Dio Chrysostom Orationes
EN Lat Orig
(1)περὶ ΒΑΣΙΛΕΙΑΣ α. (2)περὶ ΒΑΣΙΛΕΙΑΣ β. (3)περὶ ΒΑΣΙΛΕΙΑΣ γ. (4)περὶ ΒΑΣΙΛΕΙΑΣ δ. Oration 5: A Libyan Myth (6)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΤΥΡΑΝΝΙΔΟΣ (13)ΕΥΒΟΙΚΟΣ ἢ ΚΥΝΗΓΟΣ. (7)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΑΡΕΤΗΣ. (8)ΔΙΟΓΕΝΗΣ ἢ ΙΣΘΜΙΚΟΣ. (9)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΟΙΚΕΤΩΝ. (10)ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ. (11)Ὀλυμπικὸς ἢ περὶ τῆς πρώτης τοῦ θεοῦ ἐννοίας (12)ἐν ΑΘΗΝΑΙΣ περὶ ΦΥΓΗΣ. Oration 69: On Fondness for Listening Oration 70: On Retirement Oration 71: On Beauty Oration 72: On Peace and War Oration 73: That the Wise Man Is Happy Oration 74: On Happiness Oration 75: On the Daemon Oration 76: On Deliberation Oration 77: On Conversation at Banquets Oration 79: Melancomas II Oration 78: Melancomas I Oration 80: Charidemus Oration 14: The Rhodian Oration (15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ. Oration 16: 1st Tarsic Discourse Oration 17: 2nd Tarsic Discourse (35)ἐν ΚΕΛΑΙΝΑΙΣ τῆς ΦΡΥΓΙΑΣ. Oration 19: The Borysthenitic Discourse Oration 20: The Corinthian Oration Oration 21: To the Nicomedians on Concord with the Nicaeans Oration 22: On Concord in Nicaea Oration 23: On Concord with the Apameans Oration 24: To the Apameans on Concord Oration 25: A Discourse in His Homeland Oration 26: A Political Address in His Homeland Oration 27: A Complimentary Address to His Homeland Oration 28: An Account of His Relations with His Homeland Oration 29: Before Philosophising in His Homeland Oration 30: A Public Address in His Homeland Oration 31: A Political Address in the Assembly Oration 32: Renunciation of Office before the Council Oration 33: On Public Works before the Council Oration 34: To Diodorus Oration 35: On Aeschylus, Sophocles, and Euripides Oration 36: On Homer Oration 37: On Socrates Oration 38: On Homer and Socrates Oration 39: Agamemnon, or On Kingship Oration 40: Nestor Oration 41: Achilles Oration 42: Philoctetes Oration 43: Nessus, or Deianira Oration 44: Chryseis Oration 45: On Kingship and Tyranny Oration 46: On Fortune I Oration 47: On Fortune II Oration 48: On Fortune III Oration 49: On Reputation I Oration 50: On Reputation II Oration 51: On Reputation III Oration 52: On Virtue Oration 53: On Philosophy Oration 54: On the Philosopher Oration 55: On Personal Appearance Oration 56: On Trust Oration 57: On Distrust Oration 58: On Law Oration 59: On Custom Oration 60: On Envy Oration 62: On Wealth Oration 63: To the Cilicians on Freedom Oration 64: On Slavery and Freedom I Oration 65: On Slavery and Freedom II Oration 66: On Grief Oration 67: On Greed Oration 68: On the Practice of Oratory
Oration 69: On Fondness for Listening
§1 Ἐδέοντο μὲν πάλαι τῶν οἰκείων τῶν ἐμῶν τινες ἐντυγχάνειν μοι· καὶ τῶν πολιτῶν δὲ ἐλέγοντο ἐπιθυμεῖν πολλοὶ θεάσασθαι, νομίζοντες πλέον τι παρὰ τοὺς ἄλλους ἔχειν με διὰ τὴν ἄλην καὶ τὴν μεταβολὴν τοῦ βίου καὶ διὰ τὴν δοκοῦσαν αὐτοῖς τοῦ σώματος ταλαιπωρίαν· τελευτῶντες δὲ ἤδη καὶ ἐνεκάλουν, ἀδικεῖσθαι φάσκοντες. ἐγὼ δὲ οὐκ ἤθελον ἐγγὺς ἰέναι πρὸς αὐτοὺς τοὺς ὅρους, ἀλλὰ ἐδόκει μοι τὸ τοιοῦτο παντελῶς ἀχθομένου τινὸς εἶναι τῇ φυγῇ καὶ ἐπιθυμοῦντος κατελθεῖν· ὥσπερ οἱ μηδὲν καταλιπόντες ἐν τῇ κύλικι δῆλοί εἰσι πάνυ διψῶντες.
§2 ἐλθὼν οὖν εἰς Κύζικον ἐκεῖ διέτριβον καὶ παρεῖχον, εἴ τις βούλεταί μοι τῶν ἐπιτηδείων συγγίγνεσθαι. καὶ δὴ τὸ τοῦ κιθαρῳδοῦ τοῦτο λέγουσιν ἔσωσέ με, ᾠδήν τινα ᾅσαντα αὐτοῖς. ἐπεὶ γὰρ ἧκεν ἄριστος τῶν νῦν κιθαρῳδῶν, ὡς δἔνιοί φασιν, οὐδὲ τῶν πρότερον οὐδενὸς ἐνδεέστερος, ἀλλοὐδὲ Ἀρίονος τοῦ ἐκ πελάγους, μαντευόμενοι δῆλον ὅτι, πῶς γὰρ ἂν εἰδεῖεν τὸ σαφὲς οὐκ ἀκούσαντες ἐκείνου; — ὡς δοὖν τάχιστα ᾔσθοντο ἐπιδημοῦντα τὸν ἄνδρα, εὐθὺς καὶ σπουδὴ ἀμήχανος καὶ πάντες ἐβάδιζον εἰς τὸ βουλευτήριον.
§3 ἐγὼ οὖν καὶ αὐτὸς, ἐξεῖναι νομίζων καὶ ἡμῖν ἀκοῦσαι καὶ μεταλαβεῖν οὕτω καλῆς εὐωχίας ἐν ἀνθρώποις τρισχιλίοις καὶ πλείοσιν, ἧκον ἐν πρώτοις πάνυ θαρρῶν. εἰμὶ δὲ φιλήκοος καὶ φιλόμουσος ἀτεχνῶς, οὐ πάνυ ἔμπειρος ὢν μουσικῆς· ὥστε εἴπερ ἔτυχον γεγονὼς κατὰ ταὐτὸν Ὀρφεῖ, δοκῶ μοι, πρῶτος ἂν ἐπηκολούθουν, εἰ καὶ ἔδει μετὰ νεβρῶν τινων μόσχων, οὐδὲν αἰδούμενος· ἐπεὶ καὶ νῦν ταὐτὸ τοῦτο πάσχω πολλάκις, ἐπειδὰν εἰσαφίκωμαι σοφιστοῦ, διὰ τὴν προσοῦσάν μοι ἀκρασίαν περὶ τοὺς λόγους, καὶ μετὰ τοιούτων συναγελάζομαι θρεμμάτων, ὡραίων καὶ καλῶν, ἄλλως δὲ θορυβούντων καὶ σκιρτᾶν προθυμουμένων.
§4 τοῦτο δὲ πέπονθα πρὸς τοὺς σοφιστάς τε καὶ ῥήτορας ἅπαντας σχεδόν. καθάπερ οἱ πτωχοὶ καὶ τοὺς μετρίως εὐπόρους μακαρίζουσι διὰ τὴν αὑτῶν ἀπορίαν, κἀγὼ τοὺς ἁμῃγέπῃ δυνατοὺς λέγειν θαυμάζω καὶ ἀγαπῶ διὰ τὸ αὐτὸς ἀδύνατος εἶναι λέγειν. τὸ μέντοι τῶν κιθαρῳδῶν τε καὶ νὴ Δία τῶν ὑποκριτῶν οὐ παρὀλίγον μοι δοκεῖ διαφέρειν πρὸς ἡδονήν. τε γὰρ φωνὴ μείζων καὶ δῆλον ὅτι ἐμμελεστέρα τε λέξις οὐκ αὐτοσχέδιος, ὥσπερ τῶν ῥητόρων ἐξ ὑπογύου τὰ πολλὰ πειρωμένων λέγειν, ἀλλὰ ποιητῶν ἐπιμελῶς καὶ κατὰ σχολὴν πεποιηκότων.
§5 καὶ τά γε πολλὰ αὐτῶν ἀρχαῖά ἐστι καὶ πολὺ σοφωτέρων ἀνδρῶν τῶν νῦν· τὰ μὲν τῆς κωμῳδίας ἅπαντα· τῆς δὲ τραγῳδίας τὰ μὲν ἰσχυρά, ὡς ἔοικε, μένει· λέγω δὲ τὰ ἰαμβεῖα· καὶ τούτων μέρη διεξίασιν ἐν τοῖς θεάτροις· τὰ δὲ μαλακώτερα ἐξερρύηκε τὰ περὶ τὰ μέλη· ὥσπερ οἶμαι τῶν ἀνθρώπων τῶν παλαιῶν ὅσα μέν ἐστι στερεὰ τοῦ σώματος, ὑπομένει τῷ χρόνῳ, τά τε ὀστᾶ καὶ οἱ μύες, τἄλλα δὲ ἐλάττω γίγνεται. οὐκοῦν τὰ σώματα ὁρᾶται τὰ τῶν παντελῶς γερόντων ἐνδεδωκότα καὶ λαγαρά· ὅσοι δαὖ παχεῖς γέροντες ὑπὸ πλούτου καὶ τρυφῆς, ἰσχυροῦ μὲν οὐδενὸς προσόντος ἔτι, πιμελῆς δὲ ἀντὶ τῶν σαρκῶν, εὐτραφεῖς δὴ ὁρῶνται καὶ νεώτεροι τοῖς πολλοῖς.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up