Dio Chrysostom Orationes
EN Lat Orig
(1)περὶ ΒΑΣΙΛΕΙΑΣ α. (2)περὶ ΒΑΣΙΛΕΙΑΣ β. (3)περὶ ΒΑΣΙΛΕΙΑΣ γ. (4)περὶ ΒΑΣΙΛΕΙΑΣ δ. Oration 5: A Libyan Myth (6)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΤΥΡΑΝΝΙΔΟΣ (13)ΕΥΒΟΙΚΟΣ ἢ ΚΥΝΗΓΟΣ. (7)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΑΡΕΤΗΣ. (8)ΔΙΟΓΕΝΗΣ ἢ ΙΣΘΜΙΚΟΣ. (9)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΟΙΚΕΤΩΝ. (10)ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ. (11)Ὀλυμπικὸς ἢ περὶ τῆς πρώτης τοῦ θεοῦ ἐννοίας (12)ἐν ΑΘΗΝΑΙΣ περὶ ΦΥΓΗΣ. Oration 69: On Fondness for Listening Oration 70: On Retirement Oration 71: On Beauty Oration 72: On Peace and War Oration 73: That the Wise Man Is Happy Oration 74: On Happiness Oration 75: On the Daemon Oration 76: On Deliberation Oration 77: On Conversation at Banquets Oration 79: Melancomas II Oration 78: Melancomas I Oration 80: Charidemus Oration 14: The Rhodian Oration (15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ. Oration 16: 1st Tarsic Discourse Oration 17: 2nd Tarsic Discourse (35)ἐν ΚΕΛΑΙΝΑΙΣ τῆς ΦΡΥΓΙΑΣ. Oration 19: The Borysthenitic Discourse Oration 20: The Corinthian Oration Oration 21: To the Nicomedians on Concord with the Nicaeans Oration 22: On Concord in Nicaea Oration 23: On Concord with the Apameans Oration 24: To the Apameans on Concord Oration 25: A Discourse in His Homeland Oration 26: A Political Address in His Homeland Oration 27: A Complimentary Address to His Homeland Oration 28: An Account of His Relations with His Homeland Oration 29: Before Philosophising in His Homeland Oration 30: A Public Address in His Homeland Oration 31: A Political Address in the Assembly Oration 32: Renunciation of Office before the Council Oration 33: On Public Works before the Council Oration 34: To Diodorus Oration 35: On Aeschylus, Sophocles, and Euripides Oration 36: On Homer Oration 37: On Socrates Oration 38: On Homer and Socrates Oration 39: Agamemnon, or On Kingship Oration 40: Nestor Oration 41: Achilles Oration 42: Philoctetes Oration 43: Nessus, or Deianira Oration 44: Chryseis Oration 45: On Kingship and Tyranny Oration 46: On Fortune I Oration 47: On Fortune II Oration 48: On Fortune III Oration 49: On Reputation I Oration 50: On Reputation II Oration 51: On Reputation III Oration 52: On Virtue Oration 53: On Philosophy Oration 54: On the Philosopher Oration 55: On Personal Appearance Oration 56: On Trust Oration 57: On Distrust Oration 58: On Law Oration 59: On Custom Oration 60: On Envy Oration 62: On Wealth Oration 63: To the Cilicians on Freedom Oration 64: On Slavery and Freedom I Oration 65: On Slavery and Freedom II Oration 66: On Grief Oration 67: On Greed Oration 68: On the Practice of Oratory
Oration 76: On Deliberation
§1 Πάλαι καθήμενος καὶ ὑμῶν ἀκούων, ὅτε πολλὰς ὥρας διετρίβετε παρά τινι τῶν πολιτικῶν βουλευόμενοι περί τινων πραγμάτων σκοπῶ παρἐμαυτῷ καὶ ἀναζητῶ τί ἐστι τοῦτο φατε βουλεύεσθαι αὐτὸ δὴ τὸ βουλεύεσθαι; ἆρα γὰρ περὶ τούτου τις βουλεύεται τοῦ πράγματος οἶδέ τε καὶ ἐπίσταται; — Οὐ δοκεῖ μοι περὶ ὧν τις οἶδε, περὶ τούτων βουλεύεσθαι, ἀλλὰ ἤδη εἰδέναι. — Τί δαί; οὐκ οἶδεν οὐδὲ ἐπίσταται, περὶ τούτων ὥσπερ διαμαντευόμενος καὶ ἀναζητῶν γνῶναι οὐκ οἶδεν; — Οὐ δοκεῖ μοι οὐδὲ οὗτος δύνασθαι βουλεύεσθαι περὶ τούτων περὶ ὧν οὐδεμίαν ἐπιστήμην ἔχει. —
§2 Ὅρα οὖν μὴ τοιόνδε τι τὸ βουλεύεσθαι ὥστε τινὰ μὲν εἰδέναι, τινὰ δὲ ἀγνοεῖν, καὶ τοῦτο περὶ οὗ βουλεύονται ἄνθρωποι; ἵνα δὲ μᾶλλον τῷ λόγῳ παρακολουθήσωμεν, διεἰκόνος τινὸς ἐπιδείξομεν αὐτό. ὑποτιθέμεθα γὰρ εἰδέναι μὲν ἡμᾶς Χαρικλέα καὶ Χαρίξενον, ὅπου δὲ οἰκοῦσιν ἀγνοεῖν, στοχάζεσθαι δὲ περὶ τῆς οἰκίας αὐτοῖν,
§3 μὴ ἄρα τοῦτο τὸ βουλεύεσθαι ὥστε ἐξ ὧν οἴδαμεν, ἐκ τούτων καὶ περὶ ὧν οὐδέπω ἴσμεν τεκμαίρεσθαι· καθάπερ οἱ ἀρτιάζοντες ἴσασι μὲν ὅτι ἐν ταῖς χερσὶν ἔχουσιν οἱ προκαλεσάμενοι αὐτοὺς χρῆμα, οὐ μέντοι ὅτι τοσοῦτον, ἀλλἐνίοτε καὶ ἐπέτυχον εἰπεῖν, καὶ οὕτω δὴ κρατήσαντες ἀπηλλάγησαν. μὴ ἄρα καὶ τὸ βουλεύεσθαι τοιοῦτον , ὥστε εἰδέναι μέν τιτὰ δὲ ἄλλα, ὅσα ἀγνοοῦμεν, στοχασάμενοι ἐνίοτε αὐτομάτως ἐπετύχομεν καὶ μετοὐδεμιᾶς ἐπιστήμης.
§4 Φέρε γὰρ ἴδωμεν ὁποῖόν ἐστι τὸ πρᾶγμα. τὰ ὄντα καὶ ἔστι καὶ ἐγένετο καὶ ὑφέστηκε, τὰ δὲ μὴ ὄντα οὔτε ἔστιν οὔτε ἐγένετο οὔτε ὑφέστηκεν. οὐ δεῖ μὲν οὖν περὶ τῶν ἤδη ὄντων· ἔστι γὰρ καὶ οὐδὲν ὄφελος περὶ τῶν γεγονότων καὶ ὑφεστηκότων βουλεύεσθαι· τί γὰρ καὶ βουλευσόμεθα περὶ αὐτῶν; ἵνα μὴ γένηται τὰ γεγονότα; οὐ δύναται μὴ γεγονέναι. ἀλλἵνα μὴ τὰ ὄντα; πῶς δυνάμεθα ποιῆσαι μὴ εἶναι; οὕτως ὡς ἐγένετο; ἀλλἵνα μὴ ὑφεστήκῃ; πᾶν τὸ ὂν ὑπόστασιν ἔχει. ἀλλὰ περὶ μὲν τῶν ὄντων τί ἄν τις καὶ βουλεύοιτο;
§5 περὶ τίνων οὖν βουλευόμεθα; περὶ τῶν μὴ ὄντων, ὡς λόγος ὑποδείκνυσι· τὰ δὲ μὴ ὄντα οὔτε ἔστιν οὔτε γέγονεν οὔτε ὑφέστηκεν. περὶ τῶν οὐκ ὄντων οὖν τίς δύναται βουλεύεσθαι καὶ περὶ τῶν οὐχ ὑφεστώτων; τὸ γὰρ οὐκ ὂν οὐδέν ἐστι. περὶ δὲ τοῦ οὐκ ὄντος οὐδεὶς δύναται βουλεύεσθαι. οὐδεὶς ἄρα δύναται βουλεύεσθαι περὶ τῶν μὴ ὄντων. γὰρ βουλὴ ἐπί τινί ἐστιν. τὸ δὲ μὴ ὂν οὔ τί ἐστιν. οὐκ ἄρα οὐδὲ τὸ βουλεύεσθαι περὶ τῶν μὴ ὄντων δύναιτἂν εἶναι.
§6 Τί οὖν; ἄμουσος καὶ ἀνεπιστήμων ἁρμονίας καὶ μέλους καὶ ῥυθμοῦ καὶ τῆς τούτων τάξεως καὶ κινήσεως δύναιτἂν καλῶς βουλεύσασθαι περὶ μουσικῆς καὶ τῶν ἔργων τῶν κατὰ μουσικήν; — Οὐδαμῶς. — Τί δέ; γεωμετρίας ἄπειρος περὶ σώματος καὶ μήκους καὶ πλάτους καὶ βάθους βουλευόμενος ἂν καλῶς βουλεύοιτο; — Οὐδὲ οὗτος. — Τί δέ; νεὼς ἄρχειν οὐκ ἐπιστάμενος περὶ νεὼς ἀρχῆς καὶ ἔργων κυβερνητικῶν ἱκανῶς ἂν βουλευόμενος βουλεύοιτο; —
§7 Οὐδὲ οὗτος. — Ὅστις ἄρα οὐδὲν ἱκανῶς περὶ οὐδενὸς οὔτε πεπαίδευται οὔτε οἶδεν, οὗτος οὐδὲ βουλεύσασθαι περὶ τούτων ἱκανός ἐστιν; χρὴ οὖν ἐπιμελεῖσθαι μάλιστα φρονήσεως καὶ παιδείας, ἵνα ἡμῖν ῥᾴδιον περὶ ἁπάντων πραγμάτων βουλεύεσθαι καὶ εἰδέναι τὸ συνοῖσον ἑκάστῃ βουλῇ καὶ μὴ διαμαρτάνειν, ἀλλὰ καθάπερ οἱ μουσικοὶ καὶ οἱ γεωμέτραι καὶ οἱ κυβερνῆται περὶ τῶν ἰδίων ἔργων οὐκ ἀτέχνως σκέπτονται καὶ ἅπαντες οἱ περί τι δεινοὶ καὶ συνεῖναι περὶ αὐτῶν ἱκανοί εἰσιν, οὕτω δὴ καὶ ἡμεῖς περὶ τῶν ἰδίων ἱκανοὶ ὦμεν βουλεύεσθαι καὶ λέγειν.
§8 ἄτοπον γὰρ τοὺς μὲν ἀρτιάζοντας σύνεσιν ἐπιδείκνυσθαι, καὶ ταῦτα εἰκάζοντας καὶ μὴ ὁρῶντας τοῦτο περὶ οὗ ἀποφαίνονται, τοὺς δὲ περὶ πραγμάτων βουλευομένους μήτε ξύνεσιν μήτε ἐπιστήμην μήτε ἐμπειρίαν ἐπιδείκνυσθαι, καὶ τούτων ἐνίοτε τῶν μεγίστων ὄντων, περὶ ὁμονοίας καὶ φιλίας οἰκιῶν καὶ πόλεων καὶ περὶ εἰρήνης καὶ πολέμου καὶ περὶ κατοικισμοῦ καὶ περὶ κατοικίσεως, περί τε παίδων καὶ περὶ γυναικῶν.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up