Dio Chrysostom Orationes
EN Lat Orig
(1)περὶ ΒΑΣΙΛΕΙΑΣ α. (2)περὶ ΒΑΣΙΛΕΙΑΣ β. (3)περὶ ΒΑΣΙΛΕΙΑΣ γ. (4)περὶ ΒΑΣΙΛΕΙΑΣ δ. Oration 5: A Libyan Myth (6)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΤΥΡΑΝΝΙΔΟΣ (13)ΕΥΒΟΙΚΟΣ ἢ ΚΥΝΗΓΟΣ. (7)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΑΡΕΤΗΣ. (8)ΔΙΟΓΕΝΗΣ ἢ ΙΣΘΜΙΚΟΣ. (9)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΟΙΚΕΤΩΝ. (10)ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ. (11)Ὀλυμπικὸς ἢ περὶ τῆς πρώτης τοῦ θεοῦ ἐννοίας (12)ἐν ΑΘΗΝΑΙΣ περὶ ΦΥΓΗΣ. Oration 69: On Fondness for Listening Oration 70: On Retirement Oration 71: On Beauty Oration 72: On Peace and War Oration 73: That the Wise Man Is Happy Oration 74: On Happiness Oration 75: On the Daemon Oration 76: On Deliberation Oration 77: On Conversation at Banquets Oration 79: Melancomas II Oration 78: Melancomas I Oration 80: Charidemus Oration 14: The Rhodian Oration (15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ. Oration 16: 1st Tarsic Discourse Oration 17: 2nd Tarsic Discourse (35)ἐν ΚΕΛΑΙΝΑΙΣ τῆς ΦΡΥΓΙΑΣ. Oration 19: The Borysthenitic Discourse Oration 20: The Corinthian Oration Oration 21: To the Nicomedians on Concord with the Nicaeans Oration 22: On Concord in Nicaea Oration 23: On Concord with the Apameans Oration 24: To the Apameans on Concord Oration 25: A Discourse in His Homeland Oration 26: A Political Address in His Homeland Oration 27: A Complimentary Address to His Homeland Oration 28: An Account of His Relations with His Homeland Oration 29: Before Philosophising in His Homeland Oration 30: A Public Address in His Homeland Oration 31: A Political Address in the Assembly Oration 32: Renunciation of Office before the Council Oration 33: On Public Works before the Council Oration 34: To Diodorus Oration 35: On Aeschylus, Sophocles, and Euripides Oration 36: On Homer Oration 37: On Socrates Oration 38: On Homer and Socrates Oration 39: Agamemnon, or On Kingship Oration 40: Nestor Oration 41: Achilles Oration 42: Philoctetes Oration 43: Nessus, or Deianira Oration 44: Chryseis Oration 45: On Kingship and Tyranny Oration 46: On Fortune I Oration 47: On Fortune II Oration 48: On Fortune III Oration 49: On Reputation I Oration 50: On Reputation II Oration 51: On Reputation III Oration 52: On Virtue Oration 53: On Philosophy Oration 54: On the Philosopher Oration 55: On Personal Appearance Oration 56: On Trust Oration 57: On Distrust Oration 58: On Law Oration 59: On Custom Oration 60: On Envy Oration 62: On Wealth Oration 63: To the Cilicians on Freedom Oration 64: On Slavery and Freedom I Oration 65: On Slavery and Freedom II Oration 66: On Grief Oration 67: On Greed Oration 68: On the Practice of Oratory
Oration 52: On Virtue
§1 Ἄπορόν μοι δοκεῖ εἶναι ὅτι οἱ ἄνθρωποι ἄλλα μὲν ἐπαινοῦσι καὶ θαυμάζουσιν, ἄλλων δὲ ἐφίενται καὶ περὶ ἄλλα ἐσπουδάκασιν. ἐπαινοῦσι μὲν γάρ, ὡς ἔπος εἰπεῖν, πάντες καὶ θεῖα καὶ σεμνά φασιν ἀνδρείαν καὶ δικαιοσύνην καὶ φρόνησιν καὶ συλλήβδην ἀρετὴν πᾶσαν. καὶ οὓς ἂν ἡγῶνται τοιούτους εἶναι γεγονέναι ἐγγύς, θαυμάζουσι καὶ ὑμνοῦσι· καὶ τοὺς μέν τινας θεούς, τοὺς δὲ ἥρωας ἀποφαίνουσιν, οἷον Ἡρακλέα καὶ Διοσκούρους καὶ Θησέα καὶ Ἀχιλλέα καὶ πάντας τοὺς ἡμιθέους λεγομένους. οἷς ὃν ἂν ὅμοιον ὑπολαμβάνωσιν, ἕτοιμοί εἰσιν ἅπαντες ἐκείνῳ πείθεσθαι καὶ ὑπηρετεῖν, ,τι ἂν προστάττῃ, καὶ βασιλέα καὶ ἄρχοντα ἀποδεικνύναι ἑαυτῶν καὶ τὰ σφέτερα ἐπιτρέπειν , ὅν ἂν σώφρονα καὶ δίκαιον καὶ φρόνιμον ὄντως ὑπολαμβάνωσι καὶ ἁπλῶς ἄνδρα ἀγαθόν.
§2 ὥστε ταύτῃ μὲν οὐκ ἄν τις αὐτοῖς μέμψαιτο ὡς οὐκ αἰσθανομένοις ὅτι σεμνόν τι καὶ τίμιον καὶ τοῦ παντὸς ἄξιον χρῆμα ἀρετή· ἐπιθυμοῦσί γε μὴν πάντων μᾶλλον ἀγαθοὶ γενέσθαι καὶ πράττουσι πάντα πρότερον ὅπως σωφρονήσουσι καὶ φρόνιμοι ἔσονται καὶ δίκαιοι καὶ ἄνδρες σπουδαῖοι, καλῶς μὲν αὑτῶν δυνάμενοι προΐστασθαι, καλῶς δὲ οἶκον οἰκῆσαι, καλῶς δὲ ἄρξαι πόλεως, εὖ δὲ πλοῦτον ἐνεγκεῖν, εὖ δὲ πενίαν, εὖ δὲ προσενεχθῆναι φίλοις, εὖ δὲ συγγενέσι, δικαίως δἐπιμεληθῆναι γονέων, ὁσίως δὲ θεραπεῦσαι θεούς.
§3 ἀλλοἱ μέν τινες περὶ γεωργίαν πραγματεύονται, οἱ δὲ περὶ ἐμπορίαν, οἱ δἐπὶ στρατείαν ὁρμῶσιν, οἱ δἐπἰατρικήν, οἱ δὲ οἰκοδομικὴν ναυπηγικὴν ἐκμανθάνουσιν, οἱ δὲ κιθαρίζειν αὐλεῖν σκυτοτομεῖν παλαίειν, οἱ δὲ ὅπως δεινοὶ δόξουσι περὶ τὸ εἰπεῖν ἐν δήμῳ δικαστηρίῳ τὴν πᾶσαν σπουδὴν ἔχουσιν, οἱ δὲ ὅπως ἰσχυροὶ ἔσονται τὰ σώματα. καίτοι τοὺς ἐμπόρους μὲν καὶ γεωργοὺς καὶ στρατιώτας καὶ ἰατροὺς καὶ οἰκοδόμους καὶ κιθαριστὰς καὶ αὐλητὰς καὶ παιδοτρίβας, ἔτι δὲ τοὺς λεγομένους ῥήτορας καὶ τοὺς πάνυ ἰσχύοντας τοῖς σώμασιν, ἀθλίους καὶ δυστυχεῖς τοὺς πολλοὺς ἂν εὕροι τις μικροῦ δεῖν ἅπαντας.
§4 ἂν δὲ ψυχὴ ἔμφρων γένηται καὶ νοῦς ἀγαθὸς καὶ ἱκανοὶ ὦσι τά τε αὑτῶν πράγματα ὀρθῶς πράττειν καὶ τὰ τῶν ἄλλων, τούτους ἀνάγκη καὶ εὐδαιμόνως ζῆν, νομίμους ἄνδρας γενομένους καὶ ἀγαθοῦ δαίμονος τυχόντας καὶ φίλους ὄντας τοῖς θεοῖς. οὐ γὰρ ἄλλους μὲν φρονίμους εἰκὸς εἶναι, ἄλλους δὲ ἐμπείρους τῶν ἀνθρωπίνων πραγμάτων, οὐδὲ ἄλλους μὲν τἀνθρώπεια ἐπίστασθαι, ἄλλους δὲ τὰ θεῖα, οὐδὲ ἄλλους μὲν εἶναι τῶν θείων ἐπιστήμονας, ἄλλους δὲ ὁσίους, οὐδὲ ἄλλους μὲν ὁσίους, ἄλλους δὲ θεοφιλεῖς· οὐδὲ ἕτεροι μὲν ἔσονται θεοφιλεῖς, ἕτεροι δὲ εὐδαίμονες. οὐδὲ ἕτεροι μέν εἰσιν ἄνθρωποι ἄφρονες, ἕτεροι δἀγνοοῦσι τὰ καθ̓ αὑτοὺς πράγματα· οὐδὲ οἵ τὰ σφέτερα πράγματα ἀγνοοῦσι, τὰ θεῖα ἴσασιν· οὐδὲ οἱ φαύλως περὶ τῶν θείων ὑπειληφότες οὐκ ἀνόσιοί εἰσιν. οὐδέ γε τοὺς ἀνοσίους οἷόν τε φίλους εἶναι θεοῖς, οὐδὲ τοὺς μὴ φίλους θεοῖς μὴ δυστυχεῖς εἶναι.
§5 διὰ τί ποτοὖν οἱ μὲν ὀρεγόμενοι ὅπως εὐδαιμονήσουσιν οὐ προθυμοῦνται τοιούτους παρέχειν σφᾶς αὐτούς; δὲ πράττοντας οὐδὲν αὐτοὺς κωλύει κακῶς καὶ ἀθλίως ζῆν, πᾶσαν τούτων ἐπιμέλειαν ποιοῦνται; καίτοι ἄνευ μὲν αὐλητῶν καὶ κιθαριστῶν καὶ σκυτοτόμων καὶ παιδοτριβῶν καὶ ῥητόρων καὶ ἰατρῶν οὐκ ἀδύνατον ἀνθρώποις βιοῦν πάνυ καλῶς καὶ νομίμως, οἶμαι δἐγὼ καὶ δίχα γεωργῶν καὶ οἰκοδόμων·
§6 Σκύθαι γοῦν οὐδὲν κωλύονται οἱ νομάδες μήτε οἰκίας ἔχοντες μήτε γῆν σπείροντες φυτεύοντες δικαίως καὶ κατὰ νόμους πολιτεύεσθαι· ἄνευ δὲ νόμου καὶ δικαίου μὴ κακῶς ζῆν ἀνθρώπους καὶ πολὺ τῶν θηρίων ὠμότερον οὐ δυνατόν. ἔτι δὅπου μὲν φαῦλοι σκυτοτόμοι εἰσὶ καὶ γεωργοὶ καὶ οἰκοδόμοι, οὐδὲν ἐκεῖ διὰ τοῦτο συμβαίνει χαλεπόν, ἀλλὰ τὰ ὑποδήματα καὶ πυροὶ ἐλάττους καὶ κριθαί· ὅπου δὲ ἄρχοντες χείρους καὶ δικασταὶ καὶ νόμοι, τὰ πράγματα κάκιον ἔχει τῶν ἀνθρώπων ἐκείνων καὶ βίος δυστυχέστερος καὶ στάσεις καὶ ἀδικίαι καὶ ὕβρεις καὶ ἀσέβεια πολλὴ φύεται παραὐτοῖς.
§7 ἔτι δὲ σκυτοτόμον μὲν αὐτὸν οὐκ ὄντα λυσιτελεῖ παρἄλλου πρίασθαι ὑποδήματα, καὶ οἰκοδομεῖν οὐκ ἐπιστάμενον ἄλλον ἐπὶ τούτῳ μισθώσασθαι, καὶ γεωργὸν μὴ ὄντα σῖτον πρίασθαι καὶ ὄσπρια· ἄδικον δὲ αὐτὸν ὄντα οὐ λυσιτελεῖ τῶν δικαίων παῤ ἄλλου τυγχάνειν οὐδὲ ἄφρονα καὶ ἀγνοοῦντα δεῖ ποιεῖν καὶ ὧν ἀπέχεσθαι, μετὰ νοῦν ἐφἑκάστῳ πρὸς ἕτερον ἰέναι. πρὸς γὰρ τοῖς ἄλλοις μὲν ἀργυρίου δεόμενος ἱματίων οἰκίας ἄλλου του ἐπίσταταί τε καὶ ζητεῖ παρὰ τῶν ἐχόντων λαβεῖν· δὲ νοῦν οὐκ ἔχων οὐδὲ αὐτὸ τοῦτο ἐπίσταται ὅτι οὐκ ἔχει νοῦν· ἀλλαὐτός φησιν ἱκανὸς εἶναι καὶ ἰσχυρίζεται τῇ ἀφροσύνῃ, πάντα πράττων καὶ λέγων ἀφρόνως, καὶ οὔ φησιν ἄδικος εἶναι οὐδὲ ἀνόητος οὐδὲ ἀκόλαστος, ἀλλὡς οἷόν τε ἱκανῶς περὶ ταῦτα ἔχειν, ὧν οὐδεμίαν πώποτε ἐπιμέλειαν ἐποιήσατο οὐδὲ ἔμαθεν οὐδὲν τούτων ἕνεκεν.
§8 οὐδὲ γὰρ ἐπιστήμην εἶναι νομίζουσι, καθἣν εἴσονται τί πρακτέον αὐτοῖς τί μὴ πρακτέον καὶ πῶς βιώσονται ὀρθῶς· ἀλλὰ τοὺς νόμους αὐτοῖς ἱκανοὺς εἶναι πρὸς τοῦτο τοὺς γεγραμμένους· ὅπως δὲ πείσονται τοῖς νόμοις καὶ ἑκόντες ποιήσουσι τὰ ἐκείνοις δοκοῦντα οὐδὲν φροντίζουσιν. καίτοι τί ἧττον φόβῳ τοῦ κλέπτειν ἀπεχόμενος δοκῶν, ἀλλὰ μὴ μισῶν τὸ πρᾶγμα καὶ καταγιγνώσκων, κλέπτης τῶν ὑφαιρουμένων ἐστίν; εἰ μὴ καὶ τὸν ἡμέρας οὐ κλέπτοντα, ἀλλὰ νυκτὸς γενομένης, κλέπτην οὐ φήσομεν ἐν τῇ ἡμέρᾳ, ἀλλὰ δίκαιον εἶναι. ἔπειτα δέονται πολλῶν τῶν ἀπειλούντων καὶ κολαζόντων, ὡς οὐ δυνάμενοι αὐτοὶ ἀπέχεσθαι τῶν ἀδικημάτων, ἀλλὰ καὶ οἴκοι ὄντες· τοιοῦτοι δὲ ὄντες αἱροῦνται τοὺς νομοθέτας καὶ κολάζουσι τοὺς νόμους ὥσπερ εἰ ἄμουσοι ὄντες ᾑροῦντο τοὺς μουσικοὺς καὶ οὐδὲν ἐπαΐοντες περὶ γεωμετρίας τοὺς γεωμέτρας.
§9 σημεῖον δὲ τῆς πονηρίας τῆς τῶν ἀνθρώπων· εἰ γὰρ ἀνέλοιεν τοὺς νόμους καὶ ἄδεια γένοιτο τοῦ τύπτειν ἀλλήλους καὶ ἀποκτείνειν καὶ ἁρπάζειν τὰ τῶν πέλας καὶ μοιχεύειν καὶ λωποδυτεῖν, τίνας ἔσεσθαι οἰητέον τοὺς ἀφεξομένους τοῦ των καὶ μὴ πάνυ ῥᾳδίως τε καὶ ἑτοίμως ἅπαντα ἐξαμαρτεῖν; καὶ τὸ νῦν γε οὐδὲν ἧττον λανθάνομεν μετὰ κλεπτῶν καὶ ἀνδραποδιστῶν καὶ μοιχῶν ζῶντες καὶ συμπολιτευόμενοι καὶ κατὰ τοῦτο οὐδὲν βελτίους τῶν θηρίων ἐσμέν· καὶ γὰρ ἐκεῖνα ἂν φοβηθῇ ἀνθρώπους φυλάττοντας κύνας, ἀπέχεται τοῦ ἁρπάζειν.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up