Dio Chrysostom Orationes
EN Lat Orig
(1)περὶ ΒΑΣΙΛΕΙΑΣ α. (2)περὶ ΒΑΣΙΛΕΙΑΣ β. (3)περὶ ΒΑΣΙΛΕΙΑΣ γ. (4)περὶ ΒΑΣΙΛΕΙΑΣ δ. Oration 5: A Libyan Myth (6)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΤΥΡΑΝΝΙΔΟΣ (13)ΕΥΒΟΙΚΟΣ ἢ ΚΥΝΗΓΟΣ. (7)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΑΡΕΤΗΣ. (8)ΔΙΟΓΕΝΗΣ ἢ ΙΣΘΜΙΚΟΣ. (9)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΟΙΚΕΤΩΝ. (10)ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ. (11)Ὀλυμπικὸς ἢ περὶ τῆς πρώτης τοῦ θεοῦ ἐννοίας (12)ἐν ΑΘΗΝΑΙΣ περὶ ΦΥΓΗΣ. Oration 69: On Fondness for Listening Oration 70: On Retirement Oration 71: On Beauty Oration 72: On Peace and War Oration 73: That the Wise Man Is Happy Oration 74: On Happiness Oration 75: On the Daemon Oration 76: On Deliberation Oration 77: On Conversation at Banquets Oration 79: Melancomas II Oration 78: Melancomas I Oration 80: Charidemus Oration 14: The Rhodian Oration (15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ. Oration 16: 1st Tarsic Discourse Oration 17: 2nd Tarsic Discourse (35)ἐν ΚΕΛΑΙΝΑΙΣ τῆς ΦΡΥΓΙΑΣ. Oration 19: The Borysthenitic Discourse Oration 20: The Corinthian Oration Oration 21: To the Nicomedians on Concord with the Nicaeans Oration 22: On Concord in Nicaea Oration 23: On Concord with the Apameans Oration 24: To the Apameans on Concord Oration 25: A Discourse in His Homeland Oration 26: A Political Address in His Homeland Oration 27: A Complimentary Address to His Homeland Oration 28: An Account of His Relations with His Homeland Oration 29: Before Philosophising in His Homeland Oration 30: A Public Address in His Homeland Oration 31: A Political Address in the Assembly Oration 32: Renunciation of Office before the Council Oration 33: On Public Works before the Council Oration 34: To Diodorus Oration 35: On Aeschylus, Sophocles, and Euripides Oration 36: On Homer Oration 37: On Socrates Oration 38: On Homer and Socrates Oration 39: Agamemnon, or On Kingship Oration 40: Nestor Oration 41: Achilles Oration 42: Philoctetes Oration 43: Nessus, or Deianira Oration 44: Chryseis Oration 45: On Kingship and Tyranny Oration 46: On Fortune I Oration 47: On Fortune II Oration 48: On Fortune III Oration 49: On Reputation I Oration 50: On Reputation II Oration 51: On Reputation III Oration 52: On Virtue Oration 53: On Philosophy Oration 54: On the Philosopher Oration 55: On Personal Appearance Oration 56: On Trust Oration 57: On Distrust Oration 58: On Law Oration 59: On Custom Oration 60: On Envy Oration 62: On Wealth Oration 63: To the Cilicians on Freedom Oration 64: On Slavery and Freedom I Oration 65: On Slavery and Freedom II Oration 66: On Grief Oration 67: On Greed Oration 68: On the Practice of Oratory
Oration 20: The Corinthian Oration
§1–13
§1 Ὅτε τὸ πρῶτον ἐπεδήμησα τῇ πόλει τῇ ὑμετέρᾳ, ἀφοὗ δέκα ἔτη σχεδόν, καὶ τῶν λόγων μετέδωκα τῷ δήμῳ καὶ τοῖς τέλεσι τοῖς ὑμετέροις, ἔδοξα ἐπιτήδειος εἶναι ἔτι δὲ ὑμῖν οὕτω σφόδρα ὡς οὐδὲ Ἀρίων Μηθυμναῖος. Ἀρίονος μέν γε τύπον οὐκ ἐποιήσασθε. ὅταν δὲ ὑμᾶς λέγω, τοὺς προγόνους λέγω τοὺς ὑμετέρους καὶ Περίανδρον τὸν Κυψέλου τὸν σοφόν, ἐφοὗ Ἀρίων ἐγένετο, ὃς καὶ διθύραμβον πρῶτος ἀνθρώπων ἐποίησε καὶ ὠνόμασε καὶ ἐδίδαξεν ἐν Κορίνθῳ.
§2 θεοφιλὴς μὲν γὰρ οὕτως ἦν ὥστε ἀναπλέων ἐνταῦθα μετὰ χρημάτων μεγάλων, ὧν ἔτυχεν εἰργασμένος περὶ Τάραντα καὶ τοὺς ἐκεῖσε Ἕλληνας, μέλλων εἰς τὴν θάλατταν ὑπὸ τῶν πορθμέων ἐκπεσεῖν διαὐτά που ταῦτα τὰ χρήματα, παρῃτήσατο αὐτοὺς πρὸ τῆς ἐκβολῆς ᾆσαι, ὥσπερ φασὶ τοὺς κύκνους μέλλοντας ἀποθνῄσκειν καὶ προορωμένους τὸν θάνατον ἐμβιβάζειν τὴν ψυχὴν οἷον εἰς ὄχημα τὸ μέλος.
§3 μὲν δὴ ᾖδε· καὶ γὰρ ἦν νηνεμία καὶ σιγὴ κατὰ θάλατταν· καὶ τὸ μέλος ᾔσθοντο δελφῖνες, αἰσθανόμενοι δὲ περὶ ναῦν ἦσαν. παυσαμένου δὲ τοῦ Ἀρίονος καὶ τῶν πορθμέων οὐδὲν μαλακὸν ἐνδιδόντων, μὲν ἔρριψεν ἑαυτὸν εἰς τὸν πόντον, δελφὶς δὑπελθὼν ἐξεκόμισε τὸν ᾠδὸν ἐπὶ Ταίναρον ὡς εἶχε σὺν τῇ σκευῇ. Ἀρίων μὲν οὖν τοῦτον τὸν τρόπον σωθεὶς καὶ φθάσας τοὺς πορθμέας ἐν Κορίνθῳ ἦν, αὐτὰ δὴ ταῦτα διηγούμενος τῷ Περιάνδρῳ.
§4 ἐπικαταγομένων δὲ τῶν πορθμέων καὶ τοῦ πράγματος ἀχθέντος εἰς ἔλεγχον, οἱ μὲν ἀπέθνῃσκον, Ἀρίων δέ ʽοὐ γὰρ Περίανδρος, ἀλλἈρίωνποιησάμενος μίμημα χαλκοῦν οὐ μέγα ἀνέθηκεν ἐπὶ Ταινάρου, καὶ αὑτὸν ἐπὶ τοῦ εὐεργέτου καθήμενον. ἐγένετο δὲ ὑπὸ τὸν αὐτὸν τοῦτον χρόνον καὶ Σόλων μὲν ἐν Κορίνθῳ, φεύγων τὴν Πεισιστράτου τυραννίδα, οὐ φεύγων δὲ τὴν Περιάνδρου.
§5 οὐ γὰρ ἦν ὅμοιον· μὲν καταλύσας τὴν δημοκρατίαν ἐτυράννευε τῶν Ἀθηναίων, Περίανδρος δὲ παρὰ τοῦ πατρὸς διαδεξάμενος τὴν βασιλείαν, ὃν οἱ μὲν Ἕλληνες τύραννον ἐκάλουν, οἱ δὲ θεοὶ βασιλέα. γὰρ οὐχ οὕτως χρησμὸς ἔχει; ὄλβιος οὗτος ἀνὴρ ὃς ἐμὸν δόμον εἰσαφικάνει, Κύψελος Ἠετίδης, βασιλεὺς κλειτοῖο Κορίνθου, αὐτὸς καὶ παῖδες.
§6 ὧν εἷς αὐτὸς Περίανδρος τῷ πατρὶ ἐκδεξάμενος. οὕτω δὴ Περίανδρος, ὑπὸ μὲν τοῦ θεοῦ βασιλεύς, ὑπὸ δὲ τῶν Ἑλλήνων ἀνηγορεύθη σοφός· οὗ μεῖζον ὄνομα οὐδεὶς πώποτε βασιλεὺς τύραννος ἐκτήσατο· ἀλλοὐδἈντίοχος θεὸς ἐπικληθεὶς οὐδὲ Μιθριδάτης Διόνυσος. ηὔξατο δἂν καὶ Πιττακὸς Μυτιληναῖος ἅμα ἄμφω κεκλῆσθαι καὶ τύραννος καὶ σοφός· νυνὶ δὲ περιεχόμενος τοῦ δευτέρου ὀνόματος ἀπεσκευάσατο τὴν τυραννίδα. Περίανδρος σοφὸς μὲν ἦν μετὀλίγων, τύραννος δὲ μετὰ πολλῶν·
§7 ἀμφότερα δὲ καὶ τύραννος καὶ σοφὸς μόνος. παρὰ τοῦτον Σόλων ἐλθὼν καὶ τυχὼν τῶν κοινῶν· κοινὰ γὰρ τὰ φίλων· ἀλλὅμως ἀνδριάντος οὐκ ἔτυχεν, οὐ δήπου καταφρονῶν ἀνδριάντος, ἀλλὰ καὶ τὸ ἐν Σαλαμῖνι χαλκοῦς ἑστάναι μέγα ποιούμενος· πόθεν γε δὴ οὐχὶ ἐν Κορίνθῳ, ἐν τῷ περιπάτῳ τῆς Ἑλλάδος; ἧκε δὲ καὶ Ἡρόδοτος λογοποιὸς ὡς ὑμᾶς λόγους φέρων Ἑλληνικοὺς ἄλλους τε καὶ Κορινθίους οὐδέπω ψευδεῖς, ἀνθὧν ἠξίου παρὰ τῆς πόλεως μισθὸν ἄρνυσθαι. διαμαρτὼν δὲ καὶ τούτου· οὐ γὰρ ἠξίουν οἱ ὑμέτεροι πρόγονοι δόξαν ἀγοράζειν· μετεσκεύασεν ἐκεῖνα πάντες ἐπιστάμεθα, τὰ περὶ τὴν Σαλαμῖνα καὶ τὸν Ἀδείμαντον.
§8 ἡμᾶς δὲ δὶς ἐπιδημήσαντας οὕτως ἀσμένως ἐπείδετε ὥστε μάλιστα μὲν ἐπειρᾶσθε κατέχειν, ὁρῶντες δὲ ἀδύνατον ὄν, ἀλλά γε τὴν εἰκὼ τοῦ σώματος ἐποιήσασθε καὶ ταύτην φέροντες ἀνεθήκατε εἰς τὰ βιβλία, εἰς προεδρίαν, οὗ μάλιστἂν ᾤεσθε τοὺς νέους προκαλέσασθαι τῶν αὐτῶν ἡμῖν ἐπιτηδευμάτων ἔχεσθαι. οὐ γὰρ ὡς ἕνα τῶν πολλῶν καὶ κατἐνιαυτὸν καταιρόντων εἰς Κεγχρεὰς ἔμπορον θεωρὸν πρεσβευτὴν διερχόμενον, ἀλλὡς μόλις διὰ μακρῶν χρόνων ἀγαπητὸν ἐπιφαινόμενον, οὕτως ἐτιμήσατε.
§9 τιμὴ δἠΰτὄνειρος ἀποπταμένη πεπότηται. ὥστε ἐμὲ ἐν ἀπόρῳ καθεστάναι καὶ πρὸς ἐμαυτὸν καὶ νὴ Δία ἤδη πρὸς ἕτερον, πότερὡς ἀληθῶς οὐκ ἔβλεπον οὐδὲ ὕπαρ, ἀλλὰ ὄναρ ἦν τὰ γιγνόμενα, τὰ μὲν ἦν ταῦτα ταῖς πάσαις ἀκριβείαις, σπουδή τε τοῦ πλήθους καὶ κρίσις τῆς βουλῆς, δἀνδριὰς τῶν Δαιδάλου ποιημάτων ἔτυχεν ὢν καὶ λαθὼν ἡμᾶς ἀπέδρα.
§10 ἀλλἀφοὗ Δαίδαλος ἐτελεύτησεν, οὐδεὶς εἰς ταύτην τὴν ἡμέραν ἐξίκετο τῆς τέχνης μέχρι τοῦ καὶ δρασμὸν ἐμποιεῖν τῷ χαλκῷ· ἀλλὰ διαβεβηκότας μὲν εὖ καὶ καλῶς ποιοῦσι, τοὺς δὲ καὶ ἐφἵππων ὀχουμένους· μένουσι μέντοι οὗτοι πάντες κατὰ σχῆμα καὶ χώραν, κἂν μή τις αὐτοὺς μετακινήσῃ, τό γε ἐπαὐτοῖς εἶναι χαλκὸς ἄδραστος, ἂν καὶ πτερὰ ἔχῃ, ὥσπερ καὶ τοῦ Πυθαγόρου Περσεύς.
§11 ἵνα δὲ καὶ τῆς ἀρχαίας τέχνης τῆς Δαιδαλείου, τί παθὼν ἂν ὑμῶν ἀπηλλάγη τῆς πόλεως, ὑπὲρ ἧς τοὺς δύο θεούς φασιν ἐρίσαι, Ποσειδῶνα καὶ τὸν Ἥλιον, τὸν μὲν τοῦ πυρὸς κύριον, τὸν δὲ τοῦ ὕδατος; ἐρίσαντε δὲ καὶ τὴν δίαιταν ἐπιτρέψαντε τρίτῳ θεῷ πρεσβυτέρῳ, οὗ πλεῖσται μὲν κεφαλαί, πλεῖσται δέ τε χεῖρες, τούτῳ τὴν δίαιταν ἐπιτρέψαντες ἀμφότεροι τήνδε τὴν πόλιν καὶ τὴν χώραν ἔχουσιν· οὔτι που μικρὸν οὐδἀμυδρὸν σημεῖον τῆς πρὸς τὰς ἄλλας ὑπεροχῆς.
§12 αἱ μὲν γὰρ ἄλλαι λήξεις τε καὶ κτήσεις τῶν θεῶν κατὰ μόνας εἰσίν· Ἄργος μὲν Ἥρας, Ἀθηνᾶς δὲ Ἀθῆναι· καὶ αὐτῶν γε τούτων τῶν θεῶν Ῥόδος μὲν Ἠλίου, Ὀγχηστὸς δὲ Ποσειδῶνος, Κόρινθος δὲ ἑκατέρων. εἰκάσαις ἂν αἰνιττομένου τοῦ μύθου τὸ τῆς γῆς ἐν μέσῳ δύο πελαγῶν ὑπὸ τοῦ ἡλίου ἐξαίρετον βουλομένου τοῦ Ποσειδῶνος. τὸ μὲν οὖν τοῦ μύθου τε καὶ τοῦ λόγου,
§13 τῇδέ πῃ συνᾴδοντα, τρίτην ἐπὶ δισσοῖς μάρτυσι τὴν θεσπιῳδὸν Σίβυλλαν παρακαλεῖ· τρανῆ δὲ ἐκ θεοῦ φωνὴν λαχοῦσα ᾅδει μάλα μέγα· εὐδαίμων πιτυώδεος ὄλβιος αὐχὴν Ὠκεανοῦ κούρης Ἐφύρης, ἔνθα Ποσειδῶν, μητρὸς ἐμῆς Λαμίας γενέτωρ, προύθηκεν ἀγῶνα πρῶτος ἅμἨελίῳ, τιμὰς δἠνέγκατο μοῦνος.
§14–26
§14 καὶ γάρ τοι καὶ ἀγῶνα πρῶτον ἐνταυθοῖ τεθῆναί φασιν ὑπὸ τῶν δύο θεῶν, καὶ νικῆσαι Κάστορα μὲν στάδιον, Κάλαϊν δὲ δίαυλον· καὶ γὰρ Κάλαΐν φασι δραμεῖν, ἀπεχόμενον τοῦ πέτεσθαι. δεῖ δὲ καὶ τοὺς ἄλλους, ἐπείπερ ἠρξάμεθα, ἀθλοφόρους τε λεχθῆναι καὶ νικηφόρους. Ὀρφεὺς κιθάρᾳ, Ἡρακλῆς πάμμαχον, πυγμὴν Πολυδεύκης, πάλην Πηλεύς, δίσκον Τελαμών, ἐνόπλιον Θησεύς. ἐτέθη δὲ καὶ ἵππων ἀγών, καὶ ἐνίκα κέλητι μὲν Φαέθων, τεθρίππῳ δὲ Νηλεύς.
§15 ἐγένετο δὲ καὶ νεῶν ἅμιλλα, καὶ Ἀργὼ ἐνίκα, καὶ μετὰ ταῦτα οὐκ ἔπλευσεν, ἀλλὰ αὐτὴν ἀνέθηκεν Ἰάσων ἐνταῦθα τῷ Ποσειδῶνι, καὶ τὸ ἐπίγραμμα ἐπέγραψεν, λέγουσιν Ὀρφέως εἶναι· Ἀργὼ τὸ σκάφος εἰμί, θεῷ δἀνέθηκεν Ἰάσων, Ἴσθμια καὶ Νεμέοις στεψάμενον πίτυσιν. ὅπου δὲ θεοὶ ἀγωνοθετοῦσιν, ἡμίθεοι δὲ νικῶσι καὶ νικῶνται, ἀναπαύεται δὲ Ἀργώ, τίνα τούτου τόπον καλλίω ἐξευρεῖν ἐδύνατο αὐτὸς Δαίδαλος πτεροῖς πετόμενος, οὐχ ὅτι γε δὴ τὸ Δαιδάλου ποίημα;
§16 ἀλλοὔτε ἀπέδρα οὔτε ἐπεχείρησεν οὔθὅλως ἐμέλλησε· καταλείπεται τοίνυν αὐτοὺς τοὺς Κορινθίους ἐκβαλεῖν αὐτὸν μήτε κρίσεως προτεθείσης μήθὅλως αἰτίαν ἔχοντας ἐπενεγκεῖν. καὶ τοῦτο ἐπείσθη τις κατὰ Κορινθίων; ὧν οἱ πρόγονοι διὰ πάντων Ἑλλήνων μάλιστα δὴ δικαιοσύνην ἐπήσκησαν. γὰρ οὐχ οὗτοί εἰσιν οἱ τὰς τυραννίδας ἐν ταῖς πόλεσι καταλύοντες καὶ τὰς δημοκρατίας καθιστάντες καὶ τὰς Ἀθήνας ἀπὸ τῶν τυράννων ἐλευθερώσαντες,
§17 πρότερον μὲν ἀπὸ Ἱππίου, ὕστερον δὲ ἀπὸ Κλεομένους, καὶ μετὰ ταῦτα ὡς αὐτοὶ Ἀθηναῖοι πρᾶγμα ποιεῖν ἐπεχείρουν Ἱππίου καὶ Ἰσαγόρου καὶ τυραννίδα τῆς Ἑλλάδος καθίστασθαι, πρῶτοι μὲν αἰσθόμενοι, μάλιστα δὲ ἀλγήσαντες, ἡγεμόνες δὲ τοῖς ἄλλοις τῆς ἐλευθερίας καταστάντες, καὶ ταύτην τὴν διάνοιαν οὐ μόνον ἐπὶ τῶν Ἀθηναίων, ἀλλὰ καὶ ἐπὶ τῶν Λακεδαιμονίων διαφυλάξαντες; καὶ γὰρ Λακεδαιμονίοις ὑπὲρ τῶν κοινῶν δικαίων τῆς Ἑλλάδος μετὰ τῆς Θηβαίων καὶ Ἠλείων πόλεως ἀντέβησαν· καὶ διέδειξαν οὐ φιλολάκωνες ὄντες, ἀλλἁπλῶς φιλέλληνες καὶ φιλοδίκαιοι καὶ φιλελεύθεροι καὶ μισοπόνηροι καὶ μισοτύραννοι.
§18 μισοβάρβαροι μὲν γὰρ οὕτως ἦσαν, ὥστε εἰς Θερμοπύλας τετρακοσίους σφῶν αὐτῶν ἀπέστειλαν, ὅτεπερ καὶ Λακεδαιμόνιοι τριακοσίους. ἐν Σαλαμῖνι δὲ ἠρίστευσαν καὶ τῆς νίκης αἴτιοι κατέστησαν. Ἡροδότῳ γὰρ οὐ προσέχω, ἀλλὰ τῷ τάφῳ καὶ τῷ Σιμωνίδῃ, ὃς ἐπέγραψεν ἐπὶ τοῖς νεκροῖς τῶν Κορινθίων τεθαμμένοις ἐν Σαλαμῖνι· ξεῖν̓, εὔυδρόν ποτἐναίομεν ἄστυ Κορίνθου, νῦν δἄμμΑἴαντος νᾶσος ἔχει Σαλαμίς. ῥεῖα δὲ Φοινίσσας νῆας καὶ Πέρσας ἑλόντες καὶ Μήδους ἱερὰν Ἑλλάδἱδρυσάμεθα.
§19 ἔστι δὲ καὶ ἕτερον ἐπίγραμμα Σιμωνίδῃ εἰς αὐτὸν τὸν στρατηγὸν ἐξαίρετον· οὗτος Ἀδειμάντου κείνου τάφος, οὗ διὰ βουλὰς Ἑλλὰς ἐλευθερίας ἀμφέθετο στέφανον. ἠλευθέρωσαν δὲ καὶ τὴν Σικελίαν ἀπὸ τῶν βαρβάρων, καὶ τὰς Συρακούσας δὲ ἀπὸ τῶν τυράννων. ἦν δἰδεῖν Διονύσιον ἐν Κορίνθῳ, θέαμα κάλλιστον, οὐδενὸς κύριον· ἀλλὅμως οὐδὲ τοῦτον οὐδεὶς ἠδίκει οὐδὲ ἐξέβαλλεν οὐδἐξήλαυνε τῶν ἐκ Σικελίας.
§20 τὸ δἀνάθημα τῆς πόλεως τίς ἀνέτρεψεν; οὐ μὲν οὖν στρόβιλος πρηστὴρ σκηπτὸς ἐμπεσών σείων καὶ κεραυνὸν ἰθύνων. εἰ δἔστι τις κρίσις ἀνδριάντος, οἵαν φασὶν ἐν Συρακούσαις γενέσθαιὃν δὲ τρόπον οὐκ ὀκνήσω ἐπεμβαλόμενος διηγήσασθαι· Συρακοσίους τοὺς ἀποίκους τοὺς ὑμετέρους ἐν πολλοῖς πολέμοις πρὸς Καρχηδονίους καὶ τοὺς ἄλλους βαρβάρους τοὺς τὴν Σικελίαν καὶ τὴν Ἰταλίαν κατοικοῦντας χαλκὸς ἐπιλελοίπει καὶ τὸ νόμισμα·
§21 ἐψηφίσαντο οὖν τοὺς τῶν τυράννων ἀνδριάντας ʽοἱ δὲ πολλοὶ ἦσαν παραὐτοῖς χαλκοῦ πεποιημένοἰ συγκόψαι κρίσιν γε ἐν αὐτοῖς ποιήσαντες, ὅστις ἄξιος αὐτῶν καταχωνευθῆναι καὶ ὅστις οὔ· καὶ περιγίγνεται τῇ δίκῃ, ἵνα καὶ τοῦτο ἀκούσητε, Γέλων Δεινομένους· οἱ δἄλλοι πάντες κατεκόπησαν, πλὴν ἄρα Διονυσίου τοῦ πρεσβυτέρου τῶν τὸ σχῆμα τοῦ Διονύσου περικειμένων
§22 εἰ δὲ γένοιτο καὶ παρὑμῖν ψήφισμά τι τοιοῦτον, ἀνδριάντων εὐθύνας εἶναιμᾶλλον δεἰ θέλετε καθάπερ ἐψηφισμένον γε τοῦτο καὶ ἀγῶνος ἐνεστηκότος, δότε μοι, δότε τοὺς λόγους ὑπὲρ αὐτοῦ πρὸς ὑμᾶς οἷον ἐν δικαστηρίῳ ποιήσασθαι. ἄνδρες δικασταί, ἅπαντά φασι δεῖν προσδοκᾶν ἐν τῷ μακρῷ χρόνῳ· οὗτος δἐν τῷ βραχεῖ κινδυνεύει τεθῆναι μὲν ὡς ἄριστος Ἑλλήνων, ἐκπεσεῖν δὡς πονηρότατος.
§23 ὅτι μὲν οὖν καλῶς καὶ δικαίως καὶ συμφερόντως τῇ πόλει τῇ ὑμετέρᾳ καὶ πᾶσι τοῖς Ἕλλησιν ἐστάθη, πολλὰ ἔχων εἰπεῖν ἓν ὑμῖν βούλομαι διηγήσασθαι γενόμενον ἐν ταῖς αὐταῖς Συρακούσαις. καὶ γὰρ οἰκεῖον τὸ παράδειγμα· καὶ δίκαιον ἴσως ἐστίν, ὥσπερ ἐκεῖνοι τιμῶσι τὴν μητρόπολιν, οὕτω καὶ ὑμᾶς τὰ τῆς ἀποικίας τῆς ὑμετέρας ἔργα, ἂν καλῶς ἔχῃ, μιμεῖσθαι.
§24 ἐκεῖνοι τοίνυν κατὰ τοὺς ἀρχαίους ἐκείνους χρόνους Λευκανόν τινα ἄνθρωπον, ὅτι πρεσβείαν τινὰ εἰς τὸν δῆμον ἀπήγγειλε δωριστί, ἡσθέντες αὐτοῦ τῇ φωνῇ τά τε ἄλλα ὑπὲρ ὧν ἧκεν οὐκ ἄπρακτον ἀπεπέμψαντο καὶ ταλάντῳ ἐδωρήσαντο καὶ τὴν εἰκόνα τοῦ σώματος ἐστήσαντο παρὰ τῶν ἀστυγειτόνων τόνων καὶ τῶν ἐκείνῃ Δωριέων, τῶν τε ἄλλων καὶ τῶν τὴν Ἰταλίαν κατοικούντων, ὡς εὖ τὸν ἄνδρα καὶ φιλοκάλως ἀμειψάμενοι ὑπὲρ τοῦ γένους τοῦ Δωρικοῦ, οὗ τὴν φωνὴν ἐπησκήκει ἄχρι τοῦ καὶ λέγειν δυνατὸς εἶναι.
§25 εἰ δέ τις οὐ Λευκανὸς ὤν, ἀλλὰ Ῥωμαῖος, οὐδὲ τοῦ πλήθους, ἀλλὰ τῶν ἱπποτρόφων, οὐδὲ τὴν φωνὴν μόνον ἀλλὰ καὶ τὴν γνώμην καὶ τὴν δίαιταν καὶ τὸ σχῆμα τῶν Ἑλλήνων ἐζηλωκώς, καὶ ταῦθοὕτως ἐγκρατῶς καὶ περιφανῶς, ὡς οὔτε τῶν πρὸ αὑτοῦ Ῥωμαίων οὔτε τῶν καθαὑτὸν Ἑλλήνων ʽεἰρήσεται γάροὐδὲ εἷς· τῶν μὲν γὰρ Ἑλλήνων τοὺς ἀρίστους ἔστιν ἰδεῖν ἐκεῖσε πρὸς τὰ τῶν Ῥωμαίων πράγματα ἀποκλίνοντας, τὸν δὲ προστάτην πρὸς τὰ τῶν Ἑλλήνων καὶ τούτων ἕνεκα καὶ τὴν οὐσίαν καὶ τὸ πολιτικὸν ἀξίωμα καὶ πάνθἁπλῶς προϊέμενον, ἵναὐτῷ περιῇ ἓν ἀντὶ πάντων Ἕλληνι δοκεῖν τε καὶ εἶναιεἶτα τοῦτον οὐκ ἐχρῆν παρὑμῖν ἑστάναι χαλκοῦν;
§26 καὶ κατὰ πόλιν γε· παρὑμῖν μέν, ὅτι Ῥωμαῖος ὢν ἀφηλληνίσθη, ὥσπερ πατρὶς ὑμετέρα, παρὰ Ἀθηναίοις δέ, ὅτι ἀττικίζει τῇ φωνῇ, παρὰ Λακεδαιμονίοις δέ, ὅτι φιλογυμναστεῖ, παρὰ πᾶσι δέ, ὅτι φιλοσοφεῖ καὶ πολλοὺς μὲν ἤδη τῶν Ἑλλήνων ἐπῆρε συμφιλοσοφῆσαι αὐτῷ, οὐκ ὀλίγους δὲ καὶ τῶν βαρβάρων ἐπεσπάσατο.
§27–38
§27 ἐπαὐτὸ γὰρ τοῦτο καὶ ἐδόκει ὑπὸ τῶν θεῶν οἷον ἐξεπίτηδες κατεσκευάσθαι, Ἕλλησι μέν, ἵνα ἔχωσιν οἱ ἐπιχώριοι τῆς Ἑλλάδος παράδειγμα ὡς οὐδὲν τὸ παιδευθῆναι τοῦ φῦναι πρὸς τὸ δοκεῖν διαφέρει· Ῥωμαίοις δέ, ἵνα μηδοἱ τὸ ἴδιον ἀξίωμα περιβεβλημένοι τὸ παιδεύεσθαι πρὸς τὸ ἀξίωμα παρορῶσι· Κελτοῖς δέ, ἵνα μηδὲ τῶν βαρβάρων μηδεὶς ἀπογιγνώσκῃ τῆς Ἑλληνικῆς παιδείας, βλέπων εἰς τοῦτον. ἐστάθη μὲν οὖν διὰ τοιαύτας τινὰς προφάσεις (ἵνα μὴ πλείους λέγων δοκῶ προάγειν ἐμαυτὸν εἰς ἀπέχθειαν),
§28 ἔστι δοὐχ ὅμοιον ὑπὲρ ἀναστάσεως εἰκόνος βουλεύεσθαι καὶ καθαιρέσεως. διὰ τί; ὅτι ἕκαστος τούτων τῶν παρὑμῖν ἀνακειμένων, εἴτε βελτίων εἴτε χείρων ἐστίν, ἤδη τὰ τῆς ὁσίας περίκειται, καὶ χρὴ τὴν πόλιν αὐτοῦ προεστάναι ὡς ἀναθήματος. πολλὰ ἄν τις ἔχοι εἰπεῖν ὑπὲρ τοῦ μὴ δεῖν Γοργίαν τὸν σοφιστὴν ἐν Δελφοῖς ἑστάναι, καὶ ταῦτα μετέωρον καὶ χρυσοῦν. Γοργίαν λέγω; ὅπου γε καὶ Φρύνην τὴν Θεσπιακὴν ἔστιν ἰδεῖν, ἐπὶ κίονος κἀκείνην ὡς Γοργίαν.
§29 ἀλλὰ τὸ μὲν εὐθὺς ἐνστῆναι νόμιμον ἴσως καὶ πολιτικόν, τὸ δὕστερον ἐλθόντας τῆς ἀναθέσεως ἀναλύειν πειρᾶσθαι τὰ δεδογμένα, Ἄπολλον, βαρύ· καὶ οὐδεὶς ἂν ἠνέσχετο τῶν Ἀμφικτυόνων. καὶ γὰρ εἰ μὴ δέον ἐστάθησαν, τὸ σταθῆναι προλαβόντες δέον ἑστήκασιν, ἐξ οὗ προειλήφασιν. ὥσπερ γὰρ τῶν εἰς ἐνιαυτὸν αἱρουμένων κἂν ἀνάξιος τις ἀρχῆς, τὸν γοῦν ἐνιαυτὸν ἐκεῖνον εἰς ὃν ᾑρέθη ἄρχων διατελεῖ, οὕτω δὲ καὶ τοῖς ἀνδριᾶσι κύριον εἶναι δεῖ τὸν χρόνον, ἐφὃν ἐστάθησαν· ἔστι δὲ οὗτος πᾶς λοιπὸς χρόνος.
§30 τί διοίσετε τῶν τοὺς πηλίνους πλαττόντων; τί δὲ καλὸν ἕξετε λέγειν πρὸς τοὺς ἀπαιτοῦντας ὑμᾶς τὸν λόγον τοῦ τὰς μὲν τιμὰς εἶναι παρὑμῖν θνητάς, τὰς δὲ ἀτιμίας ἀθανάτους; εἰ τοίνυν οὐδὲν αἰσχρὸν τοῦτό ἐστι, καίπερ ὂν δεινόν, οὐ κομιδῇ τετυφωμένης πολιτείας ἀνδριάντες ἐπέτειοι, ὥσπερ οἱ καρποί; οὓς γὰρ οὐχ ἵνεὐθὺς ἐκλείπωσιν, ἀλλὅπως πλεῖστον χρόνον παραμείνωσι, χαλκοῦς ἵστατε, τούτους ἀποφαίνετε καὶ τῶν κηρίνων μαλακωτέρους.
§31 νὴ Δἴ ὅτι ὀφθῆναι πονηροὺς ὕστερον συνέβη; εἰ μὲν ὕστερον γεγόνασιν, οὐκ ἀφίησι τὴν πόλιν τῆς αἰτίας· οὐ γὰρ τῶν μελλόντων, ἀλλὰ τῶν παρῳχηκότων ὑμεῖς δίδοτε τὰς τιμάς. εἰ δὲ πρότερον ὢν τοιοῦτος ὕστερον κατωπτεύθη, ποτέρως ἂν οἴεσθε μᾶλλον παρὰ τοῖς Ἕλλησιν εὐδοκιμῆσαι καὶ ποτέρως ἂν τοὺς εὖ βουλομένους ὑμᾶς ποιεῖν προκαλέσασθαι, τὴν κρίσιν ἀνάδικον ποιήσαντες τοῖς ἅπαξ δεδογμένοις ἐμμείναντες; ἐγὼ μὲν οὕτως ἡγοῦμαι. τὸ μὲν γὰρ ἠτυχηκότων, τὸ δὲ βεβαίων ἐστὶν ἀνθρώπων.
§32 οὔπω λέγω τὸ μέγιστον, ὅτι οὐκ ἐκ διαβολῆς, ἀλλἐκ καταδίκης, μηδ᾽ ἐκ τῆς τυχούσης αἰτίας, ἀλλἐκ τῆς μεγίστης δεῖ τὴν τηλικαύτην, ἂν ἄρα δέῃ, τιμὴν ἀνατραπῆναι. διαβολῆς μὲν γὰρ ἕνεκα κἂν Σωκράτης εἴη τῶν νέων διαφθορεὺς καὶ πάντων τῶν ἐν ἀνθρώποις νομιζομένων ἀνατροπεύς, ἀπὸ τῶν θεῶν ἀρχόμενος. τίνας γὰρ οὗτοι οὐ διαβεβλήκασιν οἱ πάντα διαβάλλοντες; οὐ Σωκράτην; οὐ Πυθαγόραν; οὐ Πλάτωνα; οὐκ αὐτὸν τὸν Δία καὶ τὸν Ποσειδῶ καὶ τὸν Ἀπόλλω καὶ τοὺς ἄλλους θεούς;
§33 ἅπτονται δὲ καὶ τῶν θηλειῶν θεῶν, ὧν εἰκὸς ἦν ἔτι μᾶλλον τῶν ἀρρένων ἐντρέπεσθαι. νῦν ἀκούετε γὰρ λέγουσι τὴν Δήμητρα καὶ τὴν Ἀφροδίτην καὶ τὴν Ἕω· ἀπέχονται δοὐδὲ τῆς Ἀθηνᾶς οὐδὲ τῆς Ἀρτέμιδος· ἀλλὰ τὴν μὲν ἀπογυμνοῦσι τῷ Ἀκταίωνι, τὴν δὲ καὶ συνάγουσι τῷ Ἡφαίστῳ καὶ ποιοῦσι τὴν παρθένον μικροῦ μητέρα. ταῦτοὖν ἐπιστάμενοι θαυμάζετε, εἰ καὶ κατὰ τούτου τις ψόγος διεδόθη, ὃν ἐκφυγεῖν μὲν οὐδενὶ τῶν πάντων ὑπῆρξε τῶν ἐν δόξῃ βεβιωκότων, τὴν δὲ ἀφορμὴν ἔλαβεν ἐκ τῆς περὶ τοὺς λόγους εἴτἐπαφροδισίαν αὐτὴν εἴθ, τι δήποτε χρὴ καλεῖν τοῦτο καὶ ὑμεῖς σὺν γυναιξὶ καὶ τέκνοις ἀπεδέξασθε;
§34 οὐ σκέψεσθε; οὐκ ἀναμνησθήσεσθε πρὸς ἑαυτούς, εἴ τι τοιοῦτον αὐτῷ παρὑμῖν πέπρακται; καίτοι πόλιν οἰκεῖτε τῶν οὐσῶν τε καὶ γεγενημένων ἐπαφροδιτοτάτην, ἀλλ̓ ὅμως οὐδὲν ἠκούσατε, θαρρῶν δἂν εἴποιμι ὅτι μηδὲ ἄλλος τις Ἑλλήνων. εἶτα τὸν ἐπὶ τῆς Ἑλλάδος ἐν πλείονι ἀδείᾳ καὶ συγγνώμῃ κοσμίως βεβιωκότα, τοῦτον ἐπὶ τῆς Ῥώμης παραὐτὸν τὸν ἄρχοντα καὶ τοὺς νόμους ἡγεῖσθε μεταβεβλῆσθαι; ἀλλὰ τοῦτό γε παραπλήσιόν ἐστιν, ὥσπερ ἂν εἴ τις τὸν ἀθλητὴν φαίη καθαὑτὸν μὲν εὐτακτεῖν, ἐν δὲ τῷ σταδίῳ καὶ παρὰ τὸν ἀγωνοθέτην πλημμελεῖν.
§35 παρρησίαν δὲ ἄγω διπλῆν, ἑνὸς μὲν ἕνεκα τοῦ συνειδότος, ἑτέρου δὲ τοῦ ἀγωνοθέτου. πεπιστευκότος μὲν γὰρ ἦν τιμωρίαν παρὰ τοῦ ἡμαρτηκότος λαβεῖν, ἀκούσαντος δὲ μηνῖσαι· ὅπερ ἐκεῖνος ἐποίησεν. ὑμεῖς δἐπακολουθήσαντες ἀνθρώποιςοὐδὲν δὲ αὐτοὺς ἐρῶ ὡς ἀμυνόμενος· πλὴν ὅτι δικαιότερον ἦν ἐκείνους ὑμῖν ἀκολουθεῖν ὑμᾶς ἐκείνοις.
§36 ὑμεῖς γάρ ἐστε νῦν τὸ δὴ λεγόμενον πρῷρα καὶ πρύμνα τῆς Ἑλλάδος, ὄλβιοι μὲν καὶ ἀφνειοὶ καὶ τὰ τοιαῦτα τῶν ὀνομάτων ἐκ παλαιῶν χρόνων ὑπὸ τῶν ποιητῶν καὶ τῶν θεῶν ὀνομαζόμενοι, ὅτε καὶ τῶν ἄλλων τισὶν ὑπῆρχε καὶ πλουτεῖν καὶ δύνασθαι· νῦν δἀφοὗ προλέλοιπεν πλοῦτος Ὀρχομενόν τε καὶ Δελφοὺς ἐλέῳ μὲν ὑμῶν δύνανται διαφέρειν, ζήλῳ δὲ οὐδὲ εἷς.
§37 καὶ ταῦτα μὲν ὑπὲρ τῆς πόλεως, ἣν οὐ δεῖ παρὰ τοῖς Ἕλλησιν αἰσχύνην ὀφλεῖν, ὅταν τὸν ὑφὑμῶν ἐκπεπτωκότα πάντες ἄσμενοι καταδέχωνται οὐ μόνον, ἀλλὰ καὶ καλῶσι καὶ διαπρεσβεύωνται καὶ τιμαῖς ταῖς τε ἄλλαις γεραίρωσι καὶ δὴ καὶ τῇ τῶν εἰκόνων ἀναθέσει. ὑπὲρ δὲ ἐμαυτοῦ καὶ τῆς εἰκόνος νῦν ἐρῶ λόγον, ὃν εἶπεν Ἀναξαγόρας υἱὸν ἀποβεβληκώς, Ἤιδειν θνητὸν γεγεννηκώςἀλλ̓ οὖν ᾔδειν ὅτι τούτων τῶν ἀνδριάντων ἕκαστος ἀνατίθεται μὲν ὡς αἰώνιος ἐσόμενος, φθείρεται δὲ ἄλλος κατἄλλην εἱμαρμένην, κοινοτάτην μὲν καὶ δικαιοτάτην καὶ πᾶσι πράγμασι προκειμένην τὴν τοῦ χρόνου·
§38 δὲ ποιητὴς ἄλλως ἐκόμπαζεν τοῦτο τὸ ἐπίγραμμα ποιήσας, φασιν ἐπὶ τῷ Μίδα σήματι γεγράφθαι· χαλκῆ παρθένος εἰμί. Μίδα δἐπὶ σήματι κεῖμαι, ἔστἂν ὕδωρ τε νάῃ καὶ δένδρεα μακρὰ τεθήλῃ, αὐτοῦ τῇδε μένουσα πολυκλαύτῳ ἐπὶ τύμβῳ ἀγγελέω παριοῦσι Μίδας ὅτι τῇδε τέθαπται.
§39–47
§39 ἀλλ παρθένε αὐτάγγελε, τοῦ μὲν ποιητοῦ ἀκούομεν, σὲ δὲ ζητοῦντες οὐχ εὕρομεν οὐδὲ τὸ σῆμα τὸ Μίδου. ὕδατα δὲ ἐκεῖνα καὶ δένδρα ἔτι μὲν νάει τε καὶ θάλλει, χρόνῳ δὲ καὶ ταῦτα μετὰ τῶν ἄλλων ἔοικεν ἐπιλείψειν, ὡς Μίδας, ὡς παρθένος. ἀνδρὶ μὲν Ἱππαίμων ὄνομἦν, ἵππῳ δὲ Πόδαργος, καὶ κυνὶ Λήθαργος καὶ θεράποντι Βάβης. τίς οὖν οὐκ οἶδεν Ἑλλήνων οὐχ ὅτι τὸν ἵππον, ἀλλαὐτὸν τὸν Ἱππαίμονα; δοκῶ μὲν οὐδὲ Μαγνήτων, ὅθεν ἦν Ἰππαίμων. οὗτος μὲν οὖν φροῦδος ἐξ ἀνθρώπων αὐτῷ Βάβητι καὶ Ποδάργῳ.
§40 ἕτεροι δὲ ἑστᾶσι καὶ γιγνώσκονται, τὴν δὲ ἐπιγραφὴν ἔχουσιν ἑτέρων, καὶ τὸ γιγνόμενόν ἐστιν οἷον ἐν τοῖς μέλεσιν ἀντίσπαστον τὸ μὲν ἐπίγραμμα ῥωμαΐζει, καὶ τρόπον τινὰ ἀντιδιδάσκουσιν οἱ ποιηταί· τρόπον μὲν Ἑλλήνων ἔχουσι, τύχας δὲ Ῥωμαίων. ἐθεασάμην καὶ τὸν Ἀλκιβιάδην τὸν καλὸν τὸν Κλεινίου, οὐκ οἶδὅπου, πλὴν ἐθεασάμην ἐν καλῷ τῆς Ἑλλάδος ἐπιγραφὴν ἔχοντα Χαλκοπώγωνος, ἕτερον δὲ περικεκομμένον τὼ χεῖρε, ὃς ἐλέγετο τῆς Πολυκλέους τέχνης εἶναι· ὅραμα δεινόν, Γῆ καὶ Ἥλιε, Ἀλκιβιάδης πεπηρωμένος.
§41 οἶδα δἐγὼ καὶ Ἁρμόδιον καὶ Ἀριστογείτονα δουλεύσαντας ἐν Πέρσαις, καὶ Δημητρίου τοῦ Φαληρέως πεντακοσίους ἀνδριάντας καὶ χιλίους ὑπὸ Ἀθηναίων μιᾷ καὶ τῇ αὐτῇ ἡμέρᾳ πάντας καθῃρημένους. ἐτόλμησαν δὲ καὶ Φιλίππου τοῦ βασιλέως ἀμίδας κατασκεδάσαι. Ἀθηναῖοι μὲν οὖν τῆς εἰκόνος οὖρον κατέχεον, ἐκεῖνος δὲ τῆς πόλεως αἷμα καὶ τέφραν καὶ κονίαν. καὶ γὰρ ἦν νεμεσητὸν τὸν αὐτὸν ἄνδρα νῦν μὲν ἐν θεοῖς λέγειν, νῦν δοὐδἐν ἀνθρώποις.
§42 εἶτα ἐγὼ ταῦτα ἐπιστάμενος ὅτι οἱ ἄνθρωποι οὐδὲ τῶν θεῶν φείδονται, ἀνδριάντος ὑμῖν φροντίσαι δοκῶ; καὶ τοὺς μὲν ἄλλους σιγήσειν μοι δοκῶ, ἀλλὰ τὸν Ἴσθμιον, τὸν ἀγωνοθέτην τὸν ὑμέτερον, Μόμμιος ἐκ βάθρων ἀνασπάσας ἀνέθηκε τῷ Διί, φεῦ τῆς ἀμαθίας, τὸν ἀδελφὸν ὡς ἀνάθημα, ἄνθρωπος ἀπαίδευτος καὶ μηδενὸς τῶν καλῶν πεπειραμένος. ὃς Φίλιππον μὲν τὸν Ἀμύντου, ὃν ἐκ Θεσπιῶν ἔλαβεν, ἐπέγραψε Δία καὶ τοὺς ἐκ Φενεοῦ νεανίσκους τὸν μὲν Νέστορα, τὸν δὲ Πρίαμον. δὲ δῆμος τῶν Ῥωμαίων τοῦτἐκεῖνο τοὺς ἐξ ἐκείνου ὁρᾶν ᾤοντο, ὁρῶν Ἀρκάδας ἐκ Φενεοῦ.
§43 ταῦτα μὲν οὖν ἔξεστι καὶ γελᾶν. σπουδῇ δέ μοι ἐπελήλυθεν Ἀγησίλαον τὸν βασιλέα τῶν Λακεδαιμονίων τῆς γνώμης μακαρίσαι, ὅστις οὔποτε ἠξίωσεν οὔτε πλαστὰν οὔτε μιμηλὰν τοῦ σώματος ποιήσασθαι, οὐχ ὅτι χωλὸς ἦν, ὥς φασι, καὶ μικρός, ʽτί γὰρ ἐκώλυε μέγαν εἶναι τὸν ἀνδριάντα; τί γὰρ ἀρτίπουν, ὥσπερ τὸν Εὐφράνορος Ἥφαιστονἀλλὰ τοῦτἐκεῖνος εἶδεν ἀκριβῶς ὅτι μὴ δεῖ τὰς ἀνθρωπίνας τύχας ἐκτείνειν μηδὲ κινδυνεύειν περὶ τῷ σώματι κατὰ λίθον καὶ χαλκόν. εἴθε γὰρ εἴη καὶ τοῦ σώματος ἀπηλλάχθαι.
§44 χαιρέτω δ Δαίδαλος καὶ τὰ Δαιδάλου μιμηλὰ τεχνήματα· ἄδην Προμηθέως, ἄδην πηλοῦ. καίτοι καὶ τὸ σῶμα τῶν γενναίων φασὶν ἀλλότριον εἶναι ,ἐπειὴ μάλα πολλὰ μεταξὺ ʽσώματός τε καὶ ψυχῆς. μὲν γὰρ οὐκ ἔστιν οὐδὲ φροντίζει τοῦ σώματος κάμνοντος. ἐμαίνετο Καμβύσης ὡς Ἄμασιν τὸν Αἰγυπτίων βασιλέα τὸν νεκρὸν αὐτοῦ κεντῶν τε καὶ μαστιγῶν. Αἰγύπτιοι μὲν γὰρ λέγουσιν Ἄμασιν ἐκ πλείονος ὑφορώμενον τὴν Καμβύσου χαλεπότητα τὸν μὲν αὑτοῦ νεκρὸν ἀποκρύψαι, ἄλλον δἀνταὐτοῦ ὑποβαλεῖν, καὶ τοῦτον εἶναι τὸν Καμβύσῃ περιπεσόντα.
§45 ἀλλ̓, Αἰγύπτιοί τε καὶ Καμβύση, εἴτε ἄλλος τις ἦν ταῦτα παθὼν εἴτε αὐτὸς Ἄμασις ἦν, τύπος ἦν ἄναιμος, ἄσαρκος, ἄψυχος. τοῦτον, εἴ σοι φίλον, ἕλκε καὶ σπάραττε καὶ κέντρου, Ἄμασιν δὲ οἰ κατείληφας. ἕτερος δέ τις ζῶν, ἐμπνέων, αἰσθανόμενος, Πτίσσε πτίσσ̓, ἔφη, τὸν Ἀναξάρχου θύλακον· Ἀνάξαρχον γὰρ οὐ πτίσσεις. οὗτος γὰρ ἁνὴρ ἐμπεσὼν μὲν εἰς ὅλμον, τυπτόμενος δὲ τοῖς ὑπέροις, αὐτὸς οὐκ ἔφη πτίσσεσθαι, ἀλλὰ τῶν αὑτοῦ ὅπερ ἔτυχε περικείμενος· ὥσπερ φασὶ Περσῶν τοὺς ὁμοτίμους λαμβάνειν πληγάς, ἀντὶ τοῦ σώματος τὸν κάνδυν.
§46 Πέρσαι μὲν οὖν ἐπὶ τούτῳ δυσφοροῦσιν· Ἕλλην δἀνὴρ παρεῖχε τύπτειν τὸ σῶμα ὡς κάνδυν ὡς ἱμάτιον· ἡμεῖς δοὐ παρέχωμεν τὸν ἀνδριάντα χωνεύειν, κἂν αἰσθάνηται; νῦν δ μὲν κρείσσων αἰσθήσεως, ἐγὼ δὲ κατὰ τὴν Εὐριπίδου Λαοδάμειαν οὐκ ἂν προδοίην καίπερ ἄψυχον φίλον. βούλομαι οὖν αὐτὸν ὡς αἰσθανόμενον παραμυθήσασθαι. λόγων ἐμῶν σιγηλὸν εἴδωλον, οὐ φαίνῃ; οὐδὲ γὰρ πρὸ σοῦ Ἀριστέης· ὧδε γὰρ ἔσχε κἀκείνῳ, ὡς ἐμοὶ εἰκάσθη, ἀναστῆναι μὲν αὐτὸν ὑπὸ τῶν Προκοννησίων, ἀφανισθῆναι δὲ ὑπὸ τῶν ἐχθρῶν· λόγον δὑπὸ τῶν αὐτῶν τούτων διαδοθῆναι, ὡς οὔτε ζῶν οὔτε τεθνεὼς φαίνοιτο Ἀριστέης. ἀλλὰ καὶ τότε καὶ νῦν καὶ πρὸς ἅπαντα τὸν χρόνον ἔζη Ἀριστέης.
§47 μνάσεσθαί τινά φαμι καὶ ἕτερον ἀμμέων. πάνυ γὰρ καλῶς εἶπεν Σαπφώ· καὶ πολὺ κάλλιον Ἡσίοδος, φήμη δοὔτις πάμπαν ἀπόλλυται, ἥντινα λαοὶ πολλοὶ φημίξωσι· θεός νύ τίς ἐστι καὶ αὐτή. ἐγώ σε ἀναστήσω παρὰ τῇ θεῷ, ὅθεν οὐδείς σε μὴ καθέλῃ, οὐ σεισμός, οὐκ ἄνεμος, οὐ νιφετός, οὐκ ὄμβρος, οὐ φθόνος, οὐκ ἐχθρός, ἀλλὰ καὶ νῦν σε καταλαμβάνω ἑστηκότα. λάθα μὲν γὰρ ἤδη τινὰς καὶ ἑτέρους ἔσφηλε καὶ ἐψεύσατο, γνώμη δἀνδρῶν ἀγαθῶν οὐδένα, κατἄνδρα μοι ὀρθὸς ἕστηκας.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up