Dio Chrysostom Orationes
EN Lat Orig
(1)περὶ ΒΑΣΙΛΕΙΑΣ α. (2)περὶ ΒΑΣΙΛΕΙΑΣ β. (3)περὶ ΒΑΣΙΛΕΙΑΣ γ. (4)περὶ ΒΑΣΙΛΕΙΑΣ δ. Oration 5: A Libyan Myth (6)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΤΥΡΑΝΝΙΔΟΣ (13)ΕΥΒΟΙΚΟΣ ἢ ΚΥΝΗΓΟΣ. (7)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΑΡΕΤΗΣ. (8)ΔΙΟΓΕΝΗΣ ἢ ΙΣΘΜΙΚΟΣ. (9)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΟΙΚΕΤΩΝ. (10)ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ. (11)Ὀλυμπικὸς ἢ περὶ τῆς πρώτης τοῦ θεοῦ ἐννοίας (12)ἐν ΑΘΗΝΑΙΣ περὶ ΦΥΓΗΣ. Oration 69: On Fondness for Listening Oration 70: On Retirement Oration 71: On Beauty Oration 72: On Peace and War Oration 73: That the Wise Man Is Happy Oration 74: On Happiness Oration 75: On the Daemon Oration 76: On Deliberation Oration 77: On Conversation at Banquets Oration 79: Melancomas II Oration 78: Melancomas I Oration 80: Charidemus Oration 14: The Rhodian Oration (15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ. Oration 16: 1st Tarsic Discourse Oration 17: 2nd Tarsic Discourse (35)ἐν ΚΕΛΑΙΝΑΙΣ τῆς ΦΡΥΓΙΑΣ. Oration 19: The Borysthenitic Discourse Oration 20: The Corinthian Oration Oration 21: To the Nicomedians on Concord with the Nicaeans Oration 22: On Concord in Nicaea Oration 23: On Concord with the Apameans Oration 24: To the Apameans on Concord Oration 25: A Discourse in His Homeland Oration 26: A Political Address in His Homeland Oration 27: A Complimentary Address to His Homeland Oration 28: An Account of His Relations with His Homeland Oration 29: Before Philosophising in His Homeland Oration 30: A Public Address in His Homeland Oration 31: A Political Address in the Assembly Oration 32: Renunciation of Office before the Council Oration 33: On Public Works before the Council Oration 34: To Diodorus Oration 35: On Aeschylus, Sophocles, and Euripides Oration 36: On Homer Oration 37: On Socrates Oration 38: On Homer and Socrates Oration 39: Agamemnon, or On Kingship Oration 40: Nestor Oration 41: Achilles Oration 42: Philoctetes Oration 43: Nessus, or Deianira Oration 44: Chryseis Oration 45: On Kingship and Tyranny Oration 46: On Fortune I Oration 47: On Fortune II Oration 48: On Fortune III Oration 49: On Reputation I Oration 50: On Reputation II Oration 51: On Reputation III Oration 52: On Virtue Oration 53: On Philosophy Oration 54: On the Philosopher Oration 55: On Personal Appearance Oration 56: On Trust Oration 57: On Distrust Oration 58: On Law Oration 59: On Custom Oration 60: On Envy Oration 62: On Wealth Oration 63: To the Cilicians on Freedom Oration 64: On Slavery and Freedom I Oration 65: On Slavery and Freedom II Oration 66: On Grief Oration 67: On Greed Oration 68: On the Practice of Oratory
Oration 59: On Custom
§1 Ἔστι δὲ τὸ ἔθος γνώμη μὲν τῶν χρωμένων κοινή, νόμος δὲ ἄγραφος ἔθνους πόλεως, δίκαιον δὲ ἑκούσιον, κατὰ ταὐτὰ πᾶσιν ἀρέσκον, εὕρημα δὲ ἀνθρώπων οὐδενός, ἀλλὰ βίου καὶ χρόνου. τῶν μὲν οὖν ἄλλων νόμων ἕκαστος ἅπαξ δοκιμασθεὶς ἔλαβε τὴν ἰσχύν· τὸ δὲ ἔθος ἀεὶ δοκιμάζεται. καὶ νόμος μὲν οὐδεὶς ῥᾳδίως ὑπὸ πάντων ἐγκριθήσεται· ταῖς γὰρ τῶν πλειόνων δόξαις κυροῦται· ἔθος δὲ οὐκ ἐνῆν γενέσθαι μὴ προσδεχθὲν ὑπὸ πάντων. κἀκεῖνος ἀπειλῶν καὶ βιαζόμενος μένει κύριος, ὑπὸ δὲ τῶν ἐθῶν πειθόμενοι καὶ καλὰ καὶ συμφέροντα κρίνομεν αὐτά.
§2 διό μοι δοκεῖ τις ἂν προσεικάσαι τὸν μὲν ἔγγραφον νόμον τῇ δυνάμει τῆς τυραννίδος· φόβῳ γὰρ ἕκαστον καὶ μετὰ προστάγματος διαπράττεται· τὸ δὲ ἔθος μᾶλλον τῇ φιλανθρωπίᾳ τῆς βασιλείας. βουλόμενοι γὰρ αὐτῷ πάντες καὶ δίχα ἀνάγκης ἕπονται. καὶ νόμους μὲν ἴσμεν πολλοὺς ἀνῃρημένους ὑπὸ τῶν θέντων αὐτούς, ὡς πονηρούς· ἔθος δὲ οὐκ ἂν οὐδεὶς ῥᾳδίως δείξειε λελυμένον. καὶ μὴν τῷ παντὶ ῥᾷόν ἐστιν ἀνελεῖν ,τι βούλει τῶν ἐγγράφων τῶν ἐθῶν. τὰ μὲν γὰρ ἂν ἀπαλείψῃς ἅπαξ, ἡμέρᾳ μιᾷ λέλυται·
§3 συνήθειαν δὲ πόλεως οὐκ ἔστιν ἐν πάνυ πολλῷ καταλῦσαι χρόνῳ. κἀκεῖνοι μὲν ἐν σανίσιν στήλαις φυλάττονται· τῶν δὲ ἕκαστον ἐν ταῖς ἡμετέραις ψυχαῖς. ἀσφαλεστέρα δὲ καὶ κρείττων τοιαύτη φυλακή. καὶ μὴν μὲν ἔγγραφος νόμος αὐστηρός ἐστι καὶ ἀπηνής, ἔθους δὲ οὐδὲν ἥδιον. ἔπειτα τοὺς νόμους παρἄλλων πυνθανόμεθα, τὰ δὲ ἔθη πάντες ἐπιστάμεθα.
§4 κἀκείνων μέν εἰσιν οὐ σαφῶς ἔνιοι γεγραμμένοι καὶ διαστρέφονται πολλάκις ὑπὸ τῆς τῶν ῥητόρων δυνάμεως· τῶν δὲ ἐθῶν οὐδὲν ἀμφίβολον οὐδὲ σκολιόν, οὐδἂν περιγένοιτ̓ αὐτῶν λόγος. κἀκείνων μὲν ἀεὶ δεῖ μνημονεύειν, εἰ μέλλοιμεν αὐτοῖς ἐμμένειν· τοῦ δὲ ἔθους οὐκ ἔστιν οὐδὲ βουλομένους ἐπιλαθέσθαι· τοιαύτην γὰρ ἔχει φύσιν ὥστε ἀεὶ ὑπομιμνήσκειν αὑτοῦ. καθόλου δὲ τοὺς μὲν νόμους φαίη τις ἂν ποιεῖν δούλων πολιτείαν, τὰ δὲ ἔθη τοὐναντίον ἐλευθέρων. ἐκεῖνοι μὲν γὰρ ποιοῦσιν εἰς τὰ σώματα κολάσεις· παραβαινομένου δὲ ἔθους τὴν ζημίαν εἶναι συμβέβηκεν αἰσχύνην. ὥστε ἐκεῖνος μὲν φαύλων, οὗτος δὲ ἀγαθῶν ἐστι νόμος. εἰ γὰρ ἅπαντες ἦσαν ἀγαθοί, δῆλον ὅτι τῶν ἐγγράφων ἡμῖν οὐδὲν ἂν ἔδει νόμων. ἔτι δὲ τῶν μὲν νόμων εἰσὶν οἱ βασιλεῖς ἐπάνω καὶ πολλὰ πράττουσι παραὐτούς, τοῖς δὲ ἔθεσι κἀκεῖνοι κατακολουθοῦσιν.
§5 καὶ τῶν μὲν ἐγγράφων οὐδὲν ἐν τοῖς πολέμοις ἰσχύει, τὰ δὲ ἔθη φυλάττεται παρὰ πᾶσι, κἄν εἰς ἐσχάτην ἔχθραν προέλθωσιν. τὸ γοῦν μὴ κωλύειν τοὺς νεκροὺς θάπτειν οὐδαμῇ γέγραπται· πῶς γὰρ ἂν ὑπήκουον οἱ κρατοῦντες τοῖς τῶν ἡττωμένων ἐπιτάγμασιν; ἀλλἔθος ἐστὶ τὸ ποιοῦν τῆς φιλανθρωπίας ταύτης τοὺς κατοιχομένους τυγχάνειν. ὁμοίως τὸ τῶν κηρύκων ἀπέχεσθαι καὶ μόνοις τούτοις πολλὴν ἀσφάλειαν εἶναι βαδίζουσιν. τῶν μὲν οὖν νόμον παραβαινόντων οὐδεὶς ἂν ἐπιδείξειεν οὐδένα οἶμαι φανερῶς ὑπὸ τῶν θεῶν κεκολασμένον· Λακεδαιμόνιοι δἐπεὶ παρέβησαν τὸ κηρύκων ἔθος, τοὺς παρὰ βασιλέως ἐλθόντας ἀνελόντες, ἐκολάσθησαν ὑπαὐτοῦ τοῦ δαιμονίου.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up