Dio Chrysostom Orationes
EN Lat Orig
(1)περὶ ΒΑΣΙΛΕΙΑΣ α. (2)περὶ ΒΑΣΙΛΕΙΑΣ β. (3)περὶ ΒΑΣΙΛΕΙΑΣ γ. (4)περὶ ΒΑΣΙΛΕΙΑΣ δ. Oration 5: A Libyan Myth (6)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΤΥΡΑΝΝΙΔΟΣ (13)ΕΥΒΟΙΚΟΣ ἢ ΚΥΝΗΓΟΣ. (7)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΑΡΕΤΗΣ. (8)ΔΙΟΓΕΝΗΣ ἢ ΙΣΘΜΙΚΟΣ. (9)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΟΙΚΕΤΩΝ. (10)ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ. (11)Ὀλυμπικὸς ἢ περὶ τῆς πρώτης τοῦ θεοῦ ἐννοίας (12)ἐν ΑΘΗΝΑΙΣ περὶ ΦΥΓΗΣ. Oration 69: On Fondness for Listening Oration 70: On Retirement Oration 71: On Beauty Oration 72: On Peace and War Oration 73: That the Wise Man Is Happy Oration 74: On Happiness Oration 75: On the Daemon Oration 76: On Deliberation Oration 77: On Conversation at Banquets Oration 79: Melancomas II Oration 78: Melancomas I Oration 80: Charidemus Oration 14: The Rhodian Oration (15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ. Oration 16: 1st Tarsic Discourse Oration 17: 2nd Tarsic Discourse (35)ἐν ΚΕΛΑΙΝΑΙΣ τῆς ΦΡΥΓΙΑΣ. Oration 19: The Borysthenitic Discourse Oration 20: The Corinthian Oration Oration 21: To the Nicomedians on Concord with the Nicaeans Oration 22: On Concord in Nicaea Oration 23: On Concord with the Apameans Oration 24: To the Apameans on Concord Oration 25: A Discourse in His Homeland Oration 26: A Political Address in His Homeland Oration 27: A Complimentary Address to His Homeland Oration 28: An Account of His Relations with His Homeland Oration 29: Before Philosophising in His Homeland Oration 30: A Public Address in His Homeland Oration 31: A Political Address in the Assembly Oration 32: Renunciation of Office before the Council Oration 33: On Public Works before the Council Oration 34: To Diodorus Oration 35: On Aeschylus, Sophocles, and Euripides Oration 36: On Homer Oration 37: On Socrates Oration 38: On Homer and Socrates Oration 39: Agamemnon, or On Kingship Oration 40: Nestor Oration 41: Achilles Oration 42: Philoctetes Oration 43: Nessus, or Deianira Oration 44: Chryseis Oration 45: On Kingship and Tyranny Oration 46: On Fortune I Oration 47: On Fortune II Oration 48: On Fortune III Oration 49: On Reputation I Oration 50: On Reputation II Oration 51: On Reputation III Oration 52: On Virtue Oration 53: On Philosophy Oration 54: On the Philosopher Oration 55: On Personal Appearance Oration 56: On Trust Oration 57: On Distrust Oration 58: On Law Oration 59: On Custom Oration 60: On Envy Oration 62: On Wealth Oration 63: To the Cilicians on Freedom Oration 64: On Slavery and Freedom I Oration 65: On Slavery and Freedom II Oration 66: On Grief Oration 67: On Greed Oration 68: On the Practice of Oratory
Oration 25: A Discourse in His Homeland
§1 Ὅπως μὲν ὑμεῖς διανοεῖσθε περὶ ἐμοῦ καὶ τῆς ἐμῆς εἴτε σοφίας εἴτε ἀμαθίας οὐ δύναμαι ξυμβαλεῖν, πότερον ὄντως ἐπιθυμεῖτε τῶν λόγων, ὡς ἀκουσόμενοί τι θαυμαστὸν καὶ τοιοῦτον ὁποῖον οὐκ ἂν ἑτέρου τῶν νῦν, τοὐναντίον, ὡς ἐμὲ ἐξελέγξοντες καὶ ἀποδείξοντες οὐθὲν μέγα οὐδὲ σπουδαῖον ἐπιστάμενον.
§2 εἰ μὲν γὰρ οὕτως ἔχετε, θαρρῶν ὑμῖν παρέχω ἐμαυτόν, ἵνα ἐμπλήσητε τὴν προθυμίαν· εἰ δὲ μή, φοβοῦμαι τὴν ἐναντίαν δόξαν, μήποτε ἀκούσαντες ἔπειτα οὐ δικαίως ἐμοῦ καταγνῶτε, ὅτι αὐτοὶ οὐκ ὀρθῶς ἐδόξατε. οὐδέποτε γὰρ οὐδενὶ ἔγωγε τοῦτο ὑπεσχόμην, ὡς ἱκανὸς ὢν λέγειν φρονεῖν πλέον τι γιγνώσκειν τῶν πολλῶν, ἀλλὑπὲρ αὐτοῦ τούτου διαμαχόμενος ἑκάστοτε καὶ ἀντιλέγων τοῖς ἀξιοῦσιν ἔπειτα εἰς τὸ λέγειν καθίσταμαι· καὶ πολλοὶ τοῦτο αὐτὸ ἐπίδειξιν ἡγήσαντο.
§3 ὅμως δὲ καὶ αὐτὸς ἑτέραν καὶ ἑτέραν λαμβάνω ὁδόν. ὅταν μὲν γὰρ εἰς ἐμαυτὸν ἀπίδω καὶ τὴν ἀπειρίαν τὴν ἐμαυτοῦ, περὶ πάντα μὲν ἁπλῶς, μάλιστα δὲ τὴν περὶ τοὺς λόγους, ὡς ἰδιώτης ὢν διανοοῦμαι καὶ τὸ λοιπὸν ἰδιώτου βίον βιωσόμενος· ὅταν δὲ εἰς τοὺς σπουδάζοντας καὶ παρακαλοῦντας, ὑπονοεῖν ἐμαυτὸν ἀναγκάζομαι, μὴ ἄρα τι τῶν ἐμῶν λόγου ἄξιον καὶ λανθάνω πεπονθὼς τὸ αὐτὸ ἐνίοις τῶν ζῴων, χρήσιμα ὄντα τοῖς ἀνθρώποις καὶ δύναμίν τινα ἔχοντα ἐν αὑτοῖς πρὸς ἴασιν νοσημάτων ἤτοι χολῆς αἵματος πιμελῆς τριχῶν οὐκ ἴσασιν, οἱ δὲ ἄνθρωποι εἰδότες διώκουσιν αὐτὰ καὶ πειρῶνται πάντα τρόπον συλλαβεῖν, οὐ τῶν κρεῶν ἕνεκεν, ἀλλἐκείνης τῆς δυνάμεως.
§4 μὴ ἄρα κἀμὲ ἀναγκάζουσιν ἑκάστοτε λέγειν, οὐδὲν δεόμενοι τῶν λόγων, ἀλλἑτέρου τινός. οὐδὲ γὰρ ἐκεῖνο δύναμαι ὑπονοῆσαι, ὅτι ἀγνοοῦντες δὴ καὶ ἀνήκοοι ὄντες ἐσπουδάκασιν, ὥσπερ ἀμέλει πολλοὶ πολλῶν διὰ τὴν ἄγνοιαν ἐπιθυμοῦσιν. πάντες γάρ, ὡς ἔπος εἰπεῖν, τοὺς μὲν ἐμοὺς λόγους ἐπίστανται καὶ διαφέρουσιν αὐτοὺς ἄλλοι ἀλλαχοῦ, ὥσπερ τὰ φαῦλα ᾅσματα οἱ παῖδες ἐν ταῖς πόλεσιν ᾅδουσι τὸ πρὸς ἑσπέραν· καὶ τοὺς ἐμοὺς λόγους σχεδὸν πάντες ἀλλήλοις ἀπαγγέλλουσιν, οὐχ ὅπως ἐρρήθησαν,
§5 ἀλλἔτι βελτίους ποιήσαντες κατὰ τὴν αὑτῶν δύναμιν, οἱ μὲν ἑκόντες ἐπανορθούμενοι καὶ δῆλον ὅτι αἰσχυνόμενοι τὸ μεμνῆσθαι τοιούτων ἀλλάττοντες καὶ μετατιθέντες πολλὰ καὶ κρείττονα, οἱ δὲ ἴσως καὶ ἄκοντες διὰ τὸ μὴ σφόδρα μεμνῆσθαι· ὥστε οὐκέτι ὀβολοῦ, καθάπερ εἶπέ τις, εὔπορον ἐκ τῆς ἀγορᾶς πρίασθαι τὴν ἐμὴν σοφίαν, ἀλλὰ κύψαντα ἀνελέσθαι χαμᾶθεν. σχεδὸν οὖν παραπλήσιον πεπόνθασιν οἱ ἐμοὶ λόγοι τῷ κεράμῳ τῷ Τενεδίῳ· καὶ γὰρ ἐκεῖθεν πᾶς μὲν παραπλέων ἐμβάλλεται κέραμον, οὐδεὶς δὲ ὑγιῆ διακομίζει ῥᾳδίως, ἀλλὰ οἱ πολλοὶ σαθρὸν ποιήσαντες συντρίψαντες ὄστρακα ἔχοντες λανθάνουσιν αὑτούς.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up