Dio Chrysostom Orationes
EN Lat Orig
(1)περὶ ΒΑΣΙΛΕΙΑΣ α. (2)περὶ ΒΑΣΙΛΕΙΑΣ β. (3)περὶ ΒΑΣΙΛΕΙΑΣ γ. (4)περὶ ΒΑΣΙΛΕΙΑΣ δ. Oration 5: A Libyan Myth (6)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΤΥΡΑΝΝΙΔΟΣ (13)ΕΥΒΟΙΚΟΣ ἢ ΚΥΝΗΓΟΣ. (7)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΑΡΕΤΗΣ. (8)ΔΙΟΓΕΝΗΣ ἢ ΙΣΘΜΙΚΟΣ. (9)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΟΙΚΕΤΩΝ. (10)ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ. (11)Ὀλυμπικὸς ἢ περὶ τῆς πρώτης τοῦ θεοῦ ἐννοίας (12)ἐν ΑΘΗΝΑΙΣ περὶ ΦΥΓΗΣ. Oration 69: On Fondness for Listening Oration 70: On Retirement Oration 71: On Beauty Oration 72: On Peace and War Oration 73: That the Wise Man Is Happy Oration 74: On Happiness Oration 75: On the Daemon Oration 76: On Deliberation Oration 77: On Conversation at Banquets Oration 79: Melancomas II Oration 78: Melancomas I Oration 80: Charidemus Oration 14: The Rhodian Oration (15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ. Oration 16: 1st Tarsic Discourse Oration 17: 2nd Tarsic Discourse (35)ἐν ΚΕΛΑΙΝΑΙΣ τῆς ΦΡΥΓΙΑΣ. Oration 19: The Borysthenitic Discourse Oration 20: The Corinthian Oration Oration 21: To the Nicomedians on Concord with the Nicaeans Oration 22: On Concord in Nicaea Oration 23: On Concord with the Apameans Oration 24: To the Apameans on Concord Oration 25: A Discourse in His Homeland Oration 26: A Political Address in His Homeland Oration 27: A Complimentary Address to His Homeland Oration 28: An Account of His Relations with His Homeland Oration 29: Before Philosophising in His Homeland Oration 30: A Public Address in His Homeland Oration 31: A Political Address in the Assembly Oration 32: Renunciation of Office before the Council Oration 33: On Public Works before the Council Oration 34: To Diodorus Oration 35: On Aeschylus, Sophocles, and Euripides Oration 36: On Homer Oration 37: On Socrates Oration 38: On Homer and Socrates Oration 39: Agamemnon, or On Kingship Oration 40: Nestor Oration 41: Achilles Oration 42: Philoctetes Oration 43: Nessus, or Deianira Oration 44: Chryseis Oration 45: On Kingship and Tyranny Oration 46: On Fortune I Oration 47: On Fortune II Oration 48: On Fortune III Oration 49: On Reputation I Oration 50: On Reputation II Oration 51: On Reputation III Oration 52: On Virtue Oration 53: On Philosophy Oration 54: On the Philosopher Oration 55: On Personal Appearance Oration 56: On Trust Oration 57: On Distrust Oration 58: On Law Oration 59: On Custom Oration 60: On Envy Oration 62: On Wealth Oration 63: To the Cilicians on Freedom Oration 64: On Slavery and Freedom I Oration 65: On Slavery and Freedom II Oration 66: On Grief Oration 67: On Greed Oration 68: On the Practice of Oratory
Oration 71: On Beauty
§1 Δ.Ὡς ὑψηλὸς νεανίσκος καὶ ὡραῖος· ἔτι δὲ ἀρχαῖον αὐτοῦ τὸ εἶδος, οἷον ἐγὼ οὐχ ἑώρακα τῶν νῦν, ἀλλ τῶν Ὀλυμπίασιν ἀνακειμένων τῶν πάνυ παλαιῶν· αἱ δὲ τῶν ὕστερον εἰκόνες ἀεὶ χείρους καὶ ἀγεννεστέρων φαίνονται, τὸ μέν τι ὑπὸ τῶν δημιουργῶν, τὸ δὲ πλέον καὶ αὐτοὶ τοιοῦτοί εἰσιν. — δεινὸν λέγεις, εἰ ὥσπερ φυτόν τι ζῷον ἐκλελοίπασι τῷ χρόνῳ οἱ καλοί, οἷον δή φασι τοὺς λέοντας παθεῖν τοὺς ἐν τῇ Εὐρώπῃ· οὐ γὰρ ἔτι αὐτῶν εἶναι τὸ γένος· πρότερον δὲ ἦσαν καὶ περὶ Μακεδονίαν καὶ ἐν ἄλλοις τόποις· εἰ οὕτως οἴχεται δὴ κάλλος ἐξ ἀνθρώπων. —
§2 Δ. Τό γε ἀνδρεῖον, βέλτιστε· τὸ μέντοι γυναικεῖον ἴσως πλεονάζει. ἀνὴρ δὲ καλὸς σπάνιον μὲν εἰ γίγνεται νῦν, καὶ γενόμενος τοὺς πλείστους λανθάνει, πολλῷ μᾶλλον οἱ καλοὶ ἵπποι τοὺς ὀρεωκόμους. εἰ δἄρα καὶ ἅψαιντο τῶν τοιούτων, μεθὕβρεως καὶ πρὸς οὐδὲν ἀγαθόν· ὥστε μοι δοκοῦσι καὶ οἱ γενόμενοι ταχὺ λήγειν καὶ ἀφανίζεσθαι. οὐ γὰρ μόνον ἀρετὴ ἐπαίνῳ αὔξεται, ἀλλὰ καὶ τὸ κάλλος ὑπὸ τῶν τιμώντων αὐτὸ καὶ σεβομένων· ἀμελούμενον δὲ καὶ οὐδενὸς εἰς αὐτὸ βλέποντος πονηρῶν βλεπόντων σβέννυται, ὥσπερ τὰ κάτοπτρα. — Ἆροὖν, ὅπερ Ἀθηναῖοι πολλάκις, καὶ ἡμᾶς χρὴ ἀναρχίαν ἀναγράφειν τὸν παρόντα καιρόν, ὡς οὐδενὸς ὄντος καλοῦ; —
§3 Δ. Ναὶ μὰ Δία, πλὴν ὡς Πέρσαι γε ἐνόμιζον· Ἑλλήνων δὲ οὐδεὶς εἴ τις, ἐκ τῶν τριάκοντα. οὐκ οἶσθα Κριτίαν τὸν τῶν τριάκοντα, ὅτι κάλλιστον ἔφη εἶδος ἐν τοῖς ἄρρεσι τὸ θῆλυ, ἐν δαὖ ταῖς θηλείαις τοὐναντίον; οὐκοῦν δικαίως Ἀθηναῖοι νομοθέτην αὐτὸν εἵλοντο ἐπί γε τῷ μεταγράψαι τοὺς παλαιοὺς νόμους, ὃς οὐδένα αὐτῶν ἔλιπεν. — Εἶεν· οἱ δὲ Πέρσαι πῶς ἐνόμιζον;
§4 Δ. Οὐ γὰρ φανερόν, ὅτε εὐνούχους ἐποίουν τοὺς καλούς, ὅπως αὐτοῖς ὡς κάλλιστοι ὦσιν; τοσοῦτον διαφέρειν ᾤοντο πρὸς κάλλος τὸ θῆλυ. σχεδὸν δὲ καὶ πάντες οἱ βάρβαροι, ᾗπερ τὰ ἄλλα ζῷα, διὰ τὸ μόνον τὰ ἀφροδίσια ἐννοεῖν. ὡς οὖν λέγεται Δαίδαλος ποιῆσαι τὸν ταῦρον ἐξαπατῶν, περιτεῖναι τῷ ξύλῳ δέρμα βοός, κἀκεῖνοι γυναικὸς εἶδος περιτιθέασι τοῖς ἄρρεσιν, ἄλλως δὲ οὐκ ἐπίστανται ἐρᾶν.
§5 ἴσως δὲ καὶ τροφὴ αἰτία τοῖς Πέρσαις, τὸ μέχρι πολλοῦ τρέφεσθαι ὑπό τε γυναικῶν καὶ εὐνούχων τῶν πρεσβυτέρων, παῖδας δὲ μετὰ παίδων καὶ μειράκια μετὰ μειρακίων μὴ πάνυ συνεῖναι μηδὲ γυμνοῦσθαι ἐν παλαίστραις καὶ γυμνασίοις. ὅθεν ἐγὼ οἶμαι ξυμβῆναι αὐτοῖς τὸ ταῖς μητράσι μίγνυσθαι· ὥσπερ οἱ πῶλοι, ἐπειδὰν ἁδρότεροι ὄντες ἀκολουθῶσιν ἔτι ταῖς μητράσιν, ἐπιβαίνειν ζητοῦσιν.
§6 τὸ μέντοι τῆς τροφῆς καὶ ἐνταῦθα δείκνυσι τὴν ἰσχύν. κάλλιον μὲν γὰρ δὴ πολὺ ἵππος ὄνου, οἱ δέ γε ὄνοι οὐκ ἐπιθυμοῦσιν ἵππων διὰ τὴν φύσιν, εἰ μὴ ὃς ἂν τεθραμμένος ἵππου γάλακτι· ὁμοίως δὲ καὶ ἵππος πωλευθεὶς ὑπὸ ὄνου τὸ αὐτὸ πάσχει. ἐν δὲ τοῖς ἀνθρώποις καὶ ἐξουσία παράνομόν τί ἐστι. Νέρωνα γοῦν πάντες ἐπιστάμεθα ἐφἡμῶν ὅτι οὐ μόνον ἐξέτεμε τὸν ἐρώμενον, ἀλλὰ καὶ τὸ ὄνομα αὐτοῦ μετωνόμασε γυναικεῖον, τῆς αὑτοῦ ἐρωμένης καὶ γυναικός, ἧς ἐκεῖνος ἐπιθυμήσας ἔγημεν, ἀναφανδὸν εἴρξας τὴν πρόσθεν, ἐφ τὴν βασιλείαν εἰλήφει. —
§7 Καὶ τί ἦν τὸ ὄνομα τῇ γυναικί, τῷ εὐνούχῳ ἔθετο; — Δ. Τί δὲ σοὶ τοῦτο; πάντως γὰρ οὐ Ῥοδογούνη ἐλέγετο. ἀλλἐκεῖνός γε καὶ τὰς ἐν τῇ κεφαλῇ τρίχας διεκέκριτο, καὶ παιδίσκαι ἠκολούθουν, ὁπότε βαδίζοι, καὶ ἀμπείχετο ἐσθῆτα γυναικείαν καὶ τά γε ἄλλα οὕτως ἠναγκάζετο ποιεῖν· τέλος δὲ προυτέθησαν μεγάλαι καὶ τιμαὶ καὶ χρήματα ἄπειρα τὸ πλῆθος, ὅστις αὐτὸν γυναῖκα ποιήσειεν. — οὖν καὶ ὑπέσχοντο;
§8 Δ. Τί δὲ οὐκ ἔμελλον ἐκείνῳ ὑποσχέσθαι τοσαῦτα διδόντι; οὐκ οἶσθα τὴν δύναμιν τοῦ διδόντος ὅση ἐστίν; ὅπου γε καὶ ὁπόταν βασιλέα ἀποδεῖξαι δέῃ, τὸν πλουσιώτατον αἱροῦνται καὶ παροὗ ἂν ἐλπίσωσιν ὡς πλεῖστον ἀργύριον λήψεσθαι, τὰ δὲ ἄλλα οὐδὲν φροντίζουσιν ὁποῖος ἂν , κἂν μέλλῃ πάντας διατεμεῖν παραλαβὼν τὴν ἀρχήν, τούς τε ἄλλους ἅπαντας καὶ αὐτοὺς ἐκείνους τοὺς εἰληφότας τὰ χρήματα, καὶ ἔτι πάντων αὐτοὺς καὶ τῶν ὑπαρχόντων ἀφαιρήσεσθαι.
§9 τούτῳ δὴ μάλιστα περιῆν Νέρων, καὶ οὐδεὶς ἀντέλεγεν αὐτῷ περὶ οὐδενὸς ,τι εἴποι οὐδἀδύνατον ἔφη εἶναι κελεύσειεν, ὥστε οὐδεἰ πέτεσθαι κελεύοι τινά, ἀλλὰ καὶ τοῦτο ὑπέσχετο αὐτῷ, καὶ συχνὸν χρόνον ἐτρέφετο ἔνδον παραὐτῷ ἐν τοῖς βασιλείοις, ὡς πτησόμενος. μόνος γὰρ δὴ οὐδένα τρόπον ἐφείδετο χρημάτων, οὔτε διδοὺς οὔτε λαμβάνων. διὰ μόνην μέντοι ταύτην τὴν ὕβριν καὶ ἀπέθανε τὴν εἰς τὸν εὐνοῦχον. ὀργισθεὶς γὰρ ἐξήνεγκεν αὐτοῦ τὰ βουλεύματα τοῖς περὶ αὐτόν· καὶ οὕτως ἀπέστησαν ἀπαὐτοῦ καὶ ἠνάγκασαν ὅτῳ ποτὲ τρόπῳ ἀπολέσθαι αὐτόν·
§10 οὐδέπω γὰρ καὶ νῦν τοῦτό γε δῆλόν ἐστιν· ἐπεὶ τῶν γε ἄλλων ἕνεκεν οὐδὲν ἐκώλυεν αὐτὸν βασιλεύειν τὸν ἅπαντα χρόνον, ὅν γε καὶ νῦν ἔτι πάντες ἐπιθυμοῦσι ζῆν. οἱ δὲ πλεῖστοι καὶ οἴονται, καίπερ τρόπον τινὰ οὐχ ἅπαξ αὐτοῦ τεθνηκότος, ἀλλὰ πολλάκις μετὰ τῶν σφόδρα οἰηθέντων αὐτὸν ζῆν. — Σὺ μὲν ἀεὶ λόγους ἀνευρίσκεις, ὥστε διασύρειν τὰ τῶν ἀνθρώπων, καὶ νῦν ἐξ οὐδενός, ὡς εἰπεῖν, ἐπὶ ταῦτα ἦλθες. δὲ ἐβουλόμην ἐρέσθαι, οὐκ εἴασας.
§11 Δ. Ἴσως γάρ μου καταφρονεῖς καὶ ἡγῇ με ληρεῖν, ὅτι οὐ περὶ Κύρου καὶ Ἀλκιβιάδου λέγω, ὥσπερ οἱ σοφοὶ, ἔτι καὶ νῦν, ἀλλὰ Νέρωνος καὶ τοιούτων πραγμάτων νεωτέρων τε καὶ ἀδόξων ὧν μνημονεύω. τούτου δὲ αἴτιον τὸ μὴ πάνυ φιλεῖν τοὺς τραγῳδοὺς μηδὲ ζηλοῦν· ἐπεὶ οἶδα ὅτι αἰσχρόν ἐστιν ἐν τραγῳδίᾳ τοὺς νῦν ὄντας ὀνομάζειν, ἀλλἀρχαίου τινὸς δεῖ πράγματος καὶ οὐδὲ πάνυ πιστοῦ. οἱ μὲν οὖν ἔμπροσθεν οὐκ ᾐσχύνοντο τοὺς τότε ὄντας ὀνομάζειν καὶ λέγοντες καὶ γράφοντες· οἱ δὲ νῦν ἐκείνους ἐξ ἅπαντος ὀνομάζειν ζητοῦσιν.
§12 ᾗτινι δὲ τῇ σοφίᾳ πράττουσιν αὐτὸ ἐγώ σοι ἐρῶκαὶ μὴ πάντα φλυαρεῖν με φῇς· ἀλλἴσως πολλοῦ δέωπάντως γάρ τινι τῶν βιβλιοπωλῶν προσέσχηκας. — Διὰ τί δὴ τοῦτό με ἐρωτᾷς; — Δ. Ὅτι εἰδότες τὰ ἀρχαῖα τῶν βιβλίων σπουδαζόμενα, ὡς ἄμεινον γεγραμμένα καὶ ἐν κρείττοσι βυβλίοις, οἱ δὲ τὰ φαυλότατα τῶν νῦν καταθέντες εἰς σῖτον, ὅπως τό γε χρῶμα ὅμοια γένηται τοῖς παλαιοῖς, καὶ προσδιαφθείροντες ἀποδίδονται ὡς παλαιά.
§13 ἀλλὰ τί ἦν, πάλαι δὴ ἐρέσθαι σπεύδεις; — Περὶ τοῦδε τοῦ νεανίσκου, ὅστις τέ ἐστι καὶ οὗτινος υἱός· ὡς ἐγὼ οὐδένα πώποτε οὕτως ἐξεπλάγην. μὲν γὰρ ἡλικία παῖδα αὐτὸν ἐνδείκνυσιν ἑκκαίδεκα ἴσως ἑπτακαίδεκα ἐτῶν· τὸ δὲ μέγεθος οὐδενὸς ἧττον τῶν ἀνδρῶν· δὲ αἰδὼς τοσαύτη ὥστε καὶ τὸν προσιόντα αἰδεῖσθαι εὐθὺς ποιεῖ. καὶ οὐκ ἔστιν ἐπὶ πλέον αὐτοῦ εἰς τὸ πρόσωπον ὁρᾶν, εἰ μὴ καὶ αὐτὸς ἀποβλέψειεν ἀπὸ τύχης. οὐδεὶς γὰρ οὕτως ἀναιδὴς οὐδὲ λίθινός ἐστιν ὅστις ὑπομενεῖ καὶ ἀντιστήσεται ὁρῶν αὐτόν, ἀλλεὐθὺς ἀνάγκη τραπῆναι καὶ μεταβαλέσθαι τὼ ὀφθαλμώ. τοῦτο δὲ ἐγὼ τὸ πάθος πάνυ θαυμάζω, ὅτι τὸ κάλλος, ἐὰν μετὰ αἰδοῦς , καὶ τοὺς ἀναιδεῖς τρέπει τε καὶ ἀναγκάζει αἰδεῖσθαι. —
§14 Δ. Ἴσως γὰρ οὐ προσενόησας τὸ ἐν τοῖς ὕδασι γιγνόμενον. — Τί δή; — Δ. Ότι τοῦ ἡλίου ἐπιλάμψαντος εἰς τὸ κατεὐθὺ μάλιστα ἀντιλάμπει. καὶ ἴσως ἑώρακας ἐν τοῖς τοίχοις τὸ κινούμενον καὶ περιτρέχον φῶς, οὐκ ὂν ἀληθινόν, ἀλλἀπὸ τῆς ἐν τοῖς ὕδασιν αὐγῆς τοῦ ἡλίου γεγονὸς πρὸς τὸ μάλιστα κατεὐθύ. τοιοῦτον οὖν τι καὶ ἀπὸ τῆς ἀληθινῆς αἰδοῦς ἀντιλάμπει τε καὶ ποιεῖ δοκεῖν αἰδεῖσθαι τοὺς ὁρῶντας· ἔπειτ̓ εὐθὺς ἀπελθόντες ἀναιδεῖς εἰσιν. — Ὡς ἔμοιγε καὶ παιδοτρίβης ἐδόκει καὶ αὐτὸς οἷον ἐνθουσιῶν τε καὶ ἐκπεπληγμένος. —
§15 Δ. Οὐκοῦν ἔτι μᾶλλον θαυμάσεις, ἐπειδάν πύθῃ ὅτι οὗτος τοιοῦτος ὢν οὐδενὸς υἱός ἐστιν. — Πῶς λέγεις μηδενὸς εἶναι αὐτόν; — Δ. Οὕτως ὅπως σὺ ἐπύθου ὅτου ἐστίν. οἶμαι γὰρ ἐρωτᾶν σε ὅτου υἱός ἐστιν. — Ἀλλ τῶν Σπαρτῶν ἐστιν εἷς; — Δ. Πρέποι μὲν ἂν τῷ μεγέθει αὐτοῦ καὶ τῇ ἀνδρείᾳ, εἴ γε ἐπιεικεῖς ἦσαν καὶ φιλάνθρωποι τὰς φύσεις, ὥσπερ ὅδε, ἀλλὰ μὴ παντελῶς σκληροὶ καὶ ἄγριοι τῆς γῆς τὰ τέκνα· ἐπεὶ τό γε σῶμα οὐ φαύλως εἰκάζεις Βοιωτίῳ μᾶλλον εἰκάζων αὐτὸ Λακωνικῷ τε καὶ Ἀττικῷ. ὅτι μὲν γὰρ Ἑλληνικὸν ἄκρως ἐστὶν οὐ δεῖ δήπου ἀμφιγνοῆσαι. —
§16 τι γὰρ; εἴη τις ἂν τοῦ γένους διαφορὰ πρός γε τὸ κάλλος; οὐδένα οἴει γίγνεσθαι ἐν τοῖς βαρβάροις καλόν; — Δ. Ἀλλοὐκ οἴει τὸ μέν τι βαρβαρικὸν εἶναι ὥσπερ εἶδος καὶ κάλλος, τὸ δὲ Ἑλληνικόν, ὥσπερ καὶ φωνὴν καὶ ἐσθῆτα, ὁμοίως σοι δοκεῖ γενέσθαι καλὸς Ἀχιλλεύς τε καὶ Ἕκτωρ; — Οὐ γὰρ μόνον ὡς περὶ ἀνδρείου τοῦ Ἕκτορος ποιητὴς διέξεισιν; — Δ. Ὅπου γε τὰς ναῦς ἐμπίμπρησιν· οὐ γὰρ οἶμαι περὶ κάλλους ἔπρεπεν αὐτοῦ τι μεμνῆσθαι. τελευτήσαντος δὲ καὶ γυμνωθέντος ἐκπλαγῆναί φησιν αὐτοῦ τὸ κάλλος τοὺς Ἀχαιοὺς ἰδόντας, οὕτω πως λέγων· οἳ καὶ θηήσαντο φυὴν καὶ εἶδος ἀγητὸν Ἕκτορος.
§17 οὐ γὰρ ἦν αὐτοῖς πρότερον οἶμαι σχολὴ θηήσασθαι αὐτὸν ἀκριβῶς· καὶ τὰ ἄλλα σχεδὸν σαφέστερον ἐπέξεισιν περὶ ἄλλου τινὸς τῶν καλλίστων. τήν τε γὰρ κεφαλὴν χαρίεσσαν αὐτοῦ φησιν εἶναι καὶ τὴν κόμην πάνυ μέλαιναν καὶ τὸ σῶμα οὐ σκληρόν. περὶ δὲ τοῦ Ἀχιλλέως εἴδους οὐδὲν λέγει καθἕκαστον ἀλλ̓ τῆς κόμης, ὅτι ξανθὸς ἦν, καὶ περὶ τῆς Εὐφόρβου κόμης καὶ Πατρόκλου ὡς μάλιστα ἐν ἀκμῇ τελευτησάντων, καὶ περὶ τῶν ἄλλων σμικρόν τι περὶ ἑκάστου καὶ ἀνδρῶν καὶ γυναικῶν τῶν καλλίστων. πλὴν ὅτι γε οὐδεὶς ἂν εἴποι τούσδε ὁμοίως ἂν εἶναι καλούς, οὐδὲ Ἀλέξανδρον Εὔφορβον Τρωίλον· ἐοικέναι τι Μενελάῳ καὶ Πατρόκλῳ καὶ Νιρεῖ, οὐδὲ ἐν τοῖς βαρβάροις Σέσωστριν τὸν Αἰγύπτιον Μέμνονα τὸν Αἰθίοπα Νινύαν Εὐρύπυλον Πέλοπα.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up