Dio Chrysostom Orationes
EN Lat Orig
(1)περὶ ΒΑΣΙΛΕΙΑΣ α. (2)περὶ ΒΑΣΙΛΕΙΑΣ β. (3)περὶ ΒΑΣΙΛΕΙΑΣ γ. (4)περὶ ΒΑΣΙΛΕΙΑΣ δ. Oration 5: A Libyan Myth (6)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΤΥΡΑΝΝΙΔΟΣ (13)ΕΥΒΟΙΚΟΣ ἢ ΚΥΝΗΓΟΣ. (7)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΑΡΕΤΗΣ. (8)ΔΙΟΓΕΝΗΣ ἢ ΙΣΘΜΙΚΟΣ. (9)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΟΙΚΕΤΩΝ. (10)ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ. (11)Ὀλυμπικὸς ἢ περὶ τῆς πρώτης τοῦ θεοῦ ἐννοίας (12)ἐν ΑΘΗΝΑΙΣ περὶ ΦΥΓΗΣ. Oration 69: On Fondness for Listening Oration 70: On Retirement Oration 71: On Beauty Oration 72: On Peace and War Oration 73: That the Wise Man Is Happy Oration 74: On Happiness Oration 75: On the Daemon Oration 76: On Deliberation Oration 77: On Conversation at Banquets Oration 79: Melancomas II Oration 78: Melancomas I Oration 80: Charidemus Oration 14: The Rhodian Oration (15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ. Oration 16: 1st Tarsic Discourse Oration 17: 2nd Tarsic Discourse (35)ἐν ΚΕΛΑΙΝΑΙΣ τῆς ΦΡΥΓΙΑΣ. Oration 19: The Borysthenitic Discourse Oration 20: The Corinthian Oration Oration 21: To the Nicomedians on Concord with the Nicaeans Oration 22: On Concord in Nicaea Oration 23: On Concord with the Apameans Oration 24: To the Apameans on Concord Oration 25: A Discourse in His Homeland Oration 26: A Political Address in His Homeland Oration 27: A Complimentary Address to His Homeland Oration 28: An Account of His Relations with His Homeland Oration 29: Before Philosophising in His Homeland Oration 30: A Public Address in His Homeland Oration 31: A Political Address in the Assembly Oration 32: Renunciation of Office before the Council Oration 33: On Public Works before the Council Oration 34: To Diodorus Oration 35: On Aeschylus, Sophocles, and Euripides Oration 36: On Homer Oration 37: On Socrates Oration 38: On Homer and Socrates Oration 39: Agamemnon, or On Kingship Oration 40: Nestor Oration 41: Achilles Oration 42: Philoctetes Oration 43: Nessus, or Deianira Oration 44: Chryseis Oration 45: On Kingship and Tyranny Oration 46: On Fortune I Oration 47: On Fortune II Oration 48: On Fortune III Oration 49: On Reputation I Oration 50: On Reputation II Oration 51: On Reputation III Oration 52: On Virtue Oration 53: On Philosophy Oration 54: On the Philosopher Oration 55: On Personal Appearance Oration 56: On Trust Oration 57: On Distrust Oration 58: On Law Oration 59: On Custom Oration 60: On Envy Oration 62: On Wealth Oration 63: To the Cilicians on Freedom Oration 64: On Slavery and Freedom I Oration 65: On Slavery and Freedom II Oration 66: On Grief Oration 67: On Greed Oration 68: On the Practice of Oratory
Oration 24: To the Apameans on Concord
§1 Ὅτι μὲν ὑμεῖς, βουλὴ καὶ τῶν ἄλλων οἱ παρόντες οἱ μετριώτατοι, πρᾴως πρὸς ἐμὲ καὶ φιλικῶς ἔχετε, δοκῶ μοι τοῦτο γιγνώσκειν. αὐτός τε γὰρ ἐμαυτὸν οἶδα περὶ πολλοῦ ποιούμενον τὴν παρὑμῶν εὔνοιαν καὶ μηδέποτε μηδὲν ἐναντίον μήτε εἰπόντα μήτε πράξαντα, καὶ ὑμεῖς εὐθὺς ἐμὲ ἀφικόμενον ἐτιμήσατε δημοσίᾳ ψηφίσματι πέμψαντες, συνηδόμενοι τῆς καθόδου καὶ παρακαλοῦντες ἐπιδημῆσαι πρὸς αὑτούς.
§2 καὶ ἴσως οὐδὲν ἐποιεῖτε θαυμαστόν· οὐ γὰρ μόνον αἱ λοιπαὶ πόλεις, ἀλλὰ καὶ τῶν ἰσοτίμων ὑμῖν αἱ πλεῖσται σχεδόν, ὅπου γέγονα, καὶ πολιτείας καὶ βουλῆς καὶ τῶν πρώτων τιμῶν οὐδὲν δεομένῳ μετέδωκαν, οὐκ ἀνωφελῆ σφισι νομίζοντες οὐδὲ ἀνάξιον τιμᾶσθαι. τὸ δὲ ὑμέτερον οὐκ ἔστιν ἀλλότριον, ἀλλὡς ἂν εὐνοίᾳ καὶ χάριτι πατρίδος τιμώσης πολίτην αὑτῆς. τὸ δὲ εἶναί τινας, ὡς ἂν ἐν δήμῳ, τῶν ἐνθάδε ἐμοὶ σχεδὸν μὴ σφόδρα ἡδομένους οὐκ ἂν θαυμάσαιμι διὰ τὴν τῶν πόλεων φιλοτιμίαν. καίτοι ἐπίσταμαι σαφῶς οὐδὲ τοὺς ἐκεῖ πολίτας ἅπαντας ἀρέσαι δυνάμενος, ἀλλἐνίους διαὐτὸ τοῦτο ἀχθομένους ὅτι λίαν δοκῶ φιλόπολις καὶ πρόθυμος.
§3 δεῖ δὲ τὸν ἐπιεικῆ καὶ μέτριον ἄνδρα καὶ ταύτην παρέχειν τὴν ἐξουσίαν τοῖς ἑαυτοῦ πολίταις. τὸ γὰρ μηδένα ἐν πόλει μήτε ἀντιλέγειν ἑνὶ μήτε μέμφεσθαι κἂν ἅπαντα φαίνηται ποιῶν καλῶς, οὐ δήμων ἐστὶν οὐδὲ ἐπιεικές, ἀλλὰ μᾶλλον φιλεῖ τὸ τοιοῦτον συμβαίνειν τοῖς τυράννοις τοῖς εὐεργέταις. εἰ οὖν εἰσί τινες πρὸς ἐμὲ δυσκόλως διακείμενοι, τούτοις μάλιστα πιστεύω. δῆλον γὰρ ὡς νομίζοντές με ἀγαπᾶν τὴν ἐμαυτοῦ πατρίδα καὶ πάντα τρόπον αὔξειν οὕτως ἔχουσιν. ἐὰν οὖν πεισθῶσιν ὅτι καὶ ταύτην ἡγοῦμαι πατρίδα, καὶ πράττειν ὑπὲρ αὐτῆς ,τι ἂν δύνωμαι πρόθυμός εἰμι, ῥᾳδίως μεταβαλοῦνται καὶ ἀγαπήσουσί με τοῖς ἄλλοις ὁμοίως.
§4 τὸ μὲν οὖν φιλεῖν τὴν πατρίδα μάλιστα πάντων οὐκ ἔξαρνός εἰμι. πυνθάνομαι δὲ αὐτῶν, εἰ τοῦτο ἀδίκου νομίζουσιν ἀνδρὸς εἶναι καὶ μοχθηροῦ, καὶ πολίτην τοιοῦτον οὐκ ἂν ἐθέλοιεν εἶναι παῤ αὑτοῖς. οὐκοῦν ἔξεστιν ὑμῖν ἔχειν κἀμὲ πολίτην ἀνυπόπτως καὶ τῶν ἄλλων τοὺς βελτίστους. καὶ τοίνυν διαὐτό μοι τοῦτο πιστεύοιτε ἂν δικαιότερον. ὅστις μὲν γὰρ ἀγνώμων περὶ τοὺς φύσει γονέας, οὐκ ἂν γένοιτο ὅσιος οὐδὲ πρὸς τοὺς θεμένους αὐτόν.
§5 δὲ τοὺς γεννήσαντας ἀγαπῶν οὐδέποτἂν ἀμελήσειε τῶν χάριτι γονέων γενομένων. τὸ μὲν γὰρ τῆς φύσεως αὐτόματόν ἐστι, τὸ δὲ τῆς χάριτος ἑκούσιον. εἰμὶ μὲν οὖν πολίτης ἑκατέρων· ἀλλ̓ ἐκείνοις μὲν οὐ δεῖ με περὶ τούτου χάριν εἰδέναι, ὑμᾶς δὲ ὡς εὐεργέτας ἀμείβεσθαι δίκαιον. διὰ γὰρ τὴν ὑμετέραν εὔνοιαν καὶ δωρεὰν μετέχω τῆς πόλεως. ἀλλὅσοι μὲν αὐτοὶ πολῖται γεγόνασι, τούτοις μόνον ὑπάρχει φιλάνθρωπον τὸ τῆς δωρεᾶς, τὸ δὲ τῆς φύσεως ἀναγκαῖον οὐ πρόσεστιν. ἐμοὶ δὲ ἀμφοτέρων μέτεστιν·
§6 μὲν γὰρ πάππος ἐμὸς μετὰ τῆς μητρὸς τῆς ἐμῆς παρὰ τοῦ τότε αὐτοκράτορος φίλου ὄντος ἅμα τῆς Ῥωμαίων πολιτείας καὶ τῆς ὑμετέρας ἔτυχεν, δὲ πατὴρ παρὑμῶν· ὥστε καὶ χάριτι καὶ γένει πολίτης ὑμέτερός εἰμι. τὸ γὰρ ἀπωτέρω δυοῖν βαθμοῖν ζητεῖν τὸ γένος οὐδαμῶς ἐπιεικές. οὐδεὶς γὰρ οὕτω τό γε ἀληθὲς ἐξ οὐδεμιᾶς εὑρεθήσεται πόλεως. καὶ μὴν τῶν γε ἐμῶν τέκνων ἥδε πατρίς ἐστι μᾶλλον. τὸ μὲν οὖν ἀναγκαῖον συνακολουθεῖν τὰ τέκνα τῷ πατρί· πολὺ δὲ ἥδιον τὸν πατέρα τοῖς παισὶ συνέπεσθαι.
§7 διὰ μὲν δὴ ταῦτα εὔνους ὢν ὑμῖν τυγχάνω καὶ πολίτου διάθεσιν ἔχω· καὶ φανερῶς δὲ ἐδήλωσα. τῆς γὰρ φιλονικίας ἐνεστώσης ταῖς πόλεσι, καὶ τῆς πατρίδος σφόδρα μὲν αἰδουμένης ἐμὲ ἄκοντα ἐνοχλῆσαι, σφόδρα δὲ ἐπιθυμούσης ἀναλαβεῖν τὸ πρᾶγμα, πολλάκις τῷ τιμᾶν προκαλουμένης οὐχ ὑπήκουσα πρὸς τοῦτο μόνον, οὐδὲν ἂν ὀκνήσας ἐκείνης ἕνεκεν ποιῆσαι, μηδενὸς ἔλαττον τυχὸν πρᾶξαι δυνάμενος, καὶ φίλων μοι ὄντων οὔτε ὀλίγων οὔτε ἀδυνάτων, ἵνα μηδὲν ἐπίφθονον εἴπω μηδὲ λυπήσει τινάς, ἔτι δὲ οὐκ ὀκνῶν τὴν ὁδόν, ὁπότε δεῖ με καὶ ἄλλως ἀπιέναι.
§8 τούτων οὖν ὑπαρχόντων ἀπεσχόμην τοῦ πράγματος, οὐκ ἐκείνους προδιδούς, ἀλλαἰδούμενος ὑμᾶς καὶ νομίζων χρησιμώτερος ἔσεσθαι κἀκείνοις καὶ ὑμῖν, ἐὰν δύνωμαι φίλας ποιῆσαι τὰς πόλεις τῶν τε πρότερον ζητημάτων ἀπαλλάξας καὶ τὸ λοιπὸν εἰς εὔνοιαν καὶ ὁμόνοιαν προτρεψάμενος. τοῦτο γὰρ ἁπάντων βέλτιστόν τε καὶ ἄριστον οὐ μόνον τοῖς ἴσοις πρὸς ἀλλήλους, ἀλλὰ καὶ τοῖς κρείττοσι πρὸς τοὺς ὑποδεεστέρους.
§9 ἐπίσταμαι μὲν οὖν ὡς χαλεπόν ἐστιν ἀνθρώπων ἐξελεῖν ἔριν, καὶ ταῦτα ἐν πλείονι χρόνῳ τεθραμμένην, ὥσπερ νόσημα ἐκ πολλοῦ συμπεφυκὸς οὐ ῥᾴδιον ἀπαλλάξαι τοῦ σώματος, ἄλλως τε εἴ τις ἐθέλοι ἀνωδύνως ἰᾶσθαι. ὅμως δὲ πιστεύω τῷ τῆς πόλεως ἤθει, νομίζων οὐ σκληρὸν οὐδὲ ἀμαθές, ἀλλὰ τῷ ὄντι γνήσιον ἐκείνων τῶν ἀνδρῶν καὶ τῆς μακαρίας πόλεως, ὑφἧς δεῦρο ἐπέμφθητε φίλοι δὴ παρὰ φίλους δεῦρο οἰκήσοντες· τοσοῦτον εὐτυχίᾳ διαφέρουσα τῶν ἄλλων ἀνθρώπων καὶ δυνάμει πλέον διενήνοχεν ἐπιεικείᾳ καὶ φιλανθρωπίᾳ, τοῦτο μὲν ἀφθόνως μεταδιδοῦσα καὶ πολιτείας καὶ νόμων καὶ ἀρχῶν, οὐδένἀλλότριον ἡγουμένη τῶν ἀξίων, τοῦτο δὲ ὁμοίως ἅπασι φυλάττουσα τὸ δίκαιον.
§10 ἣν προσήκει μιμουμένους ὑμᾶς πρᾴους καὶ μεγαλόφρονας φαίνεσθαι καὶ τοῖς ἐγγὺς οὕτω καὶ συνοίκοις σχεδὸν μὴ χαλεποὺς μηδὲ ὑπερηφάνους γείτονας, πρὸς οὓς ὑμῖν καὶ γάμοι κοινοὶ καὶ τέκνα καὶ πολιτεῖαι καὶ θυσίαι θεῶν καὶ πανηγύρεις καὶ θεάματα, καὶ συμπαιδεύεσθε τοῖς καθἕνα καὶ συνεστιᾶσθε καὶ ἀλλήλους ὑποδέχεσθε καὶ ἀλλήλοις τὸν πλείω χρόνον συνδιατρίβετε καὶ σχεδὸν εἷς ἐστε δῆμος καὶ μία πόλις ἐν οὐ πολλῷ διαστήματι. καὶ τοίνυν πλείους τῶν ἐκεῖθεν καὶ πολίτας πεποίησθε, καὶ βουλῆς μετεδώκατε, καὶ ἄρχοντας οὐκ ἀπηξιώσατε γενέσθαι παρὑμῖν, καὶ τῶν σεμνῶν τούτων, τῆς Ῥωμαίων ἐστὶ πόλεως, ἐκοινωνήσατε.
§11 πῶς οὖν εἰκὸς καθἕνα μὲν ἕκαστον ἡγεῖσθαι φίλον καὶ τιμᾶν, κοινῇ δὲ τὴν πόλιν ἐχθρὰν νομίζειν, ὑμᾶς τε ἐκείνην κἀκείνους τὴν ὑμετέραν; οἱ γὰρ τοὺς ἀνθρώπους ἀγαπῶντες καὶ ἐπιμιγνύμενοι τούτοις καὶ προσαγόμενοι πολίτας τί λοιπὸν τὸν ἀέρα ἐχθαίρουσι καὶ τοὺς τόπους, , μηδὲ εἰπεῖν ὅσιον, τοῖς θεοῖς ἀπεχθάνονται; καὶ τοίνυν ἅπασα μὲν ἔχθρα πρὸς ἅπαντας ἐργῶδες καὶ χαλεπόν· οὐδεὶς γὰρ οὕτως ἀσθενὴς ἐχθρὸς ὅστις οὐκ ἐλύπησεν ἐπὶ καιροῦ καὶ τὸν ἄγαν φαινόμενον ἰσχυρὸν καὶ τὸ μῖσος ἐνεδείξατο λόγον τινὰ εἰπὼν λυπηρὸν ἔργον ἀσύμφορον πράξας.
§12 οὐ γάρ ἐστιν, ὡς εἰπεῖν, οὐδέποτε ἡδὺς οὐδὲ ὠφέλιμος τοῦ μίσους καρπός, ἀλλὰ τοὐναντίον ἁπάντων ἀηδέστατος καὶ πικρότατος, οὐδὲ βάρος οὕτω χαλεπὸν οὐδὲ ἐπίπονον ὡς ἔχθρα φέρειν. ταῖς μὲν οὖν εὐτυχίαις ἀεὶ παρενοχλεῖ, τὰς δὲ συμφορὰς αὔξει, καὶ τῷ μὲν ἄλλο τι λυπουμένῳ τὴν λύπην ἀπεργάζεται διπλασίονα, τοὺς δὲ εὖ πράττοντας οὐκ ἐᾷ χαίρειν κατὰ τὴν ἀξίαν. ἀνάγκη γὰρ οἶμαι τοὺς πολλοὺς ὑπὸ μὲν ἀλλήλων βλάπτεσθαι, παρὰ δὲ τοῖς ἄλλοις καταφρονεῖσθαι καὶ ἀδοξεῖν, ὡς τοῦτο μὲν ὑπαρχόντων αὐτοῖς ἐναντίων, τοῦτο δὲ αὐτοὺς ἄφρονας καὶ φιλονίκους. φιλίας δὲ καὶ ὁμονοίας οὐδὲν κάλλιον οὐδὲ θειότερον καὶ ἀνδρὶ πρὸς ἄνδρα καὶ πόλει πρὸς πόλιν.
§13 τίνες μὲν γὰρ εὐπρεπέστερον κτῶνται τἀγαθὰ τῶν φίλων συμποριζόντων αὐτοῖς; τίνες δὲ ἀποφεύγουσι τὰ κατὰ ῥᾷον οἷς ἂν φίλοι συμμαχῶσι; τίνων δὲ ἧττον ἅπτεται τὰ λυπηρὰ τῶν ἐχόντων τοὺς συναλγοῦντας καὶ συμφέροντας αὐτοῖς; τίσι δὲ ἥδιον τὸ εὐτυχεῖν ὅσοι μὴ μόνον αὑτούς, ἀλλὰ καὶ ἄλλους εὐφραίνουσιν εὖ πράττοντες; ὡς ἔγωγε οὐδἂν εὐτυχεῖν ἐκεῖνον τὸν ἄνδρα φαίην ὃς οὐδένα ἔχει τὸν συνηδόμενον.
§14 τίς δὲ συνεργός, τίς δὲ σύμβολος ἀμείνων τοῖς ἰδοῦσιν φίλος ἐντυχών; σχεδὸν γὰρ οὗτος σύμβολος οὐ μόνον εὐφημότατος, ἀλλὰ καὶ ὠφελιμώτατος, καὶ ὅτῳ ἂν ἐντύχῃ ἀνὴρ εὔνους. τὰ δὲ τοῦ μίσους καὶ τὰ τῆς ἔχθρας πανταχῇ λυπηρὰ καὶ δυσχερῆ. χαλεπὸν μὲν ἐν σπουδῇ, χαλεπὸν δὲ ἐν εὐφροσύνῃ παρὼν ἐχθρός, λυπηρὸν μὲν ὁρῶσι, λυπηρὸν δὲ μνημονεύουσι, πολὺ δὲ πάντων πειρωμένοις βλαβερώτατον.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up