιν ἑκάστου τούτων αἰσθανόμενον καὶ ῥᾳδίως ἐνδιδόντα μὴ κακοδαιμονέστατον ἁπάντων εἶναι, ἀεὶπροσευχόμενον τοῖς θεοῖς ὅπως μὴ τοῦτο μηδὲ τοῦτο συμβῇ·
§8 καθάπερ εἴ τις ἐν ὄμβρῳ πορευόμενος σκέπασμα μὲν ἔχοι μηδέν, εὔχοιτο δὲ μόνον ἕκαστον τῶν σταλαγμῶν διαφυγεῖν ʽπολὺ γοῦν τῶν σταλαγμῶν συνεχέστερά ἐστι τὰ δυσχερῆ τὰ παρὰ τῆς τύχησ̓ νὴ Δία εἴ τις πλέων ἀντὶ τοῦ τοῖς οἴαξι προσέχειν καὶ τὸ προσπῖπτον δέχεσθαι καλῶς εὔχοιτο μηδὲν τῶν κυμάτων κατὰ τὴν ναῦν γενέσθαι. φέρε γάρ, μάταιε, κἂν πάντα σοι τἄλλα ἔχῃ κατὰ τρόπον, ἀλλὰ τοῦ γε εἰς τὴν ἐπιοῦσαν ἡμέραν βιώσεσθαι τίνα ἔχεις πίστιν καὶ μὴ μεταξὺ πάντων ἀθρόως ἀφαιρεθῆναι τῶν δοκούντων ἀγαθῶν; οὐκοῦν σε περὶ τούτου πρώτου προσήκει λυπεῖσθαι καὶ δεδιέναι τὴν ἀδηλότητα τοῦ πράγματος.
§9 ἂν δὲ ἐκεῖνο ἐννοηθῇς ὅτι μηδεὶς ὅλως ἐστὶ τοῦ βίου κύριος, ἀλλὰ πάντες οἱ μακάριοι καὶ λίαν εὐδαίμονες δόξαντες εἶναι τεθνήκασι καὶ σοὶ πάρεστιν ἤδη τοῦτο τὸ πέρας, κἂν ἐπὶ πλεῖστον ἔλθῃς τοῦ βίου, πολὺν λῆρον ἡγήσῃ καὶ μεγάλην εὐήθειαν τὸ νομίζειν ὅλως τι δεινὸν εἶναι τῶν γιγνομένων μέγα θαυμαστόν, δίχα γε ἑνὸς τοῦ χωρὶς λύπης καὶ φόβου καὶ τῶν τοιούτων παθῶν μίαν γοῦν ἡμέραν διαγαγεῖν.
§10 τὸν Ἰάσονά φασι χρισάμενον δυνάμει τινί, λαβόντα παρὰ τῆς Μηδείας, ἔπειτα οἶμαι μήτε παρὰ τοῦ δράκοντος μηδὲν παθεῖν μήτε ὑπὸ τῶν ταύρων τῶν τὸ πῦρ ἀναπνεόντων. ταύτην οὖν δεῖ κτήσασθαι τὴν δύναμιν παρὰ τῆς Μηδείας, τουτέστι τῆς φρονήσεως, λαβόντα, καὶ τὸ λοιπὸν ἁπάντων καταφρονεῖν. εἰ δὲ μή, πάντα πῦρ ἡμῖν καὶ πάντα ἄϋπνοι δράκοντες.
§11 καίτοι τῶν λυπουμένων ἕκαστος αὑτῷ τὸ συμβεβηκός φησιν εἶναι δεινότατον καὶ μάλιστα ἄξιον λύπης· καὶ γὰρ τῶν φερόντων ἕκαστος, φέρει, τοῦτεἶναι δοκεῖ βαρύτατον. ἔστι δὲ ἀσθενοῦς τοῦτο καὶ φαύλου σώματος· τὸ γὰρ αὐτὸ ἕτερος λαβὼν ἂν ἰσχυρότερος ῥᾳδίως οἴσει.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up