Dio Chrysostom Orationes
EN Lat Orig
(1)περὶ ΒΑΣΙΛΕΙΑΣ α. (2)περὶ ΒΑΣΙΛΕΙΑΣ β. (3)περὶ ΒΑΣΙΛΕΙΑΣ γ. (4)περὶ ΒΑΣΙΛΕΙΑΣ δ. Oration 5: A Libyan Myth (6)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΤΥΡΑΝΝΙΔΟΣ (13)ΕΥΒΟΙΚΟΣ ἢ ΚΥΝΗΓΟΣ. (7)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΑΡΕΤΗΣ. (8)ΔΙΟΓΕΝΗΣ ἢ ΙΣΘΜΙΚΟΣ. (9)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΟΙΚΕΤΩΝ. (10)ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ. (11)Ὀλυμπικὸς ἢ περὶ τῆς πρώτης τοῦ θεοῦ ἐννοίας (12)ἐν ΑΘΗΝΑΙΣ περὶ ΦΥΓΗΣ. Oration 69: On Fondness for Listening Oration 70: On Retirement Oration 71: On Beauty Oration 72: On Peace and War Oration 73: That the Wise Man Is Happy Oration 74: On Happiness Oration 75: On the Daemon Oration 76: On Deliberation Oration 77: On Conversation at Banquets Oration 79: Melancomas II Oration 78: Melancomas I Oration 80: Charidemus Oration 14: The Rhodian Oration (15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ. Oration 16: 1st Tarsic Discourse Oration 17: 2nd Tarsic Discourse (35)ἐν ΚΕΛΑΙΝΑΙΣ τῆς ΦΡΥΓΙΑΣ. Oration 19: The Borysthenitic Discourse Oration 20: The Corinthian Oration Oration 21: To the Nicomedians on Concord with the Nicaeans Oration 22: On Concord in Nicaea Oration 23: On Concord with the Apameans Oration 24: To the Apameans on Concord Oration 25: A Discourse in His Homeland Oration 26: A Political Address in His Homeland Oration 27: A Complimentary Address to His Homeland Oration 28: An Account of His Relations with His Homeland Oration 29: Before Philosophising in His Homeland Oration 30: A Public Address in His Homeland Oration 31: A Political Address in the Assembly Oration 32: Renunciation of Office before the Council Oration 33: On Public Works before the Council Oration 34: To Diodorus Oration 35: On Aeschylus, Sophocles, and Euripides Oration 36: On Homer Oration 37: On Socrates Oration 38: On Homer and Socrates Oration 39: Agamemnon, or On Kingship Oration 40: Nestor Oration 41: Achilles Oration 42: Philoctetes Oration 43: Nessus, or Deianira Oration 44: Chryseis Oration 45: On Kingship and Tyranny Oration 46: On Fortune I Oration 47: On Fortune II Oration 48: On Fortune III Oration 49: On Reputation I Oration 50: On Reputation II Oration 51: On Reputation III Oration 52: On Virtue Oration 53: On Philosophy Oration 54: On the Philosopher Oration 55: On Personal Appearance Oration 56: On Trust Oration 57: On Distrust Oration 58: On Law Oration 59: On Custom Oration 60: On Envy Oration 62: On Wealth Oration 63: To the Cilicians on Freedom Oration 64: On Slavery and Freedom I Oration 65: On Slavery and Freedom II Oration 66: On Grief Oration 67: On Greed Oration 68: On the Practice of Oratory
Oration 51: On Reputation III
§1 Οἱ πολλοὶ ἄνθρωποι ὁπόσα ἐπιτηδεύουσιν ζηλοῦσιν, οὐδὲν αὐτῶν εἰδότες ὁποῖόν ἐστιν οὐδὲ ἥντινα ἔχει ὠφέλειαν ἐπιτηδεύουσιν, ἀλλὑπὸ δόξης ἡδονῆς συνηθείας ἀγόμενοι πρὸς αὐτά. οὐδαὖ ὅσων ἀπέχονται καὶ εὐλαβοῦνται μὴ πράττειν, εἰδότες βλάπτει ἀπέχονται οὐδὲ ὁποίαν τινὰ φέρει τὴν βλάβην, ἀλλὰ καὶ τούτων ὅσα ὁρῶσι τοὺς ἄλλους εὐλαβουμένους περὶ ὧν ἂν εἰς ἔθος καταστῶσιν ὥστε εὐλαβεῖσθαι, νομίζουσιν ἀηδῆ ἔσεσθαι αὐτοῖς καὶ πόνον τινὰ δοκεῖ ἔχειν ὡς τὸ πολὺ ταῦτα ὑποπτεύουσιν.
§2 καὶ τὸ μὲν τῆς ἡδονῆς καὶ τὸ τοῦ πόνου πᾶσι κοινόν· ἀλλοἱ μὲν ἧττον, οἱ δὲ μᾶλλον ὑπαὐτῶν δουλοῦνται· τὸ δὲ τῆς δόξης ἀνόμοιον καὶ οὐ ταὐτὸ πᾶσιν. ὅθεν οἱ μὲν ταῦτα, οἱ δὲ ταῦτα ἐπαινοῦσι καὶ ψέγουσι, πολλάκις τἀναντία. οἷον ἀλγεῖ μὲν τε Ἰνδὸς καὶ Λάκων τιτρωσκόμενος καόμενος καὶ τε Φρὺξ καὶ Λυδός· ἀλλἐκεῖνοι μὲν οὐχ ὑπείκουσι διὰ τὸ ἠσκηκέναι, οὗτοι δὲ, διὰ τὸ ἀσθενεῖς καὶ ἀνάσκητοι εἶναι. πάλιν ἥδεσθαι μὲν ἀφροδισίοις καὶ σιτίοις καὶ ποτοῖς ἡδέσιν ἀνάγκη τόν τε Ἴωνα καὶ τὸν Θετταλὸν καὶ τὸν Ἰταλιώτην καὶ τὸν Γέτην καὶ τὸν Ἰνδὸν καὶ τὸν Σπαρτιάτην· ἀλλοἱ μὲν οὐ πάνυ τι φροντίζουσι τῶν ἡδέων, ἀρχὴν δὲ οὐδὲ πειρῶνται ἁπάντων· οἱ δὲ ἀποθανεῖν ἕλοιντἂν ὀλίγῳ πλέον ἡσθέντες.
§3 τὸ οὖν τῆς δόξης ἔοικεν εἶναι παντοδαπώτατον καὶ πλείστη καὶ μεγίστη τούτου διαφορά. διά τε τοῦτο ἐν οὐδενὶ γένει τῶν ζῴων εὕροι τις ἂν τοσαύτην στάσιν οὐδὲ οὕτως ἐναντίον αὑτῷ τι γένος, οἷον ἵππων κυνῶν λεόντων βοῶν ἐλάφων, ἀλλὰ τρέφονταί τε ὁμοίως καὶ γεννῶσι καὶ τρέφουσι καὶ ἐπὶ ταὐτὰ ὁρμῶσι καὶ τῶν αὐτῶν ἀπέχονται τὰ ὅμοια. μόνῳ γὰρ ξυνέπονται ὡς τὸ πολὺ τῷ ἡδεῖ καὶ τὸ ἀλγεινὸν φεύγουσιν.
§4 ἄνθρωπος δὲ φύσει φρονήσεως μετέχων, ἀπολειπόμενος δὲ αὐτῆς διὰ φαυλότητα καὶ ῥᾳθυμίαν, δόξης καὶ ἀπάτης ἔνδοθεν μεστός ἐστι· καὶ πάντα ἀλλήλοις διαφέρονται, καὶ περὶ ἐσθῆτος καὶ στολῆς καὶ περὶ τροφῆς καὶ ἀφροδισίων καὶ περὶ τιμῆς καὶ ἀτιμίας, κατὰ ἔθνη καὶ πόλεις· ὁμοίως δὲ καὶ ἐν τῇ πόλει καθαὑτὸν ἕκαστος ἐσπούδακεν μὲν γῆν ὡς πλείστην κτήσασθαι, δὲ ἀργύριον, δὲ ἀνδράποδα, δὲ ξύμπαντα ταῦτα, δἐπὶ τῷ λέγειν θαυμάζεσθαι καὶ διὰ τοῦτο τῶν ἄλλων πλέον δύνασθαι, δὲ αὐτὸ μόνον δεινὸς εἶναι καὶ τὴν ἐμπειρίαν τὴν περὶ τὰ πράγματα ἐζήλωκεν, δὲ ἀπἄλλου τινὸς ἰσχύειν, δὲ τρυφὴν ὡς πλείστην ἐπιτηδεύει.
§5 τούτων μὲν οὖν, ὅπερ ἔφην, οὐδὲν ἄν, ὡς εἰκός, ὀρθῶς πράττοιεν οὐδὲ οἱ τὰ κράτιστα δοκοῦντες ἐπιτηδεύειν. οὐ γὰρ εἰδότες τὸ βέλτιον τὸ χεῖρον τὸ συμφέρον αἱροῦνται οὐδέν. ὅστις δ᾽ ἐπεθύμησε φρονήσεως καὶ διενοήθη πῶς χρὴ ἐπιμεληθέντα αὑτοῦ καὶ παίδευσιν τίνα παιδευθέντα γενέσθαι ἄνδρα ἀγαθὸν καὶ διαφέροντα τῶν πολλῶν, τοῦτον ἐγώ φημι φύσεώς τε χρηστῆς τυχεῖν καὶ τύχης ὁμοίας. ἐλπὶς γὰρ ζητοῦντα καὶ παιδευόμενον ἐξευρεῖν τὸ δέον καὶ πρὸς τί ὁρῶντα καὶ τί βουλόμενον πάντα τὰ ἄλλα χρὴ πράττειν καὶ οἰκονομεῖν.
§6 δὲ τοῦτο συνεὶς ἅπαντα ἂν ἤδη καλῶς διαπράττοιτο καὶ τὰ μείζω δοκοῦντα καὶ τὰ σμικρότερα· καὶ εἴτε ἱππικῆς ἐπιτηδεύοι ἀγωνίαν εἴτε μουσικῆς εἴτε γεωργίας ἐπιμελοῖτο εἴτε στρατηγεῖν ἐθέλοι ἄρχειν τὰς ἄλλας ἀρχὰς τὰ ἄλλα τὰ κοινὰ ἐν τῇ πόλει πράττειν, καλῶς ἂν πάντα ποιήσειε καὶ περὶ οὐδὲν ἂν σφάλλοιτο. ἄνευ δὲ τούτου καθἕκαστον μὲν τῶν ἔργων ἐνίοτε αὑτῷ τε καὶ τοῖς ἄλλοις φαίνοιτο ἂν κατορθοῦν· οἷον εἰ γεωργῶν ἐπιτυγχάνοι περὶ τοὺς καρποὺς ἱππεύειν ἐμπειρότερος εἴη τὰ κατὰ μουσικὴν ἱκανῶς γιγνώσκοι ἀγωνιζόμενος δύναιτο τῶν ἀντιπάλων κρατεῖν, τὸ δὲ σύμπαν ἁμαρτάνοι ἂν πρὸς οὐδὲν ἀγαθὸν οὐδὲ ὥστε ὠφελεῖσθαι ταῦτα ἐργαζόμενος.
§7 οὔκουν δυνατός ἐστιν εὐδαιμονεῖν, ὥσπερ οὐδεὐπλοῆσαι δύναταί τις οὐκ εἰδὼς ἔνθα πλεῖ, μάτην δὲ ἄρτι ἐν τῷ πελάγει φερόμενος, νῦν μὲν ὀρθῆς πλεούσης τῆς νεώς, ἂν οὕτω τύχῃ, νῦν δὲ ἀποκλινούσης, καὶ νῦν μὲν οὐρίου φερομένου τοῦ πνεύματος, πάλιν δὲ ἐναντίου. χρὴ δὲ ὥσπερ ἐν λύρᾳ τὸν μέσον φθόγγον καταστήσαντες ἔπειτα πρὸς τοῦτον ἁρμόζονται τοὺς ἄλλους· εἰ δὲ μή, οὐδεμίαν οὐδέποτε ἁρμονίαν ἀποδείξουσιν· οὕτως ἐν τῷ βίῳ ξυνέντας τὸ βέλτιστον καὶ τοῦτο ἀποδείξαντας πέρας πρὸς τοῦτο τἄλλα ποιεῖν· εἰ δὲ μή, ἀνάρμοστον αὐτοῖς καὶ ἐκμελῆ τὸν βίον εἰκός ἐστι γίγνεσθαι.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up