§1
Ὁ Ἀχιλλεὺς τὸν Χείρωνα ἤρετο, Τί μ̓, ἔφη, τοξεύειν διδάσκεις; Ὅτι, ἔφη, καὶ τοῦτο τῶν πολεμικῶν ἐστιν. Δειλῶν, ἔφη, τὸ ἔργον ἐπὶ δειλούς. Πῶς; ἔφη. Ὅ γε οὐκ ἐᾷ τὸν πολέμιον ἐγγὺς προσελθεῖν. Ὅ γε οὐκ ἐᾷ τὸν πολέμιον μακρὰν ἀπελθεῖν. Φευγόντων τὸ ὅπλον. Οὔκ, ἀλλ’ ἐπὶ τοὺς φεύγοντας. Αὐτὸν δεῖ τοὺς φεύγοντας αἱρεῖν. Βράδιον ἢ τάχιον; Ὡς οἷόν τε τάχιστα. Πότερον οὖν τρέχων τις αἱροῖ ἂν θᾶττον ἢ πετόμενος; Μὴ οὖν αὐτός γε αἱρεῖ; Τίς μήν; Τὸ βέλος. Ἐὰν δὲ ἀκοντίσῃς, τίς αἱρεῖ; Οὐκ οἶδα.
§2
Ἀλλὰ πότε αὐτὸς αἱρεῖς καὶ ἀποκτείνεις; ὅταν διασπάσῃς λαβών, ὥσπερ τὰ θηρία; ἦπου, ἔφη, ἀνδρειοτέρας ἡγῇ τὰς γυναῖκας, ὅτι ἐγγύτατα μάχονται ἐπιπεσοῦσαι ἀλλήλαις; ὁ δὲ Ἀχιλλεὺς ταῦτα ἀκούων ἅμα θυμοῦ καὶ δακρύων ἐνεπίμπλατο καὶ τὸν Χείρωνα ἐλοιδόρει καὶ οὐκ ἔφη παρ’ αὐτῷ μενεῖν, ἀλλ’ εἰς Φθίαν ἀπιέναι παρὰ τὸν πατέρα καὶ παρ’ ἐκείνῳ παιδεύσεσθαι· πολὺ γὰρ κρείττονα εἶναι τὸν Πηλέα τοῦ Χείρωνος καὶ οὐκ εἶναι σοφιστήν, ὥσπερ ὁ Χείρων. ἦν δὲ ἔτι παῖς ὁ Ἀχιλλεὺς οὐδέπω ἡβάσκων.
§3
Πῶς οὖν, ἔφη, κρείττων ὢν οὐκ αὐτὸς παιδεύει σε; Ὅτι, ἔφη, οὐ σχολὴ αὐτῷ. Ὑπὸ τοῦ; Ὑπὸ τῆς βασιλείας. Διαφέρει οὖν τι βασιλεύειν ἢ παιδεύειν; Πολὺ γε. σὺ δέ μοι δίδως κέρας τι καὶ νεῦρον καὶ μικρὰ σιδήρια ἐπὶ λεπτοῖς δονακίοις, ὥσπερ ὄρνιθας θηρεύσειν μέλλοντι, οὐκ ἀνδράσιν οὐδὲ θηρίοις μαχεῖσθαι. γνοίη δ’ ἄν τις τὴν ἀθλιότητα ὅσα τὰ ὅπλα, εἴ ποτε ἐγγὺς γένοιτο καὶ ἀναγκασθείη αὐτοῖς ἐκ χειρὸς μάχεσθαι. ἀλλὰ δεῖ δραπετεύοντα μάχεσθαι, φοβούμενον καὶ φυλαττόμενον ὅπως μηδὲ ὀφθήσεται, ὥσπερ κακὸν ἀνδράποδον· ὅς γε οὐδὲ ἀποκτείνας σκυλεύσαι ἂν οὐδὲ ὀφθήσεταί ποτε ᾑμαγμένος ἀπ’ ἀνδρὸς ἐχθροῦ. τοιαῦτα διδάσκεις με, τοξεύειν καὶ κιθαρίζειν· πρῴην δέ ποτε καὶ ῥίζας ὀρύττειν, ὥσπερ αἱ φαρμακίδες.
§4
Οὐδὲ τὸ ἱππεύειν ἀρέσκει σε; ἐπήρετο αὐτὸν ὁ Χείρων. Οὐδὲ σύ, ἔφη, ἀρέσκεις με τοιοῦτος ὤν. δοκεῖς γάρ μοι ἑτοιμότερος εἶναι φεύγειν ἢ μένειν. καὶ ὁ Χείρων ὀργισθεὶς αὐτῷ καὶ ὑπὸ τῆς ὀργῆς φρίξας τὴν χαίτην, καὶ ὑποβλέψας δεινόν, ὥσπερ ἀστραπή, μόλις δὲ ἀπεχόμενος τοῦ μὴ παῖσαι αὐτόν, ὅτι διενοεῖτο ἐρᾶν αὐτοῦ,
§5
Ὦ κακόν, ἔφη, γέννημα καὶ θρασὺ μητρὸς θαλασσίας, ἥ σε κακῶς διέφθειρε φυσῶσα ἐπὶ τῷ γένει· πολύ γε μὴν κάκιον ταύτης ὁ πατὴρ διηγούμενος ὡς ὕμνησαν αὐτοῦ τὸν γάμον οἱ θεοί· σοὶ δὲ οὔτε θαλάττης οὔτε οὐρανοῦ προσήκει οὐδέν. φημὶ δέ σε ἐγὼ πολεμικὸν μὲν οὐδέποτε ἔσεσθαι, δόξειν δὲ τοῖς ἀνοήτοις, οὐδὲ ἡγήσεσθαι οὐδέποτε, ὅπου ἂν πολεμῇς, καίτοι Θέτιδος ὄντα καὶ Πηλέως. διὰ μέντοι τὸ θράσος καὶ τὸ τάχος καὶ τὴν ἰσχὺν κολακεύοντές σε φήσουσι φέρτατον ἀνδρῶν. ὅμως δὲ ὑπὸ ἄλλων ἀξιώσουσι βασιλεύεσθαι, σὲ δὲ μάχεσθαι καὶ κινδυνεύειν ὑπὲρ αὑτῶν ἀναγκάσουσι δώροις τε καὶ ἐπαίνοις ματαίοις, ἕως ἂν ἀποθάνῃς.
§6
οἶμαι δέ σε μηδὲ τῶν νεκρῶν ἀφέξεσθαι, ἀλλὰ καὶ τούτους ἂν κεντεῖν τε καὶ ἕλκειν, ὡς δή τι μέγα διαπραττόμενον· ὥσπερ τὰ παιδάρια τὰ νήπια ὅ,τι ἂν ἀποκτείνωσιν ἕλκουσι κύκλῳ. τοιοῦτος δὲ ὢν ἀποθανῇ ὑπ’ οὐδενὸς τῶν γενναίων, ὡς σὺ οἴει· ἀλλὰ τοὺς μὲν σαυτῷ ὁμοίους, τοὺς ἀνδρείους καὶ ἀνοήτους, ἀποκτενεῖς ῥᾳδίως· ὑπὸ δὲ ἀνδρὸς φρονίμου καὶ πολεμικοῦ ἀποθανῇ, οὐδὲ ἰδὼν αὐτόν.
Tap any Greek word to look it up