Dio Chrysostom Orationes
EN Lat Orig
(1)περὶ ΒΑΣΙΛΕΙΑΣ α. (2)περὶ ΒΑΣΙΛΕΙΑΣ β. (3)περὶ ΒΑΣΙΛΕΙΑΣ γ. (4)περὶ ΒΑΣΙΛΕΙΑΣ δ. Oration 5: A Libyan Myth (6)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΤΥΡΑΝΝΙΔΟΣ (13)ΕΥΒΟΙΚΟΣ ἢ ΚΥΝΗΓΟΣ. (7)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΑΡΕΤΗΣ. (8)ΔΙΟΓΕΝΗΣ ἢ ΙΣΘΜΙΚΟΣ. (9)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΟΙΚΕΤΩΝ. (10)ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ. (11)Ὀλυμπικὸς ἢ περὶ τῆς πρώτης τοῦ θεοῦ ἐννοίας (12)ἐν ΑΘΗΝΑΙΣ περὶ ΦΥΓΗΣ. Oration 69: On Fondness for Listening Oration 70: On Retirement Oration 71: On Beauty Oration 72: On Peace and War Oration 73: That the Wise Man Is Happy Oration 74: On Happiness Oration 75: On the Daemon Oration 76: On Deliberation Oration 77: On Conversation at Banquets Oration 79: Melancomas II Oration 78: Melancomas I Oration 80: Charidemus Oration 14: The Rhodian Oration (15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ. Oration 16: 1st Tarsic Discourse Oration 17: 2nd Tarsic Discourse (35)ἐν ΚΕΛΑΙΝΑΙΣ τῆς ΦΡΥΓΙΑΣ. Oration 19: The Borysthenitic Discourse Oration 20: The Corinthian Oration Oration 21: To the Nicomedians on Concord with the Nicaeans Oration 22: On Concord in Nicaea Oration 23: On Concord with the Apameans Oration 24: To the Apameans on Concord Oration 25: A Discourse in His Homeland Oration 26: A Political Address in His Homeland Oration 27: A Complimentary Address to His Homeland Oration 28: An Account of His Relations with His Homeland Oration 29: Before Philosophising in His Homeland Oration 30: A Public Address in His Homeland Oration 31: A Political Address in the Assembly Oration 32: Renunciation of Office before the Council Oration 33: On Public Works before the Council Oration 34: To Diodorus Oration 35: On Aeschylus, Sophocles, and Euripides Oration 36: On Homer Oration 37: On Socrates Oration 38: On Homer and Socrates Oration 39: Agamemnon, or On Kingship Oration 40: Nestor Oration 41: Achilles Oration 42: Philoctetes Oration 43: Nessus, or Deianira Oration 44: Chryseis Oration 45: On Kingship and Tyranny Oration 46: On Fortune I Oration 47: On Fortune II Oration 48: On Fortune III Oration 49: On Reputation I Oration 50: On Reputation II Oration 51: On Reputation III Oration 52: On Virtue Oration 53: On Philosophy Oration 54: On the Philosopher Oration 55: On Personal Appearance Oration 56: On Trust Oration 57: On Distrust Oration 58: On Law Oration 59: On Custom Oration 60: On Envy Oration 62: On Wealth Oration 63: To the Cilicians on Freedom Oration 64: On Slavery and Freedom I Oration 65: On Slavery and Freedom II Oration 66: On Grief Oration 67: On Greed Oration 68: On the Practice of Oratory
Oration 56: On Trust
§1 Ἆρά γε τὸ πιστεύεσθαι τοῖς πιστευομένοις ἀγαθόν ἐστι καὶ τοιοῦτον οἷον τὸ πλουτεῖν καὶ τὸ ὑγιαίνειν καὶ τὸ τιμᾶσθαι τοῖς τιμωμένοις καὶ ὑγιαίνουσι καὶ πλουτοῦσιν, αὐτοῖς ἐκείνοις τινὰ φέρον ὠφέλειαν; λέγω δὲ οἷον εἴ τις δημοσίᾳ τύχοι πιστευόμενος ὑπὸ τῆς αὑτοῦ πόλεως ἑτέρας στρατιὰν χρήματα τείχη, καθάπερ ἤδη πολλοὶ τὰ τοιαῦτα ἐπετράπησαν, οἱ δὲ καὶ αὐτὰς τὰς πόλεις μετὰ παίδων καὶ γυναικῶν εἰρήνης τε οὔσης καὶ πολέμου καταλαβόντος ἐνίοτε,
§2 καὶ νὴ Δία εἴ τις ὑπἀνδρὸς βασιλέως τυράννου πιστεύοιτο χρυσίον ἀργύριον ναῦς ὅπλα ἀκρόπολιν ξύμπασαν τὴν ἀρχήν, ὥσπερ Λεπτίνης μὲν παρὰ τοῦ ἀδελφοῦ πολλάκις Συρακούσας παρέλαβε, Φίλιστος δὲ παρὰ τοῦ νεωτέρου Διονυσίου, μάγοι δὲ παρὰ Καμβύσου τὰ Περσῶν βασίλεια, ὅτε εἰς Αἴγυπτον ἐστρατεύετο, παρὰ δὲ Δαρείου Μιθράνης τὴν Σάρδεων ἀκρόπολιν, Περσαῖος δὲ παρὰ Ἀντιγόνου τὸν Ἀκροκόρινθον, πολὺ δὲ τούτων πρότερον Ἀτρεὺς παρΕὐρυσθέως τὸ Ἄργος, ὅτε Εὐρυσθεὺς ἐπἈθήνας ἐστρατεύετο, οὐκ ἐκδιδόντων Ἀθηναίων τοὺς Ἡρακλέους παῖδας· δὲ υἱὸς αὐτοῦ Ἀγαμέμνων, ἡνίκα ἐπὶ Τροίαν ἔπλει, μουσικῷ ἀνδρὶ ἐπίστευσε τὴν γυναῖκα καὶ τὴν οἰκίαν
§3 τούτους ἅπαντας φῶμεν τοὺς πιστευομένους ἀγαθόν τι ἀπολαύειν καὶ αὐτοὺς τῆς πίστεως; καὶ αὖ τοὺς ὑπὸ τῶν ἰδιωτῶν πιστευομένους γυναῖκας παῖδας τὴν οὐσίαν, καθάπερ οἶμαι πολλοὶ ἐπιτρόπους καὶ κηδεμόνας καταλείπουσιν, οἱ μὲν ἀποδημοῦντες, οἱ δὲ ἀποθνήσκοντες, οἱ δὲ παρακαταθήκας διδόασιν ἄνευ μαρτύρων, οὐ δεδιότες μὴ ἀφαιρεθῶσιν, ἔνιοι δὲ τῶν νόμων ἀπαγορευόντων μὴ καταλιπεῖν κληρονόμους οὓς αὐτοὶ βούλονται, ἑτέρους καταλείπουσιν, ἐντειλάμενοι τὰ χρήματα ἀποδοῦναι τοῖς αὑτῶν ἐπιτηδείοις
§4 τούτοις δὴ πᾶσι λυσιτελεῖν φῶμεν τὸ πρᾶγμα καὶ τὴν δόξαν, ἣν ἔχοντες περὶ αὐτῶν ἐπιτρέπουσιν αὐτοῖς οἱ τὰ σφέτερα ἐπιτρέποντες, μάλιστα δὲ τοῖς τελευταίοις τοῖς παρανόμως πιστεύεσθαι δοκοῦσιν· τοὐναντίον χαλεπὸν εἶναι τὸ τοιοῦτον καὶ πολλῆς ἀσχολίας καὶ φροντίδων αἴτιον, ἐνίοτέ γε μὴν καὶ κινδύνων τῶν μεγίστων; ἔξεστι δὲ σκοπεῖν εὐθὺς ἀπὸ τῶν δοκούντων εἶναι μεγίστων· οὗτοι γὰρ τῶν μὲν ἰδίων ἐξ ἀνάγκης ἀμελοῦσι καὶ χρημάτων καὶ τέκνων, προσέχουσι δὲ τοῖς κοινοῖς καὶ ἐπὶ τούτων εἰσί· καὶ πολλάκις μὲν ὑπὸ τῶν ἐπιβουλευόντων ταῖς πόλεσιν πολεμίων πολιτῶν τινων ἀπόλλυνται, πολλάκις δὲ ὑπαὐτῶν τῶν πόλεων ἀδίκως διαβληθέντες. οἱ μὲν γὰρ οὐσίας ἀφῃρέθησαν, τοὺς δὲ καὶ ὀνείδη συνέβη κτήσασθαι καταδικασθέντας κλοπῆς· οἱ δὲ ἐξέπεσον ἐκ τῶν πατρίδων, οἱ δὲ καὶ ἀπέθανον·
§5 ὥσπερ οὖν λέγουσι Περικλέα μὲν ἁλῶναι κλοπῆς παρὰ Ἀθηναίοις τὸν κάλλιστα καὶ ἄριστα προστάντα τῆς πόλεως, Θεμιστοκλέα δὲ ἐκπεσεῖν ὡς προδιδόντα, ὃς παραλαβὼν αὐτοὺς οὐ δυναμένους τὸ ἔδαφος τῆς πατρίδος οἰκεῖν, ἀλλὰ παραχωροῦντας τοῖς πολεμίοις αὐτοῦ τοῦ ἄστεος καὶ τῶν ἱερῶν, οὐ μόνον ταῦτα πάντα ἀπέδωκεν, ἀλλἔτι καὶ τῶν Ἑλλήνων ἡγεμόνας ἐποίησεν, ἀφελόμενος Λακεδαιμονίους ἐξ ἀρχῆς ἔχοντας τὴν τιμὴν ταύτην.
§6 Μιλτιάδης δὲ πρῶτος νικήσας τοὺς βαρβάρους μετὰ μόνων τῶν πολιτῶν καὶ τὸ Περσῶν φρόνημα καθελών, πρότερον εἶχον ὡς ἁπάντων ἀνθρώπων κρείττους ὄντες, οὗτος μετοὐ πολὺν χρόνον εἰς τὸ δεσμωτήριον ὑπαὐτῶν ἐνέπεσε, καὶ προσέτι υἱὸς αὐτοῦ Κίμων ἄτιμος ἦν ἂν τὸν ἅπαντα χρόνον, εἰ μὴ τὴν ἀδελφὴν Ἐλπινίκην ἐξέδωκεν ἀνδρὶ ταπεινῷ καὶ χρήματα ἔχοντι, ὃς ὑπὲρ αὐτοῦ τὴν ζημίαν κατέβαλε τὰ πεντήκοντα τάλαντα. καίτοι Κίμων ὕστερον Ἀθηναίοις Κύπρον ἐκτήσατο καὶ πεζῇ ἅμα καὶ ναυσὶν ἐνίκησε τοὺς βαρβάρους περὶ Παμφυλίαν· ἀλλὅμως τὸν τοιοῦτον αὐτὸν ὄντα καὶ τοιούτου πατρός,
§7 εἰ μὴ χρημάτων εὐπόρησεν, ἄτιμον ἂν εἴων ἐν τῇ πόλει. Φωκίωνα δὲ ὕστερον τὸν ὑπὲρ ὀγδοήκοντα ἔτη βιώσαντα, τούτων δὲ τὰ πλείω στρατηγήσαντα καὶ τὴν πόλιν διαφυλάξαντα ἐν τοῖς χαλεπωτάτοις καιροῖς καὶ χρηστὸν ὑπαὐτῶν ἐκείνων ὀνομασθέντα, τοῦτον οὐκ ἤρκεσεν αὐτοῖς ἀποκτεῖναι μόνον, ἀλλοὐδὲ νεκρὸν εἴασαν ἐν τῇ Ἀττικῇ, ἀλλὑπὲρ τοὺς ὅρους ἐξέβαλον. Νικίας δὲ Νικηράτου διὰ τὸ πιστεύεσθαι ὑπὸ τῶν πολιτῶν, ἐπιστάμενος τὴν ἐν Σικελίᾳ στρατείαν οἵα ἔσοιτο καὶ ἀπὸ τοῦ θεοῦ καὶ τῷ λογίζεσθαι, ὅμως ἠναγκάσθη στρατεύσασθαι νοσῶν διὰ τὴν πίστιν ταύτην. καὶ εἰ μὲν ἀποβαλὼν τὴν στρατιὰν μέρος αὐτῆς αὐτὸς γοῦν ἐσώθη, δῆλον ὅτι οἴκοι ἀφικόμενος ἀπολώλει ἂν. ἐπεὶ δὲ τοῦτο εἰδὼς προσελιπάρει πάντα τρόπον, ληφθεὶς ὑπὸ τῶν πολεμίων τοῦτο ἔπαθεν.
§8 καὶ ταῦτα ἐμοὶ περὶ μιᾶς πόλεως εἴρηται καὶ τῶν ἐν μιᾷ πόλει πολιτευομένων, οὐδὲ τούτων ἁπάντων. τοὺς δὲ παρὰ τοῖς τυράννοις δοκοῦντας πιστοὺς εἰ ἐπεξίοιμι οἵων δὴ τετυχήκασι, πολλῶν ἂν ἴσως μοι δεήσαι πάνυ ἡμερῶν. σχεδὸν γὰρ τό γε σωθῆναι ἐκείνους ἀδύνατόν ἐστιν. οἱ μὲν γὰρ ἂν παράσχωσι καθαὑτῶν αἰτίαν, ὡς ἀδικήσαντες, διὰ τοῦτο ἀπόλλυνται καὶ οὐκ ἔστιν οὐδεμιᾶς συγγνώμης τυχεῖν· οἳ δἂν ἄνδρες ἀγαθοὶ φανῶσι καὶ διαφυλάττειν δυνάμενοι τὰ πιστευθέντα, παραχρῆμα μὲν τιμῆς τινος ἔτυχον, μετοὐ πολὺ δὲ ἀπόλλυνται φθονούμενοι καὶ ὑποπτευόμενοι.
§9 οὐ γὰρ δοκεῖ λυσιτελεῖν τοῖς μονάρχοις οὐδένἄνδρα ἀγαθὸν εἶναι παραὐτοῖς οὐδεὐδοκιμοῦντα φαίνεσθαι παρὰ τῷ πλήθει. αἱ δὲ παρὰ τῶν ἰδιωτῶν πίστεις κινδύνους μὲν ἥττους ἴσως ἔχουσιν, ὅτι καὶ τὰ πράγματα ἐλάττω ἐστίν, ἀσχολίαν δὲ μυρίαν καὶ πόνους, καὶ πολλάκις οὐδὲ χάρις οὐδἡτισοῦν συνέπεται. πολλάκις δὲ συμβαίνει παραὐτῶν τῶν εὖ παθόντων αἰτίαν ἔχειν, ὡς οὐ δικαίως οὐδὲ καθαρῶς ἅπαντα ἀποδόντας.
§10 τί δὴ βουλόμενος ταῦτα ἐγὼ διῆλθον; οὐ γὰρ δὴ νουθετῶν σε τοιαύτην νουθεσίαν οὐδὲ ἀποτρέπων τοῦ πιστὸν εἶναι. πολὺ γὰρ ἂν εἴην τοῦ Ζήθου φαυλότερος τοιαῦτα ἐπιτιμῶν, ὡς ἐκεῖνος ἐνουθέτει τὸν ἀδελφόν, οὐκ ἀξιῶν φιλοσοφεῖν αὐτὸν οὐδὲ περὶ μουσικὴν διατρίβειν, ἐάσαντα τὴν τῶν ἰδίων ἐπιμέλειαν· ἔφη δὲ αὐτὸν ἄτοπόν τινα καὶ ἀσύμφορον μοῦσαν εἰσάγειν. ὥσπερ ἂν τυχὸν εἴποι τις καὶ σὲ τοιαύτην προῃρῆσθαι πρᾶξιν, οὐκ ἀργὸν οὐδὲ φίλοινον οὐδαμῶς, χρημάτων μέντοι τῶν αὑτοῦ ἀτημελῆ ἴσως· καὶ νὴ Δία λέγοι ἂν καὶ τόδε τὸ ἔπος· ἐξ ὧν κενοῖσιν ἐγκατοικήσεις δόμοις.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up