Dio Chrysostom Orationes
EN Lat Orig
(1)περὶ ΒΑΣΙΛΕΙΑΣ α. (2)περὶ ΒΑΣΙΛΕΙΑΣ β. (3)περὶ ΒΑΣΙΛΕΙΑΣ γ. (4)περὶ ΒΑΣΙΛΕΙΑΣ δ. Oration 5: A Libyan Myth (6)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΤΥΡΑΝΝΙΔΟΣ (13)ΕΥΒΟΙΚΟΣ ἢ ΚΥΝΗΓΟΣ. (7)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΑΡΕΤΗΣ. (8)ΔΙΟΓΕΝΗΣ ἢ ΙΣΘΜΙΚΟΣ. (9)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΟΙΚΕΤΩΝ. (10)ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ. (11)Ὀλυμπικὸς ἢ περὶ τῆς πρώτης τοῦ θεοῦ ἐννοίας (12)ἐν ΑΘΗΝΑΙΣ περὶ ΦΥΓΗΣ. Oration 69: On Fondness for Listening Oration 70: On Retirement Oration 71: On Beauty Oration 72: On Peace and War Oration 73: That the Wise Man Is Happy Oration 74: On Happiness Oration 75: On the Daemon Oration 76: On Deliberation Oration 77: On Conversation at Banquets Oration 79: Melancomas II Oration 78: Melancomas I Oration 80: Charidemus Oration 14: The Rhodian Oration (15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ. Oration 16: 1st Tarsic Discourse Oration 17: 2nd Tarsic Discourse (35)ἐν ΚΕΛΑΙΝΑΙΣ τῆς ΦΡΥΓΙΑΣ. Oration 19: The Borysthenitic Discourse Oration 20: The Corinthian Oration Oration 21: To the Nicomedians on Concord with the Nicaeans Oration 22: On Concord in Nicaea Oration 23: On Concord with the Apameans Oration 24: To the Apameans on Concord Oration 25: A Discourse in His Homeland Oration 26: A Political Address in His Homeland Oration 27: A Complimentary Address to His Homeland Oration 28: An Account of His Relations with His Homeland Oration 29: Before Philosophising in His Homeland Oration 30: A Public Address in His Homeland Oration 31: A Political Address in the Assembly Oration 32: Renunciation of Office before the Council Oration 33: On Public Works before the Council Oration 34: To Diodorus Oration 35: On Aeschylus, Sophocles, and Euripides Oration 36: On Homer Oration 37: On Socrates Oration 38: On Homer and Socrates Oration 39: Agamemnon, or On Kingship Oration 40: Nestor Oration 41: Achilles Oration 42: Philoctetes Oration 43: Nessus, or Deianira Oration 44: Chryseis Oration 45: On Kingship and Tyranny Oration 46: On Fortune I Oration 47: On Fortune II Oration 48: On Fortune III Oration 49: On Reputation I Oration 50: On Reputation II Oration 51: On Reputation III Oration 52: On Virtue Oration 53: On Philosophy Oration 54: On the Philosopher Oration 55: On Personal Appearance Oration 56: On Trust Oration 57: On Distrust Oration 58: On Law Oration 59: On Custom Oration 60: On Envy Oration 62: On Wealth Oration 63: To the Cilicians on Freedom Oration 64: On Slavery and Freedom I Oration 65: On Slavery and Freedom II Oration 66: On Grief Oration 67: On Greed Oration 68: On the Practice of Oratory
Oration 39: Agamemnon, or On Kingship
§1 Δ. Πότερα βούλει περὶ Ἀγαμέμνονος ἀκούειν φρονίμους λόγους, ἀφὧν ἔστιν ὠφεληθῆναι τὴν διάνοιαν, λυπεῖ σε Ἀγαμέμνων Ἀτρέως ὀνομαζόμενος ἐν τοῖς λόγοις; — Οὐδεἰ περὶ Ἀδράστου τοῦ Ταλαοῦ λέγοις Ταντάλου Πέλοπος, ἀχθοίμην ἄν, εἰ μέλλω βελτίων ἔσεσθαι. — Δ. Καὶ μὴν ἀνεμνήσθην ἔναγχος λόγων τινῶν, οἷς λέγοιμἄν, εἴ μοι ἐρωτῶντι ἐθέλοις ἀποκρίνασθαι. —
§2 Λέγε ὡς ἀποκρινουμένου. — Δ. Εἰσί τινες ἀνθρώπων ἄρχοντες; ὥσπερ ἕτεροι μὲν αἰγῶν, ἕτεροι δὲ ὑῶν, οἱ δέ τινες ἵππων, οἱ δὲ καὶ βοῶν, ξύμπαντες οὗτοι οἱ καλούμενοι κοινῇ ποιμένες· οὐκ ἀνέγνωκας τοῦτο τὸ ἔπος Κρατίνου· ποιμὴν καθέστηκ̓, αἰπολῶ καὶ βουκολῶ; — Οὐκ ἂν ἔχοιμί σοι εἰπεῖν, εἰ ποιμένας ἄμεινον ὀνομάζειν σύμπαντας τοὺς τῶν ζῴων νομέας. — Δ. Οὐ μόνον γε τῶν ἀλόγων, ἄριστε, ἀλλὰ καὶ ἀνθρώπων, εἴ τι χρὴ Ὁμήρῳ πείθεσθαι περὶ τούτων. ἀλλὰ τί οὐκ ἀπεκρίνω τὸ ἐξ ἀρχῆς ἐρώτημα; — Τὸ ποῖον; —
§3 Δ. Εἰπέ, εἰσί τινες ἀνθρώπων ἄρχοντες; — Πῶς γὰρ οὐκ εἰσί; — Δ. Τίνες οὗτοι; τίνας αὐτοὺς ἐπονομάζεις; λέγω δὲ οὐ τοὺς ἐν πολέμῳ στρατιωτῶν ἄρχοντας, (στρατηγοὺς γὰρ ὀνομάζειν εἰώθαμεν τοὺς ἁπάσης τῆς στρατιᾶς ἡγεμόνας· ὥσπερ γε καὶ κατὰ μέρος μὲν λόχου ἄρχων καλεῖται λοχαγός, δὲ τάξεως ταξίαρχος, δὲ τοῦ ναυτικοῦ ναύαρχος, δὲ μιᾶς τριήρους τριήραρχος· καὶ ἄλλοι εἰσὶν οὕτως καλούμενοι πλείους ἐν τοῖς πολέμοις ἄρχοντες κατὀλίγους, ὅτι πλείστης προνοίας τότε καὶ ἡγεμονίας οἱ ἄνθρωποι δέονται)
§4 οὐδέ γε τῶν χορῶν τοὺς κορυφαίους τυγχάνω πυνθανόμενος, οἵτινες καλοῦνται, τοὺς σημαίνοντας τοῖς ᾅδουσι καὶ μέλος ἐνδιδόντας, οὐδὲ τοὺς τῶν συμποσίων ἡγεμόνας, οὐδεἴ τινες ἄλλοι μέρους ἀνθρώπων πρὸς μίαν πρᾶξιν χρόνον ῥητὸν ἐπιμέλειάν τινα ἀρχὴν λαμβάνουσιν· ἀλλὰ τοὺς αὐτό γε τῶν ἀνθρώπων ἄρχοντας πολιτευομένων καὶ γεωργούντων, ἂν οὕτως τύχωσι, καὶ βιούντων ἁπλῶς, ὡς Κῦρός τε Περσῶν ἦρχε καὶ Μήδων Δηιόκης καὶ Ἕλλην τῶν διαὐτὸν ὀνομασθέντων καὶ Αἰόλος Αἰολέων καὶ Δῶρος Δωριέων καὶ Νόμας Ῥωμαίων καὶ Δάρδανος Φρυγῶν.
§5 Ἀλλοὐδὲν ἤρου χαλεπόν· πάντες γὰρ οὗτοι, οὓς σὺ νῦν ὀνομάζεις, βασιλεῖς ἐκαλοῦντο καὶ ἦσαν· καὶ ἀρχὴ αὕτη, ἣν λέγεις, τὸ καθόλου ἀνθρώπων ἄρχειν καὶ ἐπιτάττειν ἀνθρώποις ἀνυπεύθυνον ὄντα βασιλεία καλεῖται. — Δ. Σὺ ἄρα οὐχ ἡγῇ βασιλείαν τὴν τῶν Ἡρακλειδῶν ἐν Λακεδαίμονι τοσοῦτον βασιλευσάντων χρόνον; ἐκεῖνοι γὰρ οὐ πάντα ἔπραττον ὡς αὐτοῖς ἐδόκει, ἀλλὰ περὶ πολλῶν ὑπήκουον τοῖς ἐφόροις,
§6 ὅτε κατέστη τοῦτο τὸ ἀρχεῖον ἐν Σπάρτῃ, Θεοπόμπου βασιλεύοντος πρὸς ἐνιαυτόν, οὐδὲν ἧττον ἐκράτουν τῶν βασιλέων· ὥστε καὶ Παυσανίαν τὸν Κλεομβρότου τὸν νικήσαντα Πλαταιᾶσιν ἐβούλοντο μὲν εἰς τὴν εἱρκτὴν ἐμβαλεῖν, καταφυγόντα δὲ εἰς τὸ τῆς Ἀθηνᾶς ἱερὸν αὐτοῦ ἀπέκτειναν, καὶ οὐδὲν αὐτὸν ὤνησεν οὔτε ὅτι γένους ἦν τῶν Ἡρακλειδῶν οὔτε ὅτι παῖδα ἐπετρόπευεν οὔτε ὅτι τῆς Ἑλλάδος ἁπάσης ἡγήσατο, οὐ μόνον τῆς Σπάρτης.
§7 ὕστερον δὲ Ἀγησίλαον πολεμοῦντα βασιλεῖ τῷ μεγάλῳ καὶ περὶ Σάρδεις νενικηκότα μάχῃ καὶ κρατήσαντα πάσης τῆς κάτω Ἀσίας ὑπηρέτην πέμψαντες ἐκάλουν παραὑτούς· καὶ ὃς οὐδεμίαν ἡμέραν ἀνεβάλετο, τοσούτων μὲν Ἑλλήνων, τοσούτων δὲ βαρβάρων γεγονὼς κύριος. οὐκ ἄρα ὑπῆρχε βασιλεὺς τῆς Σπάρτης Ἀγησίλαος, ὃς ὑπήκουεν ἑτέροις ἄρχουσιν; — Καὶ πῶς ἂν εἶεν οὗτοι βασιλεῖς πρὸς τὸν ἀκριβῆ περὶ τῆς βασιλείας λόγον; —
§8 Δ. Ἆρα οὐδὲ Ἀγαμέμνονα ἐν Ἰλίῳ φήσεις βασιλεύειν Ἀργείων τε καὶ Ἀχαιῶν, ὅτι εἶχε τῆς ἀρχῆς ἐπίτροπον ἄνδρα πρεσβύτερον, Νέστορα τὸν Πύλιον; κἀκείνου κελεύοντος τὸ τεῖχος ᾠκοδομήθη τὸ περὶ τὰς ναῦς καὶ τὴν τάφρον περιεβάλοντο ἔρυμα τοῦ ναυστάθμου, καὶ διεῖλεν εἰς τάξεις τὸν στρατὸν Ἀγαμέμνων, πρότερον, ὡς ἔοικεν, εἰκῇ μαχόμενον, πεζούς τε καὶ ἱππέας, φύρδην ἁπάντων ἀναμεμιγμένων, Πυλίων τε καὶ Ἀργείων καὶ Ἀρκάδων καὶ Βοιωτῶν; δὲ Νέστωρ ὕστερον αὐτῷ προσέταξε κατὰ φῦλα διαιρεῖν τὸν στρατόν, ὡς φρήτρη φρήτρῃφιν ἀρήγῃ, φῦλα δὲ φύλοις.
§9 οὕτω δὲ καὶ τῶν ἡγεμόνων, ἔφη, γνώσῃ τούς τε ἀγαθοὺς καὶ τοὺς κακούς· εἰ δὲ τῶν ἡγεμόνων, δῆλον ὅτι καὶ τῶν στρατιωτῶν· ἅμα διδάσκων τῆς ὠφελείας τὸ μέγεθος. — Καὶ τί βουλόμενος οὕτως ἐποίει; — Δ. Ἵνα ἐπίστηται καὶ τελευτήσαντος αὐτοῦ τὴν στρατηγικὴν τέχνην Ἀγαμέμνων. οὕτως δὲ πάνυ ἦν κατήκοος τοῦ Νέστορος, ὥστε οὐ μόνον, εἴ τι προσέταττεν αὐτὸς παρών, τοῦτο ἐποίει προθύμως, ἀλλοὐδὲ εἴ τι ὄναρ ᾠήθη Νέστορα λέγειν, οὐκ ἂν οὐδὲ τοῦτο παρέλειπε. τὸ γοῦν ὄναρ τὸ περὶ τῆς μάχης οὕτως ἐξηπάτησεν αὐτόν, Νέστορι ἀπεικασθέν.
§10 οὐ μόνον δὲ τῷ Νέστορι ὑπήκουε δοκοῦντι φρονιμωτάτῳ τῶν Ἀχαιῶν, ἀλλοὐδὲ ἄνευ τῶν γερόντων οὐδὲν ἔπραττεν. ὁπότε γοῦν ἔμελλεν ἐξάγειν τὸν στρατὸν τῷ ἐνυπνίῳ πεισθείς, οὐ πρότερον ἐξήγαγε πρὶν βουλὴ τῶν γερόντων ἐκάθισε παρὰ τῇ νηὶ τῇ Νέστορος. οὐδὲ τὴν πεῖραν, ἣν ἐβούλετο λαβεῖν τοῦ πλήθους, εἰ ἔτι μένειν ἐβούλετο καὶ διαπολεμεῖν τοῦ Ἀχιλλέως μηνίοντος, οὐκ ἄλλως ἐπειράθη, πρὶν εἰς τὴν βουλὴν πρῶτον εἰσήγγειλεν. οἱ δὲ πολλοὶ τῶν δημαγωγῶν ἀπροβούλευτα ψηφίσματα οὐκ ὀκνοῦσιν εἰς τὸν δῆμον εἰσφέρειν. ἐκεῖνος δὲ μετὰ τῶν γερόντων βουλευσάμενος οὕτως ἐμέμνητο εἰς τὸ πλῆθος περὶ τῆς καταστάσεως τοῦ πολέμου. —
§11 Τοῦτο μὲν οὐδὲν ἄτοπον, εἰ βασιλεὺς ὢν μετεδίδου λόγου τοῖς ἄλλοις καὶ σύμβουλον εἶχε διὰ γῆρας πιστευόμενον, αὐτὸς ὢν κύριος ἁπάντων τῶν πραγμάτων. ἐπεὶ διὰ τί τὰ περὶ τὴν Βρισηίδα οὕτως ἐποίησεν οὐ πεισθεὶς τῷ Νέστορι τῷ βελτίστῳ; — Δ. Ὥσπερ δὴ καὶ πολλοὶ τῶν ἰδιωτῶν οὐ πειθόμενοι τοῖς ἄρχουσιν οὐδὲ τοῖς νόμοις πολλὰ πράττουσι παρανόμως, ὑπὲρ ὧν καὶ τὰς εὐθύνας ὑπέχουσιν· οὐκοῦν ἀχθέντες εἰς τὸ δικαστήριον τὴν ἀρχὴν ζημιοῦνται ἧς ἂν ἕκαστοι δοκῶσιν ἄξιοι ζημίας; —
§12 Πάνυ γε. — Δ. Τί οὖν; Ἀγαμέμνων οὐ δοκεῖ σοι τότε ἀπειθήσας ὕστερον εὐθύνεσθαι ὑπὸ τοῦ Νέστορος, ὁπηνίκα αὐτοῦ κατηγορεῖ τῆς πράξεως ἐκείνης ἐν τοῖς φρονιμωτάτοις τῶν συμμάχων, τοῖς ἡγεμόσιν αὐτοῖς τίμημα ἐπάγων , τι χρὴ παθεῖν ἀποτῖσαι, κατηγορίαν χαλεπωτάτην, ἅτε δεινὸς ὢν ῥήτωρ, λέγων ὅτι πάλαι βαρέως ἔχει τοῖς πράγμασιν·
§13 ἐξέτι τοῦ, ὅτε, διογενές, Βρισηίδα κούρην χωομένου Ἀχιλῆος ἔβης κλισίηθεν ἀπούρας οὔτι καθἡμέτερόν γε νόον. μάλα γάρ τοι ἔγωγε πόλλἀπεμυθεόμην· σὺ δὲ σῷ μεγαλήτορι θυμῷ εἴξας ἄνδρα φέριστον, ὃν ἀθάνατοί περ ἔτισαν, ἠτίμασσας· ἑλὼν γὰρ ἔχεις γέρας· ἀλλἔτι καὶ νῦν φραζώμεσθα.
§14 καὶ νὴ Δία γε οὐ μόνον αὐτὸν εὔθυνε τοῖς λόγοις, ἀλλὰ καὶ ζημίαν ἐπήγαγε τοῦ ἁμαρτήματος πασῶν βαρυτάτην. κελεύει γὰρ αὐτὸν δεηθῆναι τοῦ Ἀχιλλέως καὶ πάντα ποιεῖν, ὅπως πείσῃ τὸν ἄνδρα. καὶ ὃς ὑποτιμᾶται χρημάτων τὸ πρῶτον, ὥσπερ οἱ ἁλόντες τοῖς δικαστηρίοις, ὅσα φησὶν ἀποτῖσαι δύνασθαι ἀντὶ τῆς ὕβρεως καὶ τά τε ἄλλα καὶ ὅρκον ὑποδέχεται ὀμόσειν σφαγίων γενομένων περὶ τῆς Βρισηίδος, μὴν αὐτῆς μηδὲ ἅψασθαι λαβών·
§15 ἀντὶ δὲ τοῦ μόνον μεταγαγεῖν ἀπὸ σκηνῆς ἐπὶ σκηνὴν χρυσίον ἐπαγγέλλεται δώσειν πολὺ καὶ ἵππους καὶ τρίποδας καὶ λέβητας καὶ γυναῖκας καὶ πόλεις· τελευταῖον δέ, ὡς οὐκ ὂν ἱκανόν, τῶν θυγατέρων τριῶν οὐσῶν ἣν ἂν βούληται συνοικιεῖν· ὅπερ οὐδεὶς πώποτε κατεκρίθη παθεῖν, ἀντὶ θεραπαίνης, καὶ ταύτης αἰχμαλώτου, μηδὲν παθούσης, ἀναγκάσαι συνοικίσαι τὴν θυγατέρα ἐπὶ προικὶ μεγάλῃ ἄνευ ἕδνων. καίτοι τῆς δίκης ταύτης οὐδεμίαν ἴσμεν ἰδιωτικὴν δίκην πικρότερον κριθεῖσαν.
§16 ἆρά σοι δοκεῖ πρὸς θεῶν ἀνυπεύθυνος ἄρχειν Ἀγαμέμνων τῶν Ἑλλήνων, ἀλλοὐ πάνυ ἀκριβεῖς ὑπέχειν εὐθύνας ἁπάντων ὧν ἔπραττεν; περὶ μὲν δὴ τούτων αὐτοῦ τὸν λόγον ἐάσωμεν, χθὲς ἱκανῶς εἰρημένον, ἐπἄλλον δέ τινα ἴωμεν. — Μὴ πρὸς θεῶν, ἀλλὰ πειράθητι πάντα εἰπεῖν ὅσα ἔχεις ὑπὲρ τοῦ αὐτοῦ πράγματος, ὡς ἐγὼ μόλις ἀρτίως συνίημι τοῦ λόγου τὴν ὑπόθεσιν. οἶμαι γάρ σε περὶ ἀρχῆς βασιλείας τοιοῦτόν τι βούλεσθαι λέγειν.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up