Dio Chrysostom Orationes
EN Lat Orig
(1)περὶ ΒΑΣΙΛΕΙΑΣ α. (2)περὶ ΒΑΣΙΛΕΙΑΣ β. (3)περὶ ΒΑΣΙΛΕΙΑΣ γ. (4)περὶ ΒΑΣΙΛΕΙΑΣ δ. Oration 5: A Libyan Myth (6)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΤΥΡΑΝΝΙΔΟΣ (13)ΕΥΒΟΙΚΟΣ ἢ ΚΥΝΗΓΟΣ. (7)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΑΡΕΤΗΣ. (8)ΔΙΟΓΕΝΗΣ ἢ ΙΣΘΜΙΚΟΣ. (9)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΟΙΚΕΤΩΝ. (10)ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ. (11)Ὀλυμπικὸς ἢ περὶ τῆς πρώτης τοῦ θεοῦ ἐννοίας (12)ἐν ΑΘΗΝΑΙΣ περὶ ΦΥΓΗΣ. Oration 69: On Fondness for Listening Oration 70: On Retirement Oration 71: On Beauty Oration 72: On Peace and War Oration 73: That the Wise Man Is Happy Oration 74: On Happiness Oration 75: On the Daemon Oration 76: On Deliberation Oration 77: On Conversation at Banquets Oration 79: Melancomas II Oration 78: Melancomas I Oration 80: Charidemus Oration 14: The Rhodian Oration (15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ. Oration 16: 1st Tarsic Discourse Oration 17: 2nd Tarsic Discourse (35)ἐν ΚΕΛΑΙΝΑΙΣ τῆς ΦΡΥΓΙΑΣ. Oration 19: The Borysthenitic Discourse Oration 20: The Corinthian Oration Oration 21: To the Nicomedians on Concord with the Nicaeans Oration 22: On Concord in Nicaea Oration 23: On Concord with the Apameans Oration 24: To the Apameans on Concord Oration 25: A Discourse in His Homeland Oration 26: A Political Address in His Homeland Oration 27: A Complimentary Address to His Homeland Oration 28: An Account of His Relations with His Homeland Oration 29: Before Philosophising in His Homeland Oration 30: A Public Address in His Homeland Oration 31: A Political Address in the Assembly Oration 32: Renunciation of Office before the Council Oration 33: On Public Works before the Council Oration 34: To Diodorus Oration 35: On Aeschylus, Sophocles, and Euripides Oration 36: On Homer Oration 37: On Socrates Oration 38: On Homer and Socrates Oration 39: Agamemnon, or On Kingship Oration 40: Nestor Oration 41: Achilles Oration 42: Philoctetes Oration 43: Nessus, or Deianira Oration 44: Chryseis Oration 45: On Kingship and Tyranny Oration 46: On Fortune I Oration 47: On Fortune II Oration 48: On Fortune III Oration 49: On Reputation I Oration 50: On Reputation II Oration 51: On Reputation III Oration 52: On Virtue Oration 53: On Philosophy Oration 54: On the Philosopher Oration 55: On Personal Appearance Oration 56: On Trust Oration 57: On Distrust Oration 58: On Law Oration 59: On Custom Oration 60: On Envy Oration 62: On Wealth Oration 63: To the Cilicians on Freedom Oration 64: On Slavery and Freedom I Oration 65: On Slavery and Freedom II Oration 66: On Grief Oration 67: On Greed Oration 68: On the Practice of Oratory
(35)ἐν ΚΕΛΑΙΝΑΙΣ τῆς ΦΡΥΓΙΑΣ.
§1 οὐκ ἐπιδειξόμενος ὑμῖν, ἄνδρες, παρῆλθον οὐδὲ ἀργυρίου παρʼ ὑμῶν δεόμενος οὐδʼ ἔπαινον προσδεχόμενος. ἐπίσταμαι γὰρ οὔτε αὐτὸς ἱκανῶς παρεσκευασμένος, ὥστε ὑμῖν ἀρέσαι λέγων, οὔτε ὑμᾶς οὕτως ἔχοντας, ὥστε προσδεῖσθαι τῶν ἐμῶν λόγων. πλεῖστον δὲ τὸ μεταξὺ τῆς ὑμετέρας βουλήσεως καὶ τῆς ἐμῆς δυνάμεως. ἐγὼ μὲν γὰρ ἁπλῶς πέφυκα καὶ φαύλως διαλέγεσθαι καὶ οὐδενὸς ἄμεινον τῶν τυχόντων· ὑμεῖς δὲ θαυμαστῶς καὶ περιττῶς ἐπιθυμεῖτε ἀκούειν καὶ μόνων ἀνέχεσθε τῶν πάνυ δεινῶν.
§2 οὐ δὴ τούτου χάριν προῆλθον, ἵνα με θαυμάσητε· οὐ γὰρ ἔστιν ὅπως ἂν ἐγὼ θαυμασθείην ὑφʼ ὑμῶν, οὐδὲ ἂν ἀληθέστερα λέγω τῶν Σιβύλλης Βάκιδος· ἀλλὰ ἵνα μηδεὶς ὑποβλέπῃ με μηδὲ πυνθάνηται παρʼ ἑτέρων ὅστις εἰμὶ καὶ ὁπόθεν ἔλθοιμι. νῦν γὰρ ἴσως ὑπονοοῦσιν εἶναί με τῶν σοφῶν ἀνθρώπων καὶ πάντα εἰδότων, γελοίῳ καὶ ἀτόπῳ τεκμηρίῳ χρώμενοι, τῷ κομᾶν. εἰ γὰρ τοῦτο αἴτιον ὑπῆρχεν ἀρετῆς καὶ σωφροσύνης, οὐδεμιᾶς ἂν ἐδεῖτο μεγάλης οὐδὲ χαλεπῆς δυνάμεως τὰ τῶν ἀνθρώπων.
§3 ἀλλʼ ἐγὼ δέδοικα μὴ οὐδὲν τοῖς ἀνοήτοις ὄφελος τοῦ κομᾶν, ὥσπερ οὐκ ἔστιν, οὐδʼ ἂν τὴν καρδίαν αὐτὴν γένωνται δασεῖς, καθάπερ Ἀριστομένη τὸν Μεσσήνιόν φασιν, ὃς πλεῖστα Λακεδαιμονίοις πράγματα παρέσχε, καὶ πολλάκις ἁλοὺς ἀπέδρα παρʼ αὐτῶν, τοῦτον, ἐπεὶ δή ποτε ἀπέθανεν, οὕτως ἔχοντα εὑρεθῆναι. φημὶ τοίνυν οὐδὲν ὄφελος εἶναι τοῖς γυμνῆσι τούτοις, οὐδʼ ἂν πελτασταὶ γένωνται, πρός γε τὸ δίκαιον καὶ σωφροσύνην ἀληθῆ καὶ φρόνησιν, οὐδʼ ἂν ἔτι μᾶλλον ἀποδύσωνται καὶ γυμνοὶ περιτρέχωσι τοῦ χειμῶνος τὴν Μήδωνκαὶ Ἀράβων στολὴν λάβωσιν, ὥσπερ οὐδὲ αὐλεῖν ἱκανοὶ ἔσονται τὰ τῶν αὐλητῶν ἐνδεδυκότες. οὐδὲ γὰρ τοὺς ὄνους ἵππους γενέσθαι δυνατόν, οὐδʼ ἂν ἔτι πλέον τὰς ῥῖνας ἀνατμηθῶσιν, οὐδʼ ἂν τὰς γνάθους τρήσαντες αὐτῶν ψάλιον ἐμβάλωσιν, οὐδὲ ἂν ἀφέλῃ τις τὰ σάγματα· ἀλλὰ ὀγκήσονται πρὸ τῶν τειχῶν πάνυ μέγα καὶ τἄλλα ποιήσουσι τὰ πρέποντα αὐτοῖς.
§4 ὥστε μηδεὶς ἕνεκα τοῦ σχήματος νομισάτω διαφέρειν με μηδενὸς μηδὲ τούτῳ πεποιθότα λέγειν, ἀλλὰ τοὐναντίον ὁρᾶν, ἂν μὲν ἡσυχίαν ἄγω καθάπαξ καὶ διαλέγωμαι μηδενί, πολλῷ μᾶλλον ὑπονοεῖν τοὺς ἀνθρώπους, ὡς ἂν οἶμαι σεμνυνόμενον, ὡς σπουδαῖον κρύπτονταπολλοὶ γὰρ δὴδιαὐτὸ τοῦτο ἐθαυμάσθησαν, τὸ σιγᾶνἐὰν δὲ ἐν τῷ μέσῳ καταστὰς μηδενὸς ἄμεινον λέγων φαίνωμαι τῶν καπήλων καὶ τῶν ὀρεοκόμων, οὐκ ἐνοχλήσειν, σαφῶς αὐτοὺς ἑωρακότας ὁποῖός εἰμι.
§5 σχεδὸν δὲ τοῦτο καὶ ἐπʼ ἄλλων ἰδεῖν ἔστι γιγνόμενον· οἷον ἐπειδάν τινες ὑπονοήσωσιν ἔχειν τινὰ τοῦτο αὐτό, τυγχάνουσι ζητοῦντες,προσίασι καὶ ἀνερευνῶσιν· ἐὰν οὖν περιστέλλῃ καὶ μὴ ἐθέλῃ δεικνύειν, ἔτι μᾶλλον ὑπονοοῦσιν· ἐὰν δὲ παραχρῆμα ἀποκαλύψῃ καὶ γένηται φανερὸς οὐκ ἔχων οὐδέν, ἀπίασι, διημαρτηκέναι νομίσαντες. πολὺ δὴ κρεῖττον τοῖς οὐ δεομένοις δόξης ἀποκαλύπτεσθαι πρὸς τοὺς πολλοὺς καὶ φανερὸν τῷ λόγῳ ποιεῖναὑτὸν τοῖς δυναμένοις ξυνεῖναι τὸν ἄνθρωπον ὁποῖός ἐστιν. οἶμαι γὰρ αὐτοὺς καταφρονήσειν σαφῶς ὡς ἔγωγε νῦν πέπονθα καὶ οὐ ξυνήσειν ἀλλήλων ἡμᾶς, οὔτε ἐμὲ τῶν ἀκουόντων οὔτε ἐκείνους τοῦ λέγοντος. τούτου δὲ αἴτιον ἔγωγε θείην ἂν ἐμαυτὸν μᾶλλον ὑμᾶς. μία μὲν οὖν αὕτη πρόφασις τοῦ προελθεῖν.
§6 ἑτέρα δὲ τὸ φοβεῖσθαι μὴ διαφθαρῶ αὐτὸς διὰ τὴν ὑμετέραν ὑποψίαν καὶ τῷ ὄντι νομίσω προσεῖναι σπουδαῖόν τι ἐμαυτῷ. μεγάλης γὰρ διανοίας καὶ δυνάμεως ἔοικε δεῖν, ὅταν θαυμάσωσιν ἕνα πολλοὶ καὶ διαφέρειν ἡγῶνται τῶν ἄλλων, εἰ μέλλει σωφρονεῖν οὗτος ἀνὴρ καὶ μηδὲν ἀνόητον πάσχειν μηδὲ ἐπαίρεσθαι τοῖς τῶν πολλῶν λόγοις, ὥσπερ πτεροῖς· καθάπερ τὸν Ἀχιλλέα πεποίηκεν Ὅμηρος διὰ τὴν ἀλαζονείαν ὑπὸ τῶν ὅπλων ἐπαιρόμενον καὶ φερόμενον·
§7 τῷ δʼ αὖτε πτερὰ γίνετʼ, ἄειρε δὲ ποιμένα λαῶν. ἡλίκη δέ ἐστιν τῶν πολλῶν δύναμις τοῦ πείθειν , τι ἂν αὐτοὶ θέλωσιν, οὐχ ἥκιστα ἀπὸ τῶν παίδων μάθοι τις ἄν, ὅταν ἀνθρώπῳ σωφρονοῦντι παιδάρια ἀκολουθῇ, φάσκοντα μαίνεσθαι. τὸ μὲν γὰρ πρῶτον ἄπεισιν ἀγανακτῶν καθʼ αὑτόν, ἔπειτα προσκρούων ἀεὶ καὶ λοιδορούμενος ἑκάστῳ καὶ διώκων αὐτὸ τοῦτο ἔπαθεν, ἐξέστη τελευτῶν, καὶ τὴν φήμην ὑπέλαβε θεὸν εἶναι, οὐ μόνον τὴν τῶν ἀνδρῶν, ἀλλὰ καὶ τὴν τῶν παίδων.
§8 δοκεῖ δέ μοι καὶ τὸ τῶν σοφιστῶν γένος ἐντεῦθεν αὔξεσθαί ποθεν. ἐπειδὰν πολλοὶ νεανίσκοι σχολὴν ἄγοντες ἕνα θαυμάζωσι πηδῶντες, καθάπερ αἱ Βάκχαι περὶ τὸν Διόνυσον, πᾶσα ἀνάγκη τοῦτον τὸν ἄνθρωπον οὐ πολλῷ τινι χρόνῳ πολλοῖς τῶν ἄλλων δόξαι τι λέγειν. σχεδὸν γὰρ ὥσπερ οἱ γονεῖς διαλέγεσθαι τὰ παιδία διδάσκουσιν, ἐπὶ παντὶ χαίροντες , τι ἂν εἴπωσιν· οὐκοῦν ἐκ τούτων θαρρεῖ καὶ μᾶλλο πρόεισι καὶ σαφέστερον ἀεὶ διαλέγεται καὶ τέλος ἐξέμαθε τὴν φωνὴν τῶν ξυνόντων, ἐάν τε Ἕλληνες ὦσιν ἐάν τε βάρβαροι· καὶ τοὺς σοφιστὰς ἀνάγκη τὴν διάνοιαν τῶν ἀκροατῶν ἀναλαβεῖν, τοιαῦτα καὶ λέγοντας καὶ διανοουμένους ὁποῖοί ποτʼ ἂν οὗτοι τυγχάνωσιν ὄντες.
§9 εἰσὶ δὲ οἱ πλείους ἐπιεικῶς ἠλίθιοι καὶ δυστυχεῖς. οὗτος μὲν οὖν ἴσως οὐ μέγας κίνδυνος, εἴ τις αὑτῷ καὶ ἑτέροις δοκεῖ δεινὸς εἶναι καὶ περιάξει πλῆθος ἀνθρώπων ἀνοήτων· ὥσπερ τὸν Ὀρφέα φασὶ τὰς δρῦς καὶ τὰς πέτρας καὶ τοὺς λίθους· τὸ δʼ αὐτὸν ἀνόητον ὄντα καὶ δειλὸν καὶ ἀκόλαστον καὶ μηδὲν διαφέροντα τῶν βοσκημάτων ἀρετῆς τι νομίσαι προσήκειν αὑτῷ καὶ καλοκἀγαθίας, τοῦτο δὴ παντελῶς δεινὸν καὶ τῆς χαλεπωτάτης πασῶνἀνοίας καὶ μανίας. ἀλλʼ ὅταν φήμη καταλαμβάνῃ τινὰ καὶ τοιοῦτος ἄρξηται λόγος ὑποτύφεσθαι, δεῖ περιρρηξάμενον ἐκπηδᾶν γυμνὸν εἰς τὰς ὁδούς, ἐπιδεικνύντα πᾶσιν ὅτι μηδενός ἐστι βελτίων.
§10 ἐὰν δὲ ἐπακολουθῇ τις φάσκων εἶναι μαθητής, ἀπελαύνειν παίοντα καὶ βάλλοντα ταῖς βώλοις καὶ τοῖς λίθοις, ὡς ἀνόητονἢ πονηρόν. λέγω δὲ οὐ πρὸς ἅπανταςεἰσὶ γὰρ οἱ καλῶς καὶ συμφερόντως τὸ πρᾶγμα πράττοντες, οἷς ἔδει σπένδειν καὶ θυμιᾶνἀλλʼ οὓς σοφοὺς ὑμῖν ἀποδεικνύουσι τρεῖς τέτταρες κομῆται, καθάπερ τοὺς ἱερέας τῶν παρʼ ὑμῖν· τοὺς μακαρίους λέγω, τοὺς ἁπάντων ἄρχοντας τῶν ἱερέων, τοὺς ἐπωνύμους τῶν δύοἠπείρων τῆς ἑτέρας ὅλης. ταῦτα γάρ ἐστι τὰ ποιοῦντα καὶ τούτους εὐδαίμονας, στέφανος καὶ πορφύρα καὶ παιδάρια κομῶντα λιβανωτὸν φέροντα. ταῦτα μὲν οὖν ὅπως ποτὲ ἔχει, λελέχθω.
§11 τὸ δὲ κομᾶν οὐ χρὴ πάντως ὑπολαμβάνειν ὡς ἀρετῆς σημεῖον. πολλοὶ γὰρ δὴ διὰ θεόν τινα κομῶσιν ἄνθρωποι· καὶ γεωργοὶκομῆται, μηδὲ τοὔνομα ἀκούσαντές ποτε τὸ φιλοσοφίας, καὶ νὴ Δία οἱ πλείους τῶν βαρβάρων, οἱ μὲν σκέπης ἕνεκεν, οἱ δὲ καὶ πρέπειν αὑτοῖς νομίζοντες. τούτων δʼ οὐκ ἔστιν ἐπίφθονος οὐδεὶς οὐδὲ καταγέλαστος.
§12 ἴσως γὰρ ὀρθῶς αὐτὸ πράττουσιν· ἐπεὶ καὶ τοὺς λαγὼς ὁρᾶτε τοὺς πάνυ ἀσθενεῖς ὑπὸ τῆς δασύτητοσσῳζομένους, καὶ τῶν ὀρνέων τοῖς ἀσθενεστάτοις ἐξαρκεῖ τὰ πτερὰ εἴργειν τὸν ἄνεμον καὶ τὸ ὕδωρ, διότι ἐξ αὐτῶν πέφυκεν. ἡμεῖς δὲ τὴν μὴν κόμην ἀφαιροῦμεν, ὥσπερ οἱ νομεῖς τῶν ἵππων, ἃς ἂν ἐθέλωσι παραβαλεῖν τοῖς ὄνοις, καὶ τὰ γένεια ἀποκείρομεν, τὰς δὲ κεφαλὰς σκέπομεν. τοὺς δὲ ἀλεκτρυόνας ὁρῶμεν οὐδενὸς τοιούτου προσδεομένους, ὧν ἄνθρωποι σισύρας καὶ πίλους καὶ τοιαῦθʼ ἕτερα ξυρράπτοντες. καί ποῖος ἂν γένοιτο πῖλος Ἀρκαδικὸς Λακωνικὸς μᾶλλον ἁρμόττων τῆς αὑτοῦ κόμης ἑκάστῳ; καὶ τί δεῖ, φησί, τοσούτων ὄντων σκεπασμάτων; οὐδὲν τοῖς γε πλουσίοις· ἐκείνοις μὲν οὐδὲ χειρῶν οὐδὲ ποδῶν.
§13 ἐγὼ δὲ ὁρῶ καὶ ταύτην τὴν πόλιν οὐδεμιᾶς ἐνδεεστέραν τῶν πρώτων, καὶ ξυνήδομαι καὶ ἀγαπῶ. τῆς γὰρ ἠπείρου τὸ καρτερώτατον νέμεσθε καὶ πιότατον, πεδίων δὲ καὶ ὀρῶν μεταξὺ καλλίστων ἵδρυσθε, καὶ πηγὰς ἀφθονωτάτας ἔχετε καὶ χώραν εὐκαρποτάτην ξύμπαντα μυρία φέρουσαν, πυρούς τε ζειάς τʼ ἠδʼ εὐρυφυὲς κρῖ λευκόν, καὶ πολλὰς μὲν ἀγέλας, πολλὰς δὲ ποίμνας ποιμαίνετε καὶ βουκολεῖτε. τῶν τε ποταμῶν οἱ μέγιστοι καὶ πολυωφελέστατοι τὴν ἀρχὴν ἐνθένδε ἔχουσιν, τε Μαρσύας οὗτος, διὰ μέσης τῆς πόλεως ὑμῶν ῥέων, τε Ὀργᾶς, τε Μαίανδρος, πολὺ πάντων τῶν ποταμῶν θειότατος καὶ σοφώτατος, ὃς ἑλίττων μυρίας καμπὰς σχεδόν τι τὴν ἀρίστην τῆς Ἀσίας ἔπεισιν.
§14 τῆς τε Φρυγίας προκάθησθε καὶ Λυδίας, ἔτι δὲ Καρίας, ἄλλα τε ἔθνη περιοικεῖ πολυανδρότατα, Καππάδοκές τε καὶ Πάμφυλοι καὶ Πισίδαι, καὶ τούτοις ἅπασιν ἀγορὰν ὑμεῖς καὶ ξύνοδον παρέχεσθε τὴν αὑτῶν πόλιν. καὶ τοῦτο μὲν πολλὰς τῶν ἀνωνύμων πόλεων, τοῦτο δὲ πολλὰς εὐδαίμονας κώμας ὑπηκόους ἔχετε. σημεῖον δὲ μέγιστον τῆς δυνάμεως ὑμῶν τὸ πλῆθος τῶν φόρων. ὡς γὰρ οἶμαι τῶν ὑποζυγίων κράτιστα δοκεῖ τὰ πλεῖστον ἕλκοντα, οὕτω καὶ τῶν πόλεων εἰκὸς ἀρίστας εἶναι τὰς πλεῖστον ἀργύριον ὑποτελούσας.
§15 πρὸς δὲ τούτοις αἱ δίκαι παρʼ ἔτος ἄγονται παρʼ ὑμῖν καὶ ξυνάγεται πλῆθος ἀνθρώπων ἄπειρον δικαζομένων, δικαζόντων, ῥητόρων, ἡγεμόνων, ὑπηρετῶν, οἰκετῶν, μαστροπῶν, ὀρεοκόμων, καπήλων, ἑταιρῶν τε καὶ βαναύσων· ὥστε τά τε ὤνια τοὺς ἔχοντας πλείστης ἀποδίδοσθαι τιμῆς καὶ μηδὲν ἀργὸν εἶναι τῆς πόλεως, μήτε τὰ ζεύγη μήτε τὰς οἰκίας μήτε τὰς γυναῖκας. τοῦτο δὲ οὐ σμικρόν ἐστι πρὸς εὐδαιμονίαν.
§16 ὅπου γὰρ ἂν πλεῖστος ὄχλος ἀνθρώπων ξυνίῃ, πλεῖστονἀργύριον ἐξ ἀνάγκης ἐκεῖ γίγνεται, καὶ τὸν τόπον εἰκὸς εὐθηνεῖν· ὥσπερ οἶμαί φασι τὴν χώραν, οὗ ἂν πρόβατα πλεῖστα αὐλισθῇ, κρατίστην γίγνεσθαι τοῖς γεωργοῖς διὰ τὴν κόπρον, καὶ πολλοὶ δέονται τῶν ποιμένων παρʼ αὐτοῖς αὐλίζειν τὰ πρόβατα.
§17 τοιγαροῦν μέγιστον νομίζεται πρὸς ἰσχὺν πόλεως τὸ τῶν δικῶνκαὶ πάντες ἐσπουδάκασιν ὑπὲρ οὐδενὸς οὕτω. μέτεστι δὲ αὐτοῦ ταῖς πρώταις πόλεσιν ἐν μέρει παρʼ ἔτος. φασὶ δὲ νῦν ἔσεσθαι διὰ πλείονος χρόνου. τοὺς γὰρ ἀνθρώπους οὐχ ὑπομένειν ξυνεχῶς ἐλαύνεσθαι πανταχοῦ. καὶ μὴν τῶν ἱερῶν τῆς Ἀσίας μέτεστιν ὑμῖν τῆς τε δαπάνης τοσοῦτον ὅσον ἐκείναις ταῖς πόλεσιν,ἐν αἷς ἐστι τὰ ἱερά. οὔκουν ἔγωγε ταύτης εὐποτμοτέραν ἐπίσταμαι πόλιν οὐδὲ ἀνθρώπους ἄμεινον ζῶντας, χωρὶς Ἰνδῶν.
§18 ἐκεῖ γάρ, ὥς φασι, ποταμοὶ ῥέουσιν οὐχ ὥσπερ παρʼ ὑμῖν ὕδατος, ἀλλʼ μὲν γάλακτος, δὲ οἴνου διαυγοῦς, ἄλλος δὲ μέλιτος, ἄλλος δὲ ἐλαίου. ῥέουσι δʼ ἐγγύθεν ἐκ λόφων, ὥσπερ ἐκ μαστῶντῆς γῆς. πάντα δὲ ταῦτα τῶν παρʼ ἡμῖν ἄπειρον διαφέρει πρός τε ἡδονὴν καὶ δύναμιν. τὰ μὲν γὰρ ἐνθάδε γλίσχρως καὶ μόλις ἀπὸ ζῴων τινῶν καὶ φυτῶν συλλέγομεν, καρποὺς ξύλων βρίζοντες καὶ τροφὴν ζῴων βδάλλοντες καὶ βλίττοντες, τὰ δὲ ἐκεῖ τῷ παντὶ καθαρώτερα, χωρὶς οἶμαι βίας καὶ πανουργίας. οἱ δὲ ποταμοὶ ῥέουσινἕνα μῆνα τῷ βασιλεῖ, καὶ φόρος οὗτός ἐστιν αὐτῷ, τὸν δὲ λοιπὸν χρόνον τοῖς δημόταις.
§19 ξυνίασιν οὖν καθʼ ἑκάστην ἡμέραν μετὰ παίδων καὶ γυναικῶν εἴς τε τὰς πηγὰς καὶ πρὸς τὰ ῥεύματα τῶν ποταμῶν παίζοντες καὶ γελῶντες, ὡς ἂν ἐπʼ εὐωχίαν. φύεται δὲ παρὰ ταῖς ὄχθαις τε λωτὸς ἰσχυρὸς καὶ σχεδὸν ἁπάντων σιτίωνἥδιστος, οὐχ ὥσπερ παρʼ ἡμῖν τετράποσι τροφή, καὶ πολλὰ σήσαμα καὶ σέλινα, ὡς ἂν εἰκάσειέ τις ἐκ τῆς ὁμοιότητος· τὴν δὲ ἀρετὴν οὐκ ἄξιον συμβάλλειν. γίγνεται δὲ αὐτόθι ἕτερον σπέρμα, τῶν πυρῶν καὶ τῶν κριθῶν ἀμείνων τροφὴ καὶ μᾶλλον ξυμφέρουσα. φύεται δὲ ἐν κάλυξι μεγάλαις, οἷον ῥόδων, εὐοσμοτέραις δὲ καὶ μείζοσιν. ταύτας τὰς ῥίζας καὶ τὸν καρπὸν ἐσθίουσιν, οὐδὲν πονήσαντες.
§20 εἰσὶ δὲ ὀχετοὶ πολλοὶ ῥέοντες ἐκ τῶν ναμάτων, οἱ μὲν μείζους, οἱ δὲ ἐλάττους, ξυμμιγνύντες ἀλλήλοις, τῶν ἀνθρώπων πεποιηκότων, ὅπως ἂν αὐτοῖς δοκῇ. μετοχετεύουσι δὲ ῥᾳδίως, ὥσπερ ἡμεῖς τὸ ἐν τοῖς κήποις ὕδωρ. ἔστι δὲ καὶ λουτρὰ πλησίον αὐτοῖς ὕδατος, τὸ μὲν θερμὸν λευκότερον ἀργύρου, τὸ δὲ ὑπὸ τοῦ βάθους καὶ τῆς ψυχρότητος κυανοῦν. ἐνταῦθα νήχονται γυναῖκες ἅμα καὶ παῖδες, καλοὶ πάντες. ἔπειτα οἶμαι κατακλινέντες ἐν τοῖς λειμῶσιν ᾅδουσι καὶ μινυρίζουσιν.
§21 εἰσὶ δὲ λειμῶνες αὐτόθι πάγκαλοι καὶ φύσις ἀνθῶν τε καὶ δένδρων παρεχόντων τὴν μὲν σκιὰν ἄνωθεν ἐξ ὕψους, τὸν δὲ καρπὸν ἐν ἐφικτῷ τοῖς βουλομένοις λαβεῖν νευόντων τῶν κλάδων. οἵ τε ὄρνιθες κατᾴδουσιν, οἱ μὲν ἐν τοῖς ὄρεσιν συγκαθήμενοι, πολύ τι πλῆθος, οἱ δὲ ἄνωθεν ἀπὸ ἀκρεμόνων, εὐφωνότεροι τῶν παρʼ ἡμῖν ὀργάνων. πνεῦμά τε ἀεὶ μέτριον διαρρεῖ, καὶ τῶν ἀέρων κρᾶσις ὁμοία διὰ παντός, μάλιστα δὲ ἔοικεν ἀρχομένῳ θέρει. πρὸς δὲ τούτοις τε οὐρανὸς ἐκεῖ καθαρώτερος καὶ τὰ ἄστρα πλείω καὶ λαμπρότερα. ζῶσι δὲ πλεῖον τετρακοσίων ἐτῶν, πάντα τὸν χρόνον τοῦτον ὡραῖοι καὶ νέοι καὶ οὔτε γῆράς ἐστι παρʼ ἐκείνοις οὔτε νόσος οὔτε πενία.
§22 τούτων δὲ τοιούτων ὄντων καὶ τοσούτων ὑπαρχόντων ἀγαθῶν, ὅμως εἰσὶν ἄνθρωποι καλούμενοι Βραχμᾶνες, οἳ χαίρειν ἐάσαντες τούς τε ποταμοὺς ἐκείνους καὶ τοὺς παρʼ αὐτοῖς ἐρριμμένους ἐκτραπέντες ἰδίᾳ τε ξυλλογίζονται καὶ φροντίζουσι, πόνους τε θαυμαστοὺς ἀναλαβόμενοι τοῖς σώμασιν οὐδενὸς ἀναγκάζοντος καὶ καρτερήσεις δεινὰς ὑπομένοντες. φασὶ δὲ ἐξαίρετον αὐτοῖς εἶναι μίαν πηγὴν τὴν τῆς ἀληθείας, πολὺ πασῶν ἀρίστην καὶ θειοτάτην, ἧς οὐδέποτε τοὺς γευσαμένους ἐμπίμπλασθαι. τὰ μὲν οὖν ἐκεῖθεν λόγος ἐστὶν ἀψευδής. ἤδη γάρ τινες τῶν ἀφικνουμένων ἔφασαν· ἀφικνοῦνται δὲ οὐ πολλοί τινες ἐμπορίας ἕνεκεν· οὗτοι δὲ ἐπιμίγνυνται τοῖς πρὸς θαλάττῃ. τοῦτο δὲ ἄτιμόν ἐστιν Ἰνδῶν τὸ γένος, οἱ δὲ ἄλλοι φεύγουσιν αὐτούς.
§23 τούτους ἀνάγκη ὁμολογεῖν ὑμῶν εὐδαιμονεστέρους, τῶν δὲ ἄλλων ὑμᾶς, πλὴν ἑνὸς ἀνθρώπων ἔτιγένους, τῶν πολυχρυσοτάτων. τὸ δὲ χρυσίον λαμβάνουσι παρὰ μυρμήκων. οὗτοι δέ εἰσιν ἀλωπέκων μείζονες, τἄλλα δὲ ὅμοιοι τοῖς παρʼ ἡμῖν. ὀρύττουσι δὲ κατὰ γῆς, ὥσπερ οἱ λοιποὶ μύρμηκες. δὲ χοῦς αὐτοῖς ἐστι χρυσίον καθαρώτατον πάντων χρυσίων καὶ στιλπνότατον. εἰσὶν οὖν πλησίον ἐφεξῆς, ὥσπερ κολωνοὶ τοῦψήγματος, καὶ τὸ πεδίον ἅπαν ἀστράπτει. χαλεπὸν οὖν ἰδεῖν ἐστι πρὸς τὸν ἥλιον, καὶ πολλοὶ τῶν ἐπιχειρούντων ἰδεῖν τὰς ὄψεις διεφθάρησαν.
§24 οἱ δὲ προσοικοῦντες ἄνθρωποι τὴν μεταξὺ χώραν διελθόντες ἔρημον οὖσαν οὐ πολλὴν ἐφʼ ἁρμάτων, ὑποζεύξαντες ἵππους ταχίστους, ἀφικνοῦνται τῆς μεσημβρίας, ἡνίκα δεδύκασικατὰ γῆς· ἔπειτα φεύγουσι τὸν χοῦν ἁρπάσαντες. οἱ δὲ αἰσθανόμενοι διώκουσι καὶ μάχονται καταλαβόντες, ἕως ἂν ἀποθάνωσιν ἀποκτείνωσιν· ἀλκιμώτατοι γάρ εἰσι θηρίων ἁπάντων. ὥστε οὗτοί γε ἐπίστανται τὸ χρυσίον ὁπόσου ἐστὶν ἄξιον, καὶ οὐδὲ προΐενται πρότερον ἀποθανεῖν.
§25 φέρε δή, τίνας ἄλλους τῶν καθʼ ἡμᾶσεὐδαίμονας ἀκούομεν; Βυζαντίους, χώραν τε ἀρίστην νεμομένους καὶ θάλατταν εὐκαρποτάτην. τῆς δὲ γῆς ἠμελήκασι διὰ τὴν ἀρετὴν τῆς θαλάττης. μὲν γὰρ διὰ μακροῦ φέρει τὸν καρπὸν αὐτοῖς καὶ δεῖ λαβεῖν ἐργασαμένους, δὲ αὐτόθεν μηδὲν πονήσασιν.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up