Dio Chrysostom Orationes
EN Lat Orig
(1)περὶ ΒΑΣΙΛΕΙΑΣ α. (2)περὶ ΒΑΣΙΛΕΙΑΣ β. (3)περὶ ΒΑΣΙΛΕΙΑΣ γ. (4)περὶ ΒΑΣΙΛΕΙΑΣ δ. Oration 5: A Libyan Myth (6)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΤΥΡΑΝΝΙΔΟΣ (13)ΕΥΒΟΙΚΟΣ ἢ ΚΥΝΗΓΟΣ. (7)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΑΡΕΤΗΣ. (8)ΔΙΟΓΕΝΗΣ ἢ ΙΣΘΜΙΚΟΣ. (9)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΟΙΚΕΤΩΝ. (10)ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ. (11)Ὀλυμπικὸς ἢ περὶ τῆς πρώτης τοῦ θεοῦ ἐννοίας (12)ἐν ΑΘΗΝΑΙΣ περὶ ΦΥΓΗΣ. Oration 69: On Fondness for Listening Oration 70: On Retirement Oration 71: On Beauty Oration 72: On Peace and War Oration 73: That the Wise Man Is Happy Oration 74: On Happiness Oration 75: On the Daemon Oration 76: On Deliberation Oration 77: On Conversation at Banquets Oration 79: Melancomas II Oration 78: Melancomas I Oration 80: Charidemus Oration 14: The Rhodian Oration (15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ. Oration 16: 1st Tarsic Discourse Oration 17: 2nd Tarsic Discourse (35)ἐν ΚΕΛΑΙΝΑΙΣ τῆς ΦΡΥΓΙΑΣ. Oration 19: The Borysthenitic Discourse Oration 20: The Corinthian Oration Oration 21: To the Nicomedians on Concord with the Nicaeans Oration 22: On Concord in Nicaea Oration 23: On Concord with the Apameans Oration 24: To the Apameans on Concord Oration 25: A Discourse in His Homeland Oration 26: A Political Address in His Homeland Oration 27: A Complimentary Address to His Homeland Oration 28: An Account of His Relations with His Homeland Oration 29: Before Philosophising in His Homeland Oration 30: A Public Address in His Homeland Oration 31: A Political Address in the Assembly Oration 32: Renunciation of Office before the Council Oration 33: On Public Works before the Council Oration 34: To Diodorus Oration 35: On Aeschylus, Sophocles, and Euripides Oration 36: On Homer Oration 37: On Socrates Oration 38: On Homer and Socrates Oration 39: Agamemnon, or On Kingship Oration 40: Nestor Oration 41: Achilles Oration 42: Philoctetes Oration 43: Nessus, or Deianira Oration 44: Chryseis Oration 45: On Kingship and Tyranny Oration 46: On Fortune I Oration 47: On Fortune II Oration 48: On Fortune III Oration 49: On Reputation I Oration 50: On Reputation II Oration 51: On Reputation III Oration 52: On Virtue Oration 53: On Philosophy Oration 54: On the Philosopher Oration 55: On Personal Appearance Oration 56: On Trust Oration 57: On Distrust Oration 58: On Law Oration 59: On Custom Oration 60: On Envy Oration 62: On Wealth Oration 63: To the Cilicians on Freedom Oration 64: On Slavery and Freedom I Oration 65: On Slavery and Freedom II Oration 66: On Grief Oration 67: On Greed Oration 68: On the Practice of Oratory
Oration 26: A Political Address in His Homeland
§1 Λυδῷ, φασί, πράγματα οὐκ ἦν, δὲ ἐξελθὼν ἐπρίατο. οὐκοῦν μὲν Λυδὸς δικαίως πράγματα εἶχεν αὐτὸς ἐπιθυμήσας, ἐγὼ δὲ οὐκ ἐπιθυμῶν πράγματα ἔχω διοὐδὲν ἕτερον ὑπὸ ἀνθρώπων ἀδυνάτων καὶ φθονερῶν ὅτι δοκῶ στέργειν ὑμᾶς καὶ τὰ μὲν εὖ πεποίηκα τὴν πατρίδα, ταῖς πρώταις ἴσην αὐτὴν ἀποδείξας τιμῆς ἕνεκα, τὸ δὲ ποιήσω θεοῦ διδόντος.
§2 καὶ τοῦτο εἶπον οὐκ ἀλαζονευόμενος ἄλλως, ʽαὐτοὶ γὰρ ἴστε οὐδεπώποτε ὑπὲρ τούτων μνησθέντα με ἐν τοσούτοις λόγοις, οὓς εἴρηκα ἐν ὑμῖνἀλλ̓ ἀμυνόμενος τοὺς ἐμοὶ καὶ ὑμῖν βασκαίνοντας, ἵνα, ἐὰν μὲν δυνατὸν , διαρραγῶσιν, τῇ πόλει πάσῃ βέλτιστόν ἐστιν· εἰ δὲ μή, ἀλλ̓ οὖν ὀδυνηθῶσιν. ὅτι δὲ οἱ αὐτοὶ πρὸς ἐμὲ ἀηδῶς ἔχουσι καὶ πρὸς τὴν πόλιν αὐτοὶ μάρτυρές ἐστε, ἐὰν θέλητε μεμνῆσθαι καὶ τῶν φιλούντων ὑμᾶς καὶ τῶν μισούντων. καίτοι ἐπιεικέστερον ἐμοὶ χρῶνται ὑμῖν. ἐμοῦ μὲν γὰρ ἐνθάδε κατηγοροῦσιν, ὑμῶν δὲ ἐπὶ τοῦ βήματος. ἐὰν οὖν Ἑλληνικοῖς, ὥσπερ εἴωθα, φαίνωμαι παραδείγμασι χρώμενος, μὴ καταγελάσητε.
§3 οὐ γὰρ καταφρονῶ τῆς πατρίδος, οὐδὲ ἀδυνάτους ὑμᾶς νομίζω αὐτοὺς συνιέναι τὰ τοιαῦτα, οὐδὲ ἀπαίδευτον νομίζω οὔτε τὸν δῆμον οὔτε τὴν βουλήν. μάλιστα μὲν οὖν ὑμᾶς βούλομαι τὸ ἦθος Ἑλληνικὸν ἔχειν καὶ μήτε ἀχαρίστους μήτε ἀξυνέτους εἶναι· εἰ δὲ μή, λόγων γε τοιούτων ἀκούειν οὐ χεῖρόν ἐστιν, ἐξ ὧν μοι δοκεῖτε καὶ τοῖς ἤθεσιν ἀμείνους ἂν γενέσθαι.
§4 τί δὴ οὖν τὸ παράδειγμα; ἦν τις ἄνθρωπος ἐν Θήβαις Ἐπαμεινώνδας λεγόμενος· οὗτος ἐφίλει τὴν πατρίδα πάντων μάλιστα· καιρῶν δὲ ἐπιλαβόμενος, οἷοι τότε ἦσαν, πολλὰ καὶ μεγάλα εὐεργέτησεν. ἀντὶ γὰρ δειλῶν καὶ ἀδυνάτων καὶ ἄλλοις ὑπακουόντων πρωτεύειν ἐποίησεν ἐν τοῖς Ἕλλησι καὶ τῆς ἡγεμονίας ἀντιποιεῖσθαι. τότε μὲν γὰρ ταῦτα ἦν δυνατά, νῦν δἕτεροι γεγόνασιν οἱ καιροί· πλὴν τά γε τῆς εὐνοίας καὶ τῆς προθυμίας ἀεί ποτε ὅμοια. οἱ γὰρ προδόται καὶ συκοφάνται καὶ πάντα πράττοντες κατὰ τῶν πολιτῶν καὶ τότε ἦσαν ἐν ταῖς πόλεσι· καὶ μὴν φιλοῦντες τὰς πατρίδας καὶ τοὺς πολίτας τοὺς αὑτῶν μηδὲν κακὸν πάσχειν ἐθέλοντες καὶ τὰς πατρίδας αὔξειν φιλοτιμούμενοι τότε μὲν πολλοὶ καὶ μεγάλα πράττοντες καὶ ἐλάττω ποιεῖν ἀγαθὰ δυνάμενοι.
§5 δοὖν Ἐπαμεινώνδας ἐκεῖνος ὑπὸ τῶν ἀνομοίων ἐμισεῖτο καί τινες ἦσαν οἱ διαβάλλοντες αὐτόν, δὲ δῆμος, ὡς ἂν δῆμος, ἠγνόει καὶ ἀνεπείθετο. καί ποτε τῶν ἀπεγνωσμένων τις καὶ ἀτίμων καὶ ὅτε ἐδούλευεν πόλις καὶ ἐτυραννεῖτο πάντα κατ̓ αὐτῆς πεποιηκὼς ἐν ἐκκλησίᾳ τὸν Ἐπαμεινώνδαν ἐλοιδόρει, καὶ πολλὰ καὶ χαλεπὰ ἔλεγε· πᾶς γὰρ ψευδόμενος οὐχ ,τι ἀληθὲς εἴπῃ ζητεῖ, μηδέν γε ἀληθὲς λέγειν δυνάμενος, ἀλλεἴ τι χαλεπόν. καὶ αὐτὸς ἐπαναστὰς περὶ μὲν τῶν ἄλλων οὐκ εἶπεν οὐδ᾽ ἀπελογήθη πρὸς οὐδέν, μόνον δὲ πρὸς ἐκεῖνον, τῇ δαὑτοῦ φωνῇ βοιωτιάζων Ἀλλά τοι Δαμάτηρ, ἔφη, κεχολωμένα γένοιτο. οἱ δὲ Θηβαῖοι ἀκούσαντες ἥσθησαν καὶ ἐγέλασαν εἰκότως, ἀναμνησθέντες οἶμαι τῆς ἐκείνου πρὸς τὸν δῆμον εὐνοίας καὶ τοῦ λοιδοροῦντος τῆς συκοφαντίας.
§6 ἐγὼ μὲν οὖν εἴ τις λέγοι πρὸς ἐμὲ ἀνάξιον ἐμοῦ εἴτε ἄντικρυς εἴτε καὶ μετὰ σχήματος, ἵνα δοκῇ ῥήτωρ, καὶ ταῦτα οὐκ ὢν εὐσχήμων αὐτός, ἀποκρινοῦμαι αὐτῷ τὴν τοῦ Ἐπαμεινώνδου ἀπόκρισιν. εὖ δἴστε ὅτι ταῦτα ποιοῦσι καὶ λέγουσι βαρυνόμενοι τὴν ἐμὴν ἐπιδημίαν διἄλλο μὲν οὐδέν· οὔτε γὰρ ἐνεδρεύω τινὰ τῶν πολιτῶν οὔτἀργύριον λαμβάνω παρά τινος οὔτε δασμολογεῖν ἕτοιμός εἰμι τὴν χώραν τὴν ὑμετέραν οὔτἐν τῇ ἀγορᾷ φαίνομαί τινι ὀχληρός· οὐ γάρ εἰμι ῥήτωρ· οὐδὲ εἶπον ὑπὲρ οὐδενὸς ἑνὸς ἀνθρώπου δυστυχοῦς, ὃν ἐκώλυσα ὑπὸ τῶν συγγενῶν καὶ τῶν ἐπιτρόπων διασπασθῆναι, πρότερον μὲν αὐτοῦ τὰ γράμματα ὑφῃρημένων καὶ πολλὰ τῆς οὐσίας διηρπακότων, ὕστερον δὲ καταψευδομαρτυρούντων·
§7 ἄλλην δὲ οὐδεμίαν εἴρηκα δίκην, ὥστε διοὐδὲν οὐδενὶ βαρύς εἰμι. ἀλλἵνα, ἐάν ποτε γένηται καιρὸς οἷον εὔχονταί τινες, ὅμοιος τῷ πρότερον, οἷος οὐκ ἔσται· πλὴν εἰ γένοιτο, ἵνα μὴ παρῶ τῷ δήμῳ μηδὲ ἕξουσιν οἱ συκοφαντούμενοι τὸν παραιτούμενον συναλγοῦντα. καὶ διὰ τοῦτο δυσκόλως ἐμὲ φέρει τις ἐπιδημοῦντα. καὶ γὰρ εἰ πλείους ἦσαν, ὥσπερ εἰσίν, οὐδεὶς ἐμοῦ φήσει μᾶλλον. ἐγὼ δὲ ἔχω παρρησίαν πρὸς ὑμᾶς ὅσην οὐδείς. τῆς μὲν γὰρ εὐτυχίας τῆς ἐμαυτοῦ παρεχώρησα ὑμῖν, τῆς δὲ δυστυχίας τῆς ὑμετέρας μετέλαβον.
§8 καὶ νῦν δεῖ με ἀποδημεῖν, οὐχ ὡς πρότερον ἀλύπως, πάντων με ἀγαπώντων καὶ θαυμαζόντων, ἀλλὰ μετἔχθρας τινῶν· ἐπεὶ αὐτός γε οὐδὲν ἔπαθον κακόν· οὐ γὰρ πώποτἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν ἵππους. οὐ μέντοι θαυμάζω τὰ παρόντα πράγματα· ἐπεὶ καὶ Σωκράτης ἐκεῖνος, οὗ μέμνημαι πολλάκις, ἐν μὲν τῇ τυραννίδι τῶν τριάκοντα ἔπραττε πάντα ὑπὲρ τοῦ δήμου καὶ τῶν κακῶν οὐδενὸς ἐκοινώνησεν, ἀλλὰ καὶ πεμφθεὶς ὑπαὐτῶν ἐπὶ Λέοντα τὸν Σαλαμίνιον οὐχ ὑπήκουσε, καὶ τοῖς τυράννοις ἄντικρυς ἐλοιδορεῖτο, λέγων ὁμοίους εἶναι τοῖς πονηροῖς βουκόλοις, οἳ παραλαβόντες ἰσχυρὰς τὰς βοῦς καὶ πολλάς, ὀλίγας καὶ ἀσθενεστέρας ποιοῦσιν.
§9 ἀλλὅμως ὑπὸ τοῦ δήμου, διὃν ἐκινδύνευεν, ὕστερον εὖ πράττοντος διαβληθεὶς ὑπὸ συκοφαντῶν τινων ἀπέθανεν. ἦν δὲ κατήγορος Μέλητος, βδελυρὸς ἄνθρωπος καὶ συκοφάντης. Ἀδικεῖ, φησί, Σωκράτης, τοὺς νέους διαφθείρων καὶ οὓς μὲν πόλις θεοὺς τιμᾷ μὴ τιμῶν, ἕτερα δὲ εἰσάγων καινὰ δαιμόνια· σχεδὸν αὐτὰ τἀναντία οἷς ἐποίει Σωκράτης.
§10 ἐτίμα τε γὰρ τοὺς θεοὺς ὡς οὐδεὶς ἄλλος καὶ παιᾶνα ἐποίησεν εἰς τὸν Ἀπόλλω καὶ τὴν Ἄρτεμιν, τοῦτον ὃν ἐγὼ νῦν ᾅδω, καὶ τοὺς νέους ἐκώλυε διαφθείρεσθαι οὐ μόνον, ἀλλὰ καὶ τοὺς πρεσβυτέρους ὀνειδίζων καὶ προφέρων αὐτοῖς, εἴ τις ἄπληστος ἀκόλαστος τὰ τῆς πόλεως ἠργολάβει, τοὺς μὲν ἀπολύων ἐπἀργυρίῳ, τοὺς δὲ συκοφαντῶν, τοὺς δὲ νησιώτας τοὺς ταλαιπώρους λεηλατῶν ἐπὶ προφάσει φόρων καταλογῇ στρατιωτῶν, ὥσπερ ἔνιοι ποιοῦσι παρἡμῖν.
§11 διὰ ταῦτα μισοῦντες αὐτὸν ἔφασαν διαφθείρειν τοὺς νέους. δ᾽ ἐμὴ γραφὴ μείζων καὶ γενναιοτέρα σχεδὸν ἦν, κρυφαία τις, ὡς ἔοικεν· Ἀδικεῖ Δίων, τοὺς μὲν θεοὺς μὴ τιμῶν μήτἐν θυσίαις μήτἐν ὕμνοις, καταλύων τὰς πατρίους ἑορτάς, ἀναπείσας δὲ ἡγεμόνα πονηρὸν ὥστε τὸν μὲν δῆμον βασανίσαι καὶ ἐξελάσαι ὅσους ἂν δύνηται πλείστους, ἐνίους δὲ καὶ ἀποκτεῖναι, παρασχὼν ἀνάγκην αὐτοῖς ἑκουσίως ἀποθανεῖν διὰ τὸ μὴ δύνασθαι πρεσβύτας ὄντας φυγεῖν μηδὲ ὑπομένειν καταλιπεῖν τὴν πατρίδα· συμπράττων δὲ καὶ νῦν ἅπαντα· τῷ τυραννήσαντι τοῦ ἔθνους, καὶ ὅπως ἐκεῖνος καλῶς ἀγωνιεῖται καὶ κατὰ κράτος παραλήψεται τὰς πόλεις καὶ τοὺς δήμους κατασκευάζων, ὅσον ἐστὶν ἐπαὐτῷ κατασκευάζειν·
§12 διαφθείρων δὲ καὶ τὸν δῆμον αὐτὸς ἐφιστάμενος κατήγορος καὶ τοῖς αὑτοῦ ῥήμασι καὶ τῇ γλώττῃ παρανομῶν εἰς τοὺς πολίτας, εἰς τοὺς δημότας, καὶ πολλὰ ἕτερα ποιῶν, αἰσχύνομαι καθ̓ ἕκαστον λέγειν· πονηρὸν δὲ παράδειγμα παρέχων ἑαυτὸν καὶ νεωτέροις καὶ πρεσβυτέροις ἀπονίας καὶ τρυφῆς καὶ ἀπιστίας· δεκάζων δὲ τὸ πλῆθος, ἵνα μηδεὶς αὐτῷ προφέρῃ τὰ τότε πραχθέντα, ἀλλὰ τοῦ μίσους καὶ τῆς ἐπιβουλῆς λήθην τινὰ ποιήσωνται. φέρε δὴ πρὸς ταῦτα ἀπολογήσομαι, ἄνδρες Προυσαεῖς, κἂν δοκῇ ὑμῖν ἀκούσασι, κατεψηφίσασθέ μου· καὶ γὰρ τοῦ Σωκράτους οἱ Ἀθηναῖοι ἀκούσαντες κατεψηφίσαντο.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up