Dio Chrysostom Orationes
EN Lat Orig
(1)περὶ ΒΑΣΙΛΕΙΑΣ α. (2)περὶ ΒΑΣΙΛΕΙΑΣ β. (3)περὶ ΒΑΣΙΛΕΙΑΣ γ. (4)περὶ ΒΑΣΙΛΕΙΑΣ δ. Oration 5: A Libyan Myth (6)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΤΥΡΑΝΝΙΔΟΣ (13)ΕΥΒΟΙΚΟΣ ἢ ΚΥΝΗΓΟΣ. (7)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΑΡΕΤΗΣ. (8)ΔΙΟΓΕΝΗΣ ἢ ΙΣΘΜΙΚΟΣ. (9)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΟΙΚΕΤΩΝ. (10)ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ. (11)Ὀλυμπικὸς ἢ περὶ τῆς πρώτης τοῦ θεοῦ ἐννοίας (12)ἐν ΑΘΗΝΑΙΣ περὶ ΦΥΓΗΣ. Oration 69: On Fondness for Listening Oration 70: On Retirement Oration 71: On Beauty Oration 72: On Peace and War Oration 73: That the Wise Man Is Happy Oration 74: On Happiness Oration 75: On the Daemon Oration 76: On Deliberation Oration 77: On Conversation at Banquets Oration 79: Melancomas II Oration 78: Melancomas I Oration 80: Charidemus Oration 14: The Rhodian Oration (15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ. Oration 16: 1st Tarsic Discourse Oration 17: 2nd Tarsic Discourse (35)ἐν ΚΕΛΑΙΝΑΙΣ τῆς ΦΡΥΓΙΑΣ. Oration 19: The Borysthenitic Discourse Oration 20: The Corinthian Oration Oration 21: To the Nicomedians on Concord with the Nicaeans Oration 22: On Concord in Nicaea Oration 23: On Concord with the Apameans Oration 24: To the Apameans on Concord Oration 25: A Discourse in His Homeland Oration 26: A Political Address in His Homeland Oration 27: A Complimentary Address to His Homeland Oration 28: An Account of His Relations with His Homeland Oration 29: Before Philosophising in His Homeland Oration 30: A Public Address in His Homeland Oration 31: A Political Address in the Assembly Oration 32: Renunciation of Office before the Council Oration 33: On Public Works before the Council Oration 34: To Diodorus Oration 35: On Aeschylus, Sophocles, and Euripides Oration 36: On Homer Oration 37: On Socrates Oration 38: On Homer and Socrates Oration 39: Agamemnon, or On Kingship Oration 40: Nestor Oration 41: Achilles Oration 42: Philoctetes Oration 43: Nessus, or Deianira Oration 44: Chryseis Oration 45: On Kingship and Tyranny Oration 46: On Fortune I Oration 47: On Fortune II Oration 48: On Fortune III Oration 49: On Reputation I Oration 50: On Reputation II Oration 51: On Reputation III Oration 52: On Virtue Oration 53: On Philosophy Oration 54: On the Philosopher Oration 55: On Personal Appearance Oration 56: On Trust Oration 57: On Distrust Oration 58: On Law Oration 59: On Custom Oration 60: On Envy Oration 62: On Wealth Oration 63: To the Cilicians on Freedom Oration 64: On Slavery and Freedom I Oration 65: On Slavery and Freedom II Oration 66: On Grief Oration 67: On Greed Oration 68: On the Practice of Oratory
Oration 79: Melancomas II
§1 Ἀναβάντες ἀπὸ τοῦ λιμένος εὐθὺς ἐβαδίζομεν, ὀψόμενοι τοὺς ἀθλητάς, ὡς ἂν τὴν ὅλην ἐπιδημίαν πεποιημένοι κατὰ θέαν τοῦ ἀγῶνος. ἐπεὶ δὲ πρὸς τῷ γυμνασίῳ ἦμεν, τοὺς μέν τινας ἑωρῶμεν ἐν τῷ δρόμῳ ἔξω τρέχοντας, καὶ κραυγὴ τῶν παρακελευομένων ἦν, τοὺς δὲ καὶ ἄλλως γυμναζομένους. τούτοις μὲν οὖν οὐκ ἐδόκει προσέχειν· ὅπου δὲ πλεῖστον ὄχλον ἴδοιμεν, ἐκεῖ ἐβαδίζομεν.
§2 ὁρῶμεν οὖν πάνυ πολλοὺς ἑστηκότας πρὸς τῇ ἐξέδρᾳ τοῦ Ἡρακλέους καὶ ἑτέρους ἀεὶ προσάγοντας, τοὺς δὲ καὶ ἀπιόντας διὰ τὸ μὴ δύνασθαι ἰδεῖν. τὸ μὲν οὖν πρῶτον ἐπειρώμεθα ὁρᾶν ὑπερκύπτοντες, καὶ μόλις ἑωρῶμεν τοῦ γυμναζομένου τὴν κεφαλὴν καὶ τὰς χεῖρας ἀνατετακότος. ἔπειτα κατὰ μικρὸν ἐνδοτέρω ἐγενόμεθα. ἦν οὖν νεανίσκος πάνυ μέγας καὶ καλός, ἔτι δέ, ὡς εἰκός, μεῖζον αὐτοῦ καὶ κάλλιον ὑπὸ τῆς γυμνασίας τὸ σῶμα ἐφαίνετο. πάνυ δὲ λαμπρῶς ἐγυμνάζετο καὶ μετὰ φρονήματος, ὥστε ἀγωνιζομένῳ μᾶλλον ἐῴκει.
§3 ἐπεὶ δὲ ἐπαύσατο γυμναζόμενος καὶ τὸ πλῆθος ἀνεχώρει, κατενοοῦμεν αὐτὸν ἐπιμελέστερον. ἦν δὲ ὅμοιος τοῖς ἀνδριᾶσι τοῖς ἀκριβῶς εἰργασμένοις· εἶχε δὲ καὶ τὸ χρῶμα ὅμοιον χαλκῷ κεκραμένῳ.
§4 ἐπεὶ δὲ ἀπηλλάγη, τῶν παρόντων τινὰ ἠρόμεθα πρεσβύτην ὅστις εἴη. καὶ ὃς σκυθρωπάσας, Οὗτος μέντοι Ἰατροκλῆς τοῦ Μελαγκόμα ἀνταγωνιστὴς καὶ μόνος ἐκείνῳ οὐκ ἀξιῶν παραχωρεῖν τὸ γοῦν ἐφἑαυτῷ. οὐδὲν μέντοι πλέον ἐποίει. ἡττᾶτο γὰρ ἀεὶ ἐνίοτε διὅλης τῆς ἡμέρας ἀγωνισάμενος· ἤδη μέντοι ἀπειρήκει, ὥστε τὸν τελευταῖον τοῦτον ἀγῶνα τὸν ἐν τῇ Νεαπόλει οὐδένα ταχύτερον τούτου ἐνίκησεν. ἀλλὰ νῦν ὁρᾶτε ὅσον φρονεῖ καὶ ἐν ὅσῳ πλήθει γυμνάζεται. οἶμαι δὲ ἔγωγε καὶ ἐπιχαίρειν αὐτὸν ἐκείνῳ. καὶ εἰκὸς μέντοι· οὐ γὰρ μόνον τοῦτον τὸν στέφανον, ἀλλὰ καὶ τοὺς ἄλλους ἅπαντας ἐπίσταται αὑτοῦ ὄντας.
§5 γάρ, ἔφην, τέθνηκεν Μελαγκόμας; ἐπεὶ τό γε ὄνομα καὶ ἡμεῖς ᾔδειμεν, αὐτὸν οὐδεπώποτε ἰδόντες. Οὐ πρὸ πολλοῦ γε, εἶπεν, ἀλλὰ τρίτη που ἡμέρα ἐστὶν ἀπὸ τῆς ταφῆς. Τίνι δέ, εἶπον, τούτου διέφερε, καὶ τῶν ἄλλων δέ, πότερον μεγέθει εὐψυχίᾳ; Ἐκεῖνος, ἔφη, βέλτιστε, πάντων ἀνθρώπων, οὐχὶ τῶν ἀγωνιστῶν μόνον εὐψυχότατος καὶ μέγιστος ἔφυ, ἔτι δὲ κάλλιστος. καὶ εἴ γε ἰδιώτης ἔμεινε καὶ μηδὲν ὅλως ἔπραξε, διαὐτό που τὸ κάλλος περιβόητος ἂν ἦν· ἐπεὶ καὶ νῦν ἐπέστρεφεν ἅπαντας, ὁπότε ἀπίοι που, καὶ τοὺς οὐκ εἰδότας ὅστις ἐστίν.
§6 καίτοι οὔτε ἐσθῆτι ἐκόσμει ἑαυτὸν οὔτε ἄλλῳ τῳ γιγνώσκεσθαι μᾶλλον ἐπετήδευεν λανθάνειν· ἀποδυσαμένου δοὐκ ἔστιν ὅστις ἄλλον ἐθεᾶτο, πολλῶν μὲν παίδων, πολλῶν δὲ ἀνδρῶν γυμναζομένων. εἰωθότος δὲ τοῦ κάλλους εἰς τρυφὴν ἄγειν καὶ τοὺς μετρίως αὐτοῦ μετειληφότας, τοιοῦτος ὢν τὸ εἶδος ἔτι σωφρονέστερος ἦν· καὶ καταφρονῶν δὲ τοῦ κάλλους οὐδὲν ἧττον ἐφύλαττεν αὐτὸ ἐν οὕτω χαλεπῷ ἐπιτηδεύματι.
§7 πυγμὴν γοῦν ἀγωνιζόμενος οὕτως ὑγιὴς ἦν ὥσπερ τῶν δρομέων τις, οὕτω δὲ σφόδρα γεγύμναστο καὶ τοσοῦτο περιῆν τοῖς πόνοις ὥστε δυνατὸς ἦν καὶ δύο ἡμέρας ἑξῆς μένειν ἀνατετακὼς τὰς χεῖρας, καὶ οὐκ ἂν εἶδεν οὐδεὶς ὑφέντα αὐτὸν ἀναπαυσάμενον, ὥσπερ εἰώθασιν. πρότερον δὲ ἠνάγκαζε τοὺς ἀνταγωνιστὰς ἀπειπεῖν, οὐ μόνον πρὶν αὐτὸς πληγῆναι, ἀλλὰ καὶ πρὶν πλῆξαι ἐκείνους· οὐ γὰρ τὸ παίειν καὶ τιτρώσκεσθαι ἀνδρείαν ἐνόμιζεν, ἀλλὰ τοῦτο μὲν εἶναι μὴ δυναμένων πονεῖν καὶ ἀπηλλάχθαι βουλομένων·
§8 τὸ δὲ ἀνέχεσθαι τοῦ χρόνου καὶ μήτε τοῦ βάρους τῶν χειρῶν ἡττᾶσθαι μήτε τοῦ πνεύματος ἐνδεᾶ γίγνεσθαι μήτε τῷ καύματι ἄχθεσθαι, τοῦτο δὲ εἶναι γενναῖον. Ὀρθῶς μέντοι, ἔφην, ὑπολαμβάνων. καὶ γὰρ ἐν τῷ πολέμῳ οἱ φαυλότατοι τὰ ὅπλα ῥίπτουσιν, εὖ εἰδότες ὅτι γυμνοὶ μᾶλλον ἂν τιτρώσκοιντο· οὕτω μᾶλλον ἡττῶνται τοῦ κόπου τῶν τραυμάτων.
§9 Τοιγάρτοι, εἶπεν, ἀφοὗπερ ἤρξατο ἀγωνίζεσθαι Πυθοῖ, πρῶτος μὲν ὧν ἴσμεν ἄλειπτος διεγένετο, πλείστους καὶ μεγίστους στεφάνους ἀνελόμενος καὶ ἀνταγωνισταῖς οὔτε φαύλοις οὔτε ὀλίγοις χρησάμενος. καὶ τὸν πατέρα ἐνδοξότατον ὄντα, τὸν Μελαγκόμαν ἐκεῖνον τὸν ἀπὸ τῆς Καρίας, ἄλλους τε ἀγῶνας καὶ Ὀλυμπίασι νικήσαντα, οὐδέπω ἀνὴρ ὢν ὑπερεβάλετο· οὐ γὰρ ἐκεῖνος ἄλειπτος.
§10 τοιοῦτος μέντοι ὢν ἀθλίως ἐτελεύτησε, τῶν μὲν πόνων τῆς ἀθλήσεως ἐπὶ πλεῖστον ἐλθών, τῶν δὲ ἐν τῷ βίῳ τερπνῶν οὐδενὸς πειραθείς. οὕτω δὲ σφόδρα φιλότιμος ὑπῆρχεν ὥστε καὶ ὅτε ἀπέθνησκεν Ἀθηνοδώρου τοῦ παγκρατιαστοῦ, φίλου ὄντος ἀπὸ παιδός, ἐπυνθάνετο πόσαι τινὲς εἶεν ἡμέραι λοιπαὶ τοῦ ἀγῶνος. καὶ ταῦθἅμα λέγων ἐδάκρυεν πρεσβύτης.
§11 Ἀλλὰ σοὶ μέν, ἔφην, συγγνώμη ὑπερλυπουμένῳ διὰ τὸ πάντως προσήκειν τί σοι αὐτοῦ. Μὰ τοὺς θεούς, εἶπεν, οὐδὲν ἔμοιγε· οὔτε γὰρ ἀπὸ γένους μοι ἦν οὔτε ἐγύμναζον αὐτόν, ἀλλὰ τῶν παίδων τινὰ τῶν παγκρατιαστῶν. δὲ ἄνθρωπος τοιοῦτος ἦν ὥστε πάντας ἐπαὐτῷ λυπεῖσθαι τοὺς ἐπισταμένους ἐκεῖνον.
§12 Οὔκουν, ἔφην, ἄθλιον δεῖ καλεῖν αὐτόν· τοὐναντίον γὰρ εὐδαιμονέστατος ἂν εἴη καὶ μακαριώτατος, εἴπερ οἷος λέγεται ἦν· καὶ γένους ὑπῆρξε λαμπροῦ τυχεῖν καὶ κάλλους, ἔτι δὲ ἀνδρείας καὶ ἰσχύος καὶ σωφροσύνης, δὴ μέγιστα τῶν ἀγαθῶν ἐστι· τό γε μὴν θαυμαστότατον ἐν ἀνθρώπῳ, ἀήττητον γενέσθαι οὐ μόνον τῶν ἀνταγωνιστῶν, ἀλλὰ καὶ πόνου καὶ καύματος καὶ γαστρὸς καὶ ἀφροδισίων· δεῖ γὰρ πρῶτον τούτοις ἀήττητον εἶναι τὸν μέλλοντα ὑπὸ μηδενὸς τῶν ἀνταγωνιστῶν λειφθήσεσθαι.
§13 ἡδονὰς δὲ τίς μείζονας ἥσθη, ὅστις φιλοτιμότατος ὢν ἀεὶ ἐνίκα καὶ θαυμαζόμενος ᾐσθάνετο; καί μοι δοκοῦσι σφόδρα αὐτὸν ἀγαπῆσαι οἱ θεοὶ καὶ μάλιστα τῇ τελευτῇ τιμῆσαι, ὡς ἂν μηδενὸς πειραθείη τῶν χαλεπῶν. ἀνάγκη γὰρ αὐτῷ ἦν προβαίνοντι ἀντὶ μὲν καλλίστου αἰσχροτέρῳ γίγνεσθαι, ἀντὶ δὲ ἰσχυροτάτου ἀσθενεστέρῳ, ἴσως δὲ καὶ λειφθῆναί του. ὅστις δὲ τοῖς μεγίστοις ἀγαθοῖς συναπέρχεται τὰ ἄριστα πράξας, οὗτος εὐδαιμονέστατα τελευτᾷ. εὕροι δἄν τις καὶ τῶν παλαιῶν τοὺς θεοφιλεῖς ὠκυμόρους. Τίνας, ἔφη, τούτους λέγεις; Τὸν Ἀχιλλέα, εἶπον, καὶ Πάτροκλον καὶ Ἕκτορα καὶ Μέμνονα καὶ Σαρπηδόνα. ἔτι δὲ ἄλλους ὀνομάζοντος ἐμοῦ, Ταῦτα μέν, ἔφη, καλῶς εἶπας εἰς παραμυθίαν ἀνθρώπων, καὶ ἔγωγε ἐβουλόμην σου ἔτι ἀκούειν· ἀλλὰ γὰρ ὥρα γυμνάζειν τὸν παῖδα, καὶ ἀπέρχομαι.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up