Dio Chrysostom Orationes
EN Lat Orig
(1)περὶ ΒΑΣΙΛΕΙΑΣ α. (2)περὶ ΒΑΣΙΛΕΙΑΣ β. (3)περὶ ΒΑΣΙΛΕΙΑΣ γ. (4)περὶ ΒΑΣΙΛΕΙΑΣ δ. Oration 5: A Libyan Myth (6)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΤΥΡΑΝΝΙΔΟΣ (13)ΕΥΒΟΙΚΟΣ ἢ ΚΥΝΗΓΟΣ. (7)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΑΡΕΤΗΣ. (8)ΔΙΟΓΕΝΗΣ ἢ ΙΣΘΜΙΚΟΣ. (9)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΟΙΚΕΤΩΝ. (10)ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ. (11)Ὀλυμπικὸς ἢ περὶ τῆς πρώτης τοῦ θεοῦ ἐννοίας (12)ἐν ΑΘΗΝΑΙΣ περὶ ΦΥΓΗΣ. Oration 69: On Fondness for Listening Oration 70: On Retirement Oration 71: On Beauty Oration 72: On Peace and War Oration 73: That the Wise Man Is Happy Oration 74: On Happiness Oration 75: On the Daemon Oration 76: On Deliberation Oration 77: On Conversation at Banquets Oration 79: Melancomas II Oration 78: Melancomas I Oration 80: Charidemus Oration 14: The Rhodian Oration (15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ. Oration 16: 1st Tarsic Discourse Oration 17: 2nd Tarsic Discourse (35)ἐν ΚΕΛΑΙΝΑΙΣ τῆς ΦΡΥΓΙΑΣ. Oration 19: The Borysthenitic Discourse Oration 20: The Corinthian Oration Oration 21: To the Nicomedians on Concord with the Nicaeans Oration 22: On Concord in Nicaea Oration 23: On Concord with the Apameans Oration 24: To the Apameans on Concord Oration 25: A Discourse in His Homeland Oration 26: A Political Address in His Homeland Oration 27: A Complimentary Address to His Homeland Oration 28: An Account of His Relations with His Homeland Oration 29: Before Philosophising in His Homeland Oration 30: A Public Address in His Homeland Oration 31: A Political Address in the Assembly Oration 32: Renunciation of Office before the Council Oration 33: On Public Works before the Council Oration 34: To Diodorus Oration 35: On Aeschylus, Sophocles, and Euripides Oration 36: On Homer Oration 37: On Socrates Oration 38: On Homer and Socrates Oration 39: Agamemnon, or On Kingship Oration 40: Nestor Oration 41: Achilles Oration 42: Philoctetes Oration 43: Nessus, or Deianira Oration 44: Chryseis Oration 45: On Kingship and Tyranny Oration 46: On Fortune I Oration 47: On Fortune II Oration 48: On Fortune III Oration 49: On Reputation I Oration 50: On Reputation II Oration 51: On Reputation III Oration 52: On Virtue Oration 53: On Philosophy Oration 54: On the Philosopher Oration 55: On Personal Appearance Oration 56: On Trust Oration 57: On Distrust Oration 58: On Law Oration 59: On Custom Oration 60: On Envy Oration 62: On Wealth Oration 63: To the Cilicians on Freedom Oration 64: On Slavery and Freedom I Oration 65: On Slavery and Freedom II Oration 66: On Grief Oration 67: On Greed Oration 68: On the Practice of Oratory
Oration 53: On Philosophy
§1 Δ. Φέρε, εἴ τινος ἀκούοις λέγοντος ὅτι βούλεται γεωργεῖν, μηδὲν δὲ πρὸς τοῦτο πράττοντα ὁρῴης αὐτόν, μήτε βοῦς ὠνούμενον τρέφοντα μήτε ἄροτρα κατασκευαζόμενον μήτε τὰ ἄλλα τὰ πρὸς τὴν γεωργίαν σκεύη, μηδὲ ἐνοικοῦντα ἐν ἀγρῷ αὐτὸν αὐτὸν μὴ κεκτημένον παρἄλλου μισθωσάμενον, ἀλλἐν ἄστει τὰ πολλὰ διατρίβοντα περὶ τὴν ἀγορὰν καὶ τὸ γυμνάσιον καὶ περὶ πότους ὄντα καὶ ἑταίρας καὶ τὴν τοιαύτην ῥᾳθυμίαν, πότερον προσέξεις οἷς λέγει μᾶλλον τοῖς πραττομένοις ὑπαὐτοῦ; καὶ πότερα φήσεις γεωργὸν εἶναι τὸν ἄνθρωπον καὶ ἐργάτην τῶν ἀργῶν καὶ ῥᾳθύμων; —
§2 Δῆλον ὅτι τῶν ἀργῶν. — Δ. Εἶεν· εἰ δὲ κυνηγέτης εἶναι λέγοι τις καὶ τὸν Ἱππόλυτον αὐτὸν Μελέαγρον ὑπερβάλλειν τῇ τε ἀνδρείᾳ καὶ τῇ φιλοπονίᾳ, μηδὲν δὲ φαίνοιτο πράττων ὅμοιον, μήτε κύνας κεκτημένος μήτε λίνα μήτε ἵππον μήτε ὅλως ἐπὶ θήραν ἐξιών, ἀλλὰ μήτε ὑπὸ ἡλίου τὸ σῶμα ἐπικεκαυμένος μήτε ψύχους ἀνέχεσθαι δυνάμενος, ἐσκιατραφημένος δὲ καὶ ἁπαλὸς καὶ μάλιστα ἐοικὼς ταῖς γυναιξίν, ἔσθὅπως ὑπολάβοις ἂν τἀληθῆ λέγειν τοῦτον καὶ προσήκειν τι αὐτῷ κυνηγεσίων; — Οὐκ ἔγωγε. —
§3 Δ. Ἄτοπον γὰρ ἀπὸ τῶν λόγων μᾶλλον, οὓς λέγει τις, ἀπὸ τῶν ἔργων εἰδέναι καὶ τεκμαίρεσθαι τὸν ἑκάστου βίον. εἰ δέ τις ἐπαγγέλλοιτο μὲν ὡς μουσικὴν ἄριστα ἐπιστάμενος καὶ περὶ τοῦτο διατρίβων, μήτε δὲ αὐτοῦ κιθαρίζοντος μηδεὶς πώποτε ἀκούσαι, ἀλλὰ μηδὲ κιθάραν λύραν ἔχοντα ὁρῴη τις, μήτε λόγον τινὰ διεξιόντα τῶν κατὰ μουσικὴν δίχα γε τῆς ἐπαγγελίας καὶ τοῦ ἐπίστασθαι φάσκειν τοῦ Ὀρφέως ἄμεινον καὶ τοῦ Θαμύρα, βλέποι δαὐτὸν ἀλεκτρυόνας ὄρτυγας θεραπεύοντα καὶ τρέφοντα καὶ μετὰ τῶν τοιούτων ἀνθρώπων ὡς τὸ πολὺ διατρίβοντα, πότερον τῶν μουσικῶν τοῦτον δεῖ ὑπολαμβάνειν τούτων τῶν ἀνθρώπων, μεθὧν ἐστι καὶ οἷς ταὐτὰ ἐπιτηδεύει; — Δῆλον ὅτι τούτων. —
§4 Δ. Ἐὰν δὲ ἀστρονόμος εἶναί τις ὑπισχνῆται καὶ σαφέστατα ἐπίστασθαι τὰς περιόδους καὶ πορείας καὶ τὰ ἀποστήματα πῶς ἔχουσι πρὸς ἄλληλα ἡλίου τε καὶ σελήνης καὶ τῶν τοιούτων ἄστρων καὶ τὰ οὐράνια πάθη, μηδὲν δὲ τοιοῦτον προῃρημένος μηδὲ περὶ ταῦτα φροντίζων, ἀλλὰ μᾶλλον συνὼν τοῖς κυβεύουσι καὶ μετἐκείνων ἑκάστοτε ζῶν καὶ βλεπόμενος, ἀστρονόμον τοῦτον φήσεις κυβευτήν; — Οὐ μὰ τὸν Δἴ ἀστρονομίας ἡγησαίμην ἂν ἔγωγε προσήκειν αὐτῷ τι, πολὺ δὲ μᾶλλον κυβείας. —
§5 Δύο δέ τινων τοῦ μὲν λέγοντος ὅτι πλευσεῖται τὴν ταχίστην καὶ πολλὰ κερδανεῖ χρήματα ἀπὸ ἐμπορίας, μήτε δὲ ναῦς μήτε ναύτας παρεσκευασμένου μήτε φόρτον ἔχοντος μηδένα, ἀλλὰ μηδὲ προσιόντος ὅλως τῷ λιμένι μηδὲ τῇ θαλάττῃ, τοῦ δὲ πραγματευομένου περὶ ταῦτα καὶ πλοῖον περισκοποῦντος καὶ κυβερνήτην καὶ χρήματα ἐμβαλλομένου· πότερον αὐτῶν φήσεις ἐμπορίᾳ προσέχειν τὸν νοῦν; τὸν λέγοντα τὸν πράττοντα καὶ παρασκευαζόμενον τὰ τοῦ πλοῦ καὶ τὰ τῆς ἐμπορίας; —
§6 Ἐγὼ μὲν τοῦτον. — Δ. Ἐπὶ παντὶ ἄρα τὸν μὲν λόγον, εἰ καθαὑτὸν λέγοιτο, μηδενὸς ἔργου προσόντος, ἄκυρον ἡγήσῃ καὶ οὐ πιστόν· τὸ δἔργον αὐτὸ πιστόν τε καὶ ἀληθές, ἐὰν καὶ μὴ προάγῃ λόγος; — Οὕτως. — Δ. Πότερον οὖν γεωργίας ἐστί τινα ἔργα καὶ παρασκευὴ καὶ ναυτιλίας καὶ ἄλλα τῷ κυνηγέτῃ προσήκοντα καὶ τῷ ἀστρονόμῳ καὶ ἐπὶ τοῖς ἄλλοις ἅπασι, φιλοσοφίας δὲ οὐδέν ἐστιν οἰκεῖον ἔργον οὐδὲ πρᾶγμα οὐδὲ παρασκευή; — Πάνυ μὲν οὖν. —
§7 Δ. Ἀλλὰ ταῦτα μὲν ἄδηλα τὰ προσήκοντα τῷ φιλοσόφῳ καὶ φιλοσοφίᾳ, τὰ δὲ τῶν ἐμπόρων καὶ γεωργῶν καὶ μουσικῶν καὶ ἀστρονόμων καὶ ὧν νῦν δὴ εἶπον ἔκδηλα καὶ φανερά; — Οὔ μοι δοκεῖ. — Δ. Ἀλλὰ δὴ καὶ λόγοι τινές εἰσιν, ὧν δεῖ τὸν φιλοσοφοῦντα ἀκούειν, καὶ μαθήματα, δεῖ μανθάνειν, καὶ δίαιτα, ἣν δεῖ διαιτᾶσθαι, καὶ καθόλου βίος ἄλλος μὲν τοῦ φιλοσοφοῦντος, ἄλλος δὲ τῶν πολλῶν ἀνθρώπων· μὲν πρὸς ἀλήθειαν καὶ φρόνησιν τείνων καὶ θεῶν ἐπιμέλειαν καὶ θεραπείαν τῆς αὑτοῦ ψυχῆς, μακρὰν ἀλαζονείας καὶ ἀπάτης καὶ τρυφῆς, εὐτέλειάν τε καὶ σωφροσύνην
§8 καὶ γὰρ στολὴ ἑτέρα μὲν τοῦ φιλοσοφοῦντος, ἑτέρα δὲ τῶν ἰδιωτῶν καὶ κατάκλισις καὶ γυμνάσια καὶ λουτρὰ καὶ ἄλλη δίαιτα, καὶ τὸν μὲν ἀκολουθοῦντα καὶ τὸν χρώμενον τούτοις δεῖ νομίζειν ὡς φιλοσοφίᾳ προσέχοντα τὸν νοῦν· τὸν δὲ ἐν μηδενὶ τούτων διαφέροντα μηδὲ ὅλως ἕτερον ὄντα τῶν πολλῶν οὐχ ἕνα ἐκείνων θετέον, κἂν μυριάκις εἴπῃ τε καὶ ἐπαγγείληται φιλοσοφεῖν ἐναντίον τοῦ δήμου τοῦ Ἀθηναίων Μεγαρέων παρὰ τοῖς Λακεδαιμονίων βασιλεῦσιν· ἀλλὠστέον τοῦτον τὸν ἄνθρωπον εἰς τοὺς ἀλαζόνας καὶ ἀνοήτους καὶ τρυφερούς.
§9 καίτοι μουσικὸν μὲν οὐκ ἀδύνατον εἷναι μὴ πράττοντα τὰ τοῦ μουσικοῦ· γὰρ μουσικὴ οὐκ ἀναγκάζει ἀεὶ προσέχειν αὑτῇ τὸν νοῦν καὶ μηδὲν ἄλλο ποιεῖσθαι περὶ πλείονος· καὶ ἀστρονόμον ὄντα οὐδὲν ἴσως κωλύει τρέφειν ἀλεκτρυόνας κυβεύειν· οὐδὲν γὰρ ἀστρονομία ἐμποδών ἐστι τὸ μὴ τὰ δέοντα ποιεῖν· καὶ νὴ Δία ἱππικὸν γενόμενον κυβερνήτην ἀγαθὸν γεωμέτρην γράμματα εἰδότα οὐδὲν θαυμαστὸν παρὰ ταῖς ἑταίραις ταῖς αὐλητρίσιν ὁρᾶσθαι· τὸ γὰρ ταῦτα ἐπίστασθαι οὐδὲν ποιεῖ βελτίω τὴν τοῦ ἀνθρώπου ψυχὴν οὐδὲ ἀποτρέπει τῶν ἁμαρτημάτων·
§10 φιλοσοφίᾳ δὲ προσέχων τις καὶ μετασχὼν τούτου τοῦ μαθήματος οὐκ ἄν ποτε ἀποσταίη τῶν βελτίστων, οὐδὲ τούτων ἀμελήσας αἰσχρόν τι καὶ φαῦλον προέλοιτἂν πράττειν οὐδὲ ἀργεῖν καὶ ὀψοφαγεῖν καὶ μεθύσκεσθαι. τὸ γὰρ ταῦτα μὴ θαυμάζειν καὶ τὴν τούτων ἐπιθυμίαν ἐξαιρεῖ τῆς ψυχῆς καὶ τοὐναντίον εἰς μῖσος αὐτῶν καὶ κατάγνωσιν προάγει φιλοσοφία ἐστί. τὸ δέ γε φῆσαι φιλοσοφεῖν καὶ ἀλαζονεύεσθαι καὶ αὑτὸν ἐξαπατῆσαι καὶ τοὺς ἄλλους οὐδὲν ἴσως κωλύει.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up