Dio Chrysostom Orationes
EN Lat Orig
(1)περὶ ΒΑΣΙΛΕΙΑΣ α. (2)περὶ ΒΑΣΙΛΕΙΑΣ β. (3)περὶ ΒΑΣΙΛΕΙΑΣ γ. (4)περὶ ΒΑΣΙΛΕΙΑΣ δ. Oration 5: A Libyan Myth (6)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΤΥΡΑΝΝΙΔΟΣ (13)ΕΥΒΟΙΚΟΣ ἢ ΚΥΝΗΓΟΣ. (7)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΑΡΕΤΗΣ. (8)ΔΙΟΓΕΝΗΣ ἢ ΙΣΘΜΙΚΟΣ. (9)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΟΙΚΕΤΩΝ. (10)ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ. (11)Ὀλυμπικὸς ἢ περὶ τῆς πρώτης τοῦ θεοῦ ἐννοίας (12)ἐν ΑΘΗΝΑΙΣ περὶ ΦΥΓΗΣ. Oration 69: On Fondness for Listening Oration 70: On Retirement Oration 71: On Beauty Oration 72: On Peace and War Oration 73: That the Wise Man Is Happy Oration 74: On Happiness Oration 75: On the Daemon Oration 76: On Deliberation Oration 77: On Conversation at Banquets Oration 79: Melancomas II Oration 78: Melancomas I Oration 80: Charidemus Oration 14: The Rhodian Oration (15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ. Oration 16: 1st Tarsic Discourse Oration 17: 2nd Tarsic Discourse (35)ἐν ΚΕΛΑΙΝΑΙΣ τῆς ΦΡΥΓΙΑΣ. Oration 19: The Borysthenitic Discourse Oration 20: The Corinthian Oration Oration 21: To the Nicomedians on Concord with the Nicaeans Oration 22: On Concord in Nicaea Oration 23: On Concord with the Apameans Oration 24: To the Apameans on Concord Oration 25: A Discourse in His Homeland Oration 26: A Political Address in His Homeland Oration 27: A Complimentary Address to His Homeland Oration 28: An Account of His Relations with His Homeland Oration 29: Before Philosophising in His Homeland Oration 30: A Public Address in His Homeland Oration 31: A Political Address in the Assembly Oration 32: Renunciation of Office before the Council Oration 33: On Public Works before the Council Oration 34: To Diodorus Oration 35: On Aeschylus, Sophocles, and Euripides Oration 36: On Homer Oration 37: On Socrates Oration 38: On Homer and Socrates Oration 39: Agamemnon, or On Kingship Oration 40: Nestor Oration 41: Achilles Oration 42: Philoctetes Oration 43: Nessus, or Deianira Oration 44: Chryseis Oration 45: On Kingship and Tyranny Oration 46: On Fortune I Oration 47: On Fortune II Oration 48: On Fortune III Oration 49: On Reputation I Oration 50: On Reputation II Oration 51: On Reputation III Oration 52: On Virtue Oration 53: On Philosophy Oration 54: On the Philosopher Oration 55: On Personal Appearance Oration 56: On Trust Oration 57: On Distrust Oration 58: On Law Oration 59: On Custom Oration 60: On Envy Oration 62: On Wealth Oration 63: To the Cilicians on Freedom Oration 64: On Slavery and Freedom I Oration 65: On Slavery and Freedom II Oration 66: On Grief Oration 67: On Greed Oration 68: On the Practice of Oratory
Oration 22: On Concord in Nicaea
§1 Ἐγὼ χαίρω τιμώμενος ὑφὑμῶν, ὥσπερ εἰκός ἐστι χαίρειν τὸν ἄνδρα τὸν σώφρονα τιμώμενον ὑπὸ πόλεως ἀγαθῆς καὶ λόγου ἀξίας, ὥσπερ ὑμετέρα πόλις κατά τε ἰσχὺν καὶ μέγεθος. οὐδεμιᾶς ἡττωμένη τῶν ὁποίποτε ἐνδόξων γένους τε γενναιότητι καὶ πλήθους συνοικήσει, τῶν φανερωτάτων γενῶν οὐκ ἀλλαχόθεν ἄλλων συνελθόντων φαύλων καὶ ὀλίγων, ἀλλὰ Ἑλλήνων τε τῶν πρώτων καὶ Μακεδόνων· τὸ δὲ μέγιστον ἥρωάς τε καὶ θεοὺς οἰκιστὰς λαβοῦσα.
§2 πρέπει δὲ τοῖς ὑπὸ θεῶν ᾠκισμένοις εἰρήνη καὶ ὁμόνοια καὶ φιλία πρὸς αὑτούς. αἰσχρὸν γάρ. εἰ σφόδρα εὐδαίμονες ἔσονται καὶ θεοφιλεῖς καὶ διοίσουσί τι τῶν ἄλλων εὐτυχίᾳ, βουλόμενοί γε ἀληθὲς ἐπιδεικνύειν τὸ τοῦ γένους, ἀλλὰ μὴ ψευδῆ καὶ μάταιον λόγον. θεοὶ γὰρ οἰκισταὶ καὶ συγγενεῖς καὶ προπάτορες οὐδὲν οὕτως ἐθέλουσι τοὺς αὑτῶν ἔχειν, οὔτε χώρας κάλλος οὔτε καρπῶν ἀφθονίαν οὔτε πλῆθος ἀνθρώπων, ὡς σωφροσύνην καὶ ἀρετὴν καὶ πολιτείαν νόμιμον καὶ τῶν μὲν ἀγαθῶν πολιτῶν τιμήν, τῶν δὲ κακῶν ἀτιμίαν.
§3 ὡς ἔγωγε ἥδομαι νῦν ὁρῶν ὑμᾶς ἓν μὲν σχῆμα ἔχοντας, μίαν δὲ φωνὴν ἀφιέντας, ταὐτὰ δὲ βουλομένους. ποῖον μὲν γὰρ θέαμα κάλλιον πόλεως ὁμοφρονούσης; ποῖον δὲ ἄκουσμα σεμνότερον; ποία μὲν βουλεύεται πόλις ἄμεινον τῆς ἅμα βουλευομένης; ποία δὲ εὐμαρέστερον πράττει τῆς ἅμα πραττούσης; ποία δὲ ἧττον ἀποτυγχάνει τῆς ταὐτὰ βουλομένης; τίσι μὲν ἡδίω τἀγαθὰ τῶν ὁμονοούντων; τίσι δὲ κουφότερα τὰ λυπηρὰ τῶν κοινῇ φερόντων, ὥσπερ βάρος; τίσι δὲ σπανιώτερον συμβαίνει τὰ χαλεπὰ τῶν ἀλλήλους φυλαττόντων; ποία μὲν τοῖς πολίταις προσφιλεστέρα πόλις;
§4 ποία δὲ τιμιωτέρα τοῖς ξένοις; ποία δὲ χρησιμωτέρα τοῖς φίλοις; τίς δὲ τοῖς ἐχθροῖς φοβερωτέρα; παρὰ τίνων μὲν ἔπαινος δοκεῖ πιστότερος, παρὰ τίνων δὲ ψόγος ἀληθέστερος; τίνες δὲ παρὰ τοῖς κρατοῦσι πλείονος αἰδοῦς τυγχάνουσι; τίνες μὲν ἰσοτιμότεροι τοῖς κρατοῦσιν; τίνας δὲ μᾶλλον οἱ κρατοῦντες αἰδοῦνται; τίνας μὲν οὕτως ἀγαπῶσιν οἱ χρηστοὶ ἄρχοντες; τίνων δὲ ἧττον καταφρονοῦσιν οἱ πονηροί; οὐ γὰρ δῆλον ὅτι τοῖς μὲν ὁμονοοῦσιν οὐ μόνον οἱ κρατοῦντες, ἀλλὰ καὶ οἱ θεοὶ προσέχουσιν, οἱ δὲ στασιάζοντες οὐδαὑτῶν ἀκούουσιν; οὔτε γὰρ τῶν ἀσυμφώνων χορῶν οὐδεὶς ἀκούει ῥᾳδίως ,τι λέγουσιν οὔτε τῶν διαφερομένων πόλεων.
§5 ποῖα δὲ οἰκοδομήματα, πόση δὲ χώρα, πόσον δὲ πλῆθος ἀνθρώπων ἰσχυρότερον δῆμον ἀποφαίνει τῆς πρὸς αὑτὸν ὁμονοίας; ὁπόσοι γὰρ ἂν ὦσι πολῖται τῆς ὁμονοούσης πόλεως, τοσοῦτοι μὲν ὀφθαλμοὶ ὁρῶσι τὸ ἐκείνης συμφέρον, τοσαῦται δὲ ἀκοαὶ ἀκούουσι, τοσαῦται δὲ γλῶτται παραινοῦσι, τοσαῦται δὲ διάνοιαι φροντίζουσιν. διαφέρει γὰρ οὐδὲν εἴ τις θεῶν οὕτως μεγάλης καὶ πολυανθρώπου πόλεως μίαν ψυχὴν ἐποίησεν. ὡς οὔτε χρημάτων πλῆθος οὔτε ἀνθρώπων οὔτε ἄλλη δύναμις ξυνήνεγκε τοῖς διαφερομένοις, ἀλλὰ τοὐναντίον πάντα ταῦτα πρὸς βλάβης μᾶλλόν ἐστι καὶ ὅσῳ ἂν πλείονα ὑπάρχῃ, τοσούτῳ μείζονος καὶ χαλεπωτέρας· ὥσπερ οἶμαι καὶ τῶν σωμάτων τῷ μὲν ὑγιαίνοντι συμφέρει τὸ μέγεθος καὶ τὸ πλῆθος τῶν σαρκῶν, τῷ δὲ νοσοῦντι καὶ φαύλως ἔχοντι σφαλερωτάτη ἐστὶν τοιαύτη ἕξις καὶ ὀξύτατον ἐπάγει κίνδυνον.
§6 ὁμοίως δὲ καὶ ναῦς ἥτις ἂν μετὰ ὁμονοίας πλέῃ τοῦ κυβερνήτου καὶ τῶν ναυτῶν, αὐτή τε σῴζεται καὶ σῴζει τοὺς ἐμπλέοντας· εἰ δὲ μή, ὅσῳ πλείω τὰ ἱστία, τοσούτῳ σφοδρότερον τὸν χειμῶνα καὶ τὴν ταραχὴν μείζω συμβαίνειν ἀνάγκη. τὸ αὐτὸ τοῦτο ἐπὶ ἅρματος, ἂν μὲν θἡνίοχος ἄρχειν ἐπίστηται κατὰ τρόπον οἵ τε ἵπποι ὁμοφρονοῦντες καὶ πειθόμενοι ὦσιν, ἐλπίς ἐστιν ἐν μὲν ἀγῶνι νικᾶν, ἐν δὲ πολέμῳ σῴζεσθαι τὸ τοιοῦτον ἅρμα· στάσεως δὲ καὶ ταραχῆς ἐνούσης, τοσούτῳ μείζων κίνδυνος, ὅσῳ ἂν ἰσχυρότεροι ὦσιν οἱ ἵπποι καὶ ταχύτεροι.
§7 παραπλησίως δὲ καὶ πόλει ὁμονοούσῃ πάντα τὰ τοιαῦτα χρήσιμά ἐστι, περιουσία χρημάτων καὶ πλῆθος ἀνθρώπων καὶ τιμαὶ καὶ δόξα καὶ δύναμις· εἰ δὲ μή, δύσχρηστα καὶ χαλεπά, οἷον ἐν ταὐτῷ τρεφομένων θηρίων πολλῶν βοσκημάτων, ἑνὸς εἴργοντος περιβόλου, κυριττόντων τε ἄλληλα καὶ πατούντων καὶ ἐπεμβαινόντων ἀλλήλοις. ἀλλεἰ μὲν ὑγιαίνων ἐτύγχανον, οὐκ ἂν ἀπέστην τοῦ λόγου, πρὶν ἱκανῶς αὐτὸν διελθεῖν κατὰ τὴν ἐμαυτοῦ δύναμιν· νῦν δὲ ὑμεῖς τε ἴσως πρὸς ἑτέροις μᾶλλόν ἐστε κἀγὼ πολὺ καταδεέστερον ἔχω πρὸς τὸ μέγεθος τοῦ ἀγῶνος.
§8 τὸν οὖν βραχύτατον καὶ ἀνυσιμώτατον λόγον καταλείπεται εἰπεῖν τὸν πρὸς τοὺς θεούς. οὗτοι γὰρ καὶ τῶν μικρὸν φθεγγομένων διανοοῦνται ἴσασιν. ἴσως γὰρ καὶ τοῦτο τοῦ σφόδρα εὐνοοῦντός ἐστιν· ὥσπερ οἱ χρηστοὶ πατέρες τοῖς παισὶν μὲν δύνανται παραινοῦσιν, δἄν ἂν μὴ πείθωσιν, εὔχονται τοῖς θεοῖς ὑπὲρ αὐτῶν. εὔχομαι δὴ τῷ τε Διονύσῳ τῷ προπάτορι τῆσδε τῆς πόλεως καὶ Ἡρακλεῖ τῷ κτίσαντι τήνδε τὴν πόλιν καὶ Διὶ Πολιεῖ καὶ Ἀθηνᾷ καὶ Ἀφροδίτῃ Φιλίᾳ καὶ Ὁμονοίᾳ καὶ Νεμέσει καὶ τοῖς ἄλλοις θεοῖς ἀπὸ τῆσδε τῆς ἡμέρας τῇδε τῇ πόλει πόθον ἑαυτῆς ἐμβαλεῖν καὶ ἔρωτα καὶ μίαν γνώμην καὶ ταὐτὰ βούλεσθαι καὶ φρονεῖν, στάσιν δὲ καὶ ἔριδα καὶ φιλονικίαν ἐκβαλεῖν, ὡς ἂν ἐν ταῖς εὐδαιμονεστάταις καὶ ἀρίσταις πόλεσι τὸ λοιπόν.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up