Dio Chrysostom Orationes
EN Lat Orig
(1)περὶ ΒΑΣΙΛΕΙΑΣ α. (2)περὶ ΒΑΣΙΛΕΙΑΣ β. (3)περὶ ΒΑΣΙΛΕΙΑΣ γ. (4)περὶ ΒΑΣΙΛΕΙΑΣ δ. Oration 5: A Libyan Myth (6)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΤΥΡΑΝΝΙΔΟΣ (13)ΕΥΒΟΙΚΟΣ ἢ ΚΥΝΗΓΟΣ. (7)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΑΡΕΤΗΣ. (8)ΔΙΟΓΕΝΗΣ ἢ ΙΣΘΜΙΚΟΣ. (9)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΟΙΚΕΤΩΝ. (10)ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ. (11)Ὀλυμπικὸς ἢ περὶ τῆς πρώτης τοῦ θεοῦ ἐννοίας (12)ἐν ΑΘΗΝΑΙΣ περὶ ΦΥΓΗΣ. Oration 69: On Fondness for Listening Oration 70: On Retirement Oration 71: On Beauty Oration 72: On Peace and War Oration 73: That the Wise Man Is Happy Oration 74: On Happiness Oration 75: On the Daemon Oration 76: On Deliberation Oration 77: On Conversation at Banquets Oration 79: Melancomas II Oration 78: Melancomas I Oration 80: Charidemus Oration 14: The Rhodian Oration (15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ. Oration 16: 1st Tarsic Discourse Oration 17: 2nd Tarsic Discourse (35)ἐν ΚΕΛΑΙΝΑΙΣ τῆς ΦΡΥΓΙΑΣ. Oration 19: The Borysthenitic Discourse Oration 20: The Corinthian Oration Oration 21: To the Nicomedians on Concord with the Nicaeans Oration 22: On Concord in Nicaea Oration 23: On Concord with the Apameans Oration 24: To the Apameans on Concord Oration 25: A Discourse in His Homeland Oration 26: A Political Address in His Homeland Oration 27: A Complimentary Address to His Homeland Oration 28: An Account of His Relations with His Homeland Oration 29: Before Philosophising in His Homeland Oration 30: A Public Address in His Homeland Oration 31: A Political Address in the Assembly Oration 32: Renunciation of Office before the Council Oration 33: On Public Works before the Council Oration 34: To Diodorus Oration 35: On Aeschylus, Sophocles, and Euripides Oration 36: On Homer Oration 37: On Socrates Oration 38: On Homer and Socrates Oration 39: Agamemnon, or On Kingship Oration 40: Nestor Oration 41: Achilles Oration 42: Philoctetes Oration 43: Nessus, or Deianira Oration 44: Chryseis Oration 45: On Kingship and Tyranny Oration 46: On Fortune I Oration 47: On Fortune II Oration 48: On Fortune III Oration 49: On Reputation I Oration 50: On Reputation II Oration 51: On Reputation III Oration 52: On Virtue Oration 53: On Philosophy Oration 54: On the Philosopher Oration 55: On Personal Appearance Oration 56: On Trust Oration 57: On Distrust Oration 58: On Law Oration 59: On Custom Oration 60: On Envy Oration 62: On Wealth Oration 63: To the Cilicians on Freedom Oration 64: On Slavery and Freedom I Oration 65: On Slavery and Freedom II Oration 66: On Grief Oration 67: On Greed Oration 68: On the Practice of Oratory
Oration 63: To the Cilicians on Freedom
§1 Ὑμεῖς μὲν ἴσως θαυμάζετε καὶ παράδοξον ἡγεῖσθε καὶ οὐδαμῶς σωφρονοῦντος ἀνδρός, ὅστις ἁπάντων ἀποστάς, περὶ οἱ πολλοὶ σπουδάζουσι, καὶ τρόπον τινὰ ἐάσας κατὰ ῥοῦν φέρεσθαι χρήματά τε καὶ δόξας καὶ ἡδονάς, οὔτε γεωργὸς οὔτε ναύκληρος οὔτε στρατιώτης οὔτε στρατηγὸς περίεισιν, οὐ σκυτοτόμος οὐ τέκτων, οὐκ ἰατρός, οὐ ῥήτωρ, οὐκ ἄλλο τι σύνηθες πρᾶγμα ποιῶν, οὑτωσὶ δὲ ἀτόπως ἰών τε καὶ ἀπιὼν καὶ παριστάμενος, ἔνθα μηδὲν αὐτῷ πρᾶγμά ἐστιν, ἀλλὡς ἂν τύχῃ τε καὶ ὁρμήσῃ·
§2 βουλευτήρια μὲν καὶ θέατρα καὶ συλλόγους ἀτιμάσας, ἐκκλησιάζων δὲ μόνος αὐτός· καὶ θεωρῶν οὐκ ὀρχουμένους οὐδὲ ᾅδοντας οὐδὲ πυκτεύοντας οὐδὲ παλαίοντας, ἀλλὠνουμένους καὶ βαδίζοντας καὶ λαλοῦντας καὶ μαχομένους· ποτὲ μὲν τούτοις ἅπασι προσέχων εὖ μάλα καὶ τερπόμενος πολὺ μᾶλλον παῖδες ἐν ἀγῶσι καὶ θεάτροις, οὐ προκαταλαμβάνων οὐδὲ ἀγρυπνῶν οὐδὲ θλιβόμενος· ποτὲ δὲ αὖ μήτἀκούων μηδενὸς μήθὁρῶν, ἀλλὰ μηδεἶναι νομίζων αὐτούς, ἐννοῶν βούλεται καὶ πράττων ἀδεῶς.
§3 ἐγὼ δὲ τοῦτο μὲν λαμπρὸν ἡγοῦμαι καὶ μακάριον, εἴ τις ἐν οἰκέταις ἐλεύθερος εἶναι δύναται καὶ ἐν ὑπηκόοις αὐτόνομος· ὑπὲρ οὗ πολλὰ μὲν Λυδοὶ Φρυξί, πολλὰ δὲ Φρύγες Λυδοῖς ἐπολέμησαν, πολλὰ δἼωνές τε καὶ Δωριεῖς καὶ ξύμπαντα γένη, ἀνοήτῳ δὲ ψευδοῦς αὐτονομίας ἔρωτι οὐδεὶς ἐγκεχείρηκεν τοῖς αὐτὸς αὑτοῦ χρῆσθαι νόμοις, οἱ δὲ ξύμπαντες περὶ τῶν Σόλωνος καὶ Δράκοντος καὶ Νόμα καὶ Ζαλεύκου νόμων ἐρίζουσιν, ὅπως τούτοις, ἀλλὰ μὴ τούτοις ἕπωνται, μηδενὸς αὖ μηδὲ ἐκείνων οἷα ἐχρῆν θέντος. Σόλωνα μέντοι καὶ αὐτὸν εἰρηκέναι φασὶν ὡς ὅτι αὑτῷ μὴ ἀρέσκοντα εἰσηγεῖτο Ἀθηναίοις, ἀλλοἷς αὐτοὺς ὑπελάμβανε χρήσεσθαι.
§4 δῆλον οὖν ὅτι πονηροὺς ἔγραφε νόμους, εἴπερ τοὺς ἀρέσοντας πονηροῖς ἔγραφεν· ἀλλὅμως καὶ αὐτὸς τούτοις ἐχρῆτο πονηροῖς τε οὖσι καὶ οὐκ ἀρέσκουσιν αὐτῷ. δῆλον οὖν ὅτι τούτων μὲν οὐδενὶ μετῆν αὐτονομίας, οὐδὲ ἐσπούδαζον οὐδὲ ἐπολέμουν, ὅπως ὦσιν ἐλεύθεροι· ἀλλὰ γὰρ ἄφθονόν τε καὶ πολλὴν δουλείαν ἐντὸς τῶν τειχῶν ἐγκαθείρξαντες ἔπειτα ἐπάλξεσι καὶ πύργοις καὶ βέλεσιν ἠμύνοντο, ὅπως μὴ εἰσίοι ἔξωθεν παῤ αὐτούς, ὥσπερ εἴ τις τῆς νεὼς διερρηγμένης κλύδωνος ἔνδον ὄντος φυλάττοιτο καὶ πράγματα ἔχοι, μήποτε ἄνωθεν ὑπερβάλῃ. καθάπερ οὖν φασι τοὺς Τρῶας ὑπὲρ τῆς Ἑλένης πολιορκεῖσθαι καὶ ἀποθνῄσκειν οὐκ ἔνδον οὔσης, ἀλλἐν Αἰγύπτῳ, ταὐτὸ πάθος οὗτοι πεπόνθεσαν· ὑπέρ τῆς ἐλευθερίας ἐμάχοντο καὶ ἠγωνίων, οὐκ οὔσης παραὐτοῖς.
§5 ἀλλὅμως ἐκεῖνοί τε ἔλεγον πάντα πάσχειν ὑπὲρ τῶν νόμων, καὶ νῦν φασιν ἐν τούτοις εἶναι τὴν δίκην, ὁπόσ̓ ἂν αὐτοὶ δυστυχεῖς ὄντες συγγράφωσιν παρἄλλων ὁμοίων παραλάβωσιν. νόμον δὲ τὸν ἀληθῆ καὶ κύριον καὶ φανερὸν οὔτε ὁρῶσιν οὔτε ἡγεμόνα ποιοῦνται τοῦ βίου. τοιγαροῦν ὥσπερ ἐν μεσημβρίᾳ λάμποντος ἡλίου δᾷδας ἴασι καὶ δαλοὺς ἀράμενοι, τὸ μὲν θεῖον φῶς ἐάσαντες, καπνῷ δὲ ἑπόμενοι κἂν ἄρα μικρὸν αἴθυγμα δεικνύντι πυρός. μὲν οὖν τῆς φύσεως νόμος ἀφεῖται καὶ ἐκλέλοιπε παρὑμῖν, κακοδαίμονες· ἄξονας δὲ καὶ γραμματεῖα καὶ στήλας φυλάττετε καὶ ἀνωφελῆ στίγματα.
§6 καὶ τὸν μὲν τοῦ Διὸς θεσμὸν πάλαι παρέβητε, τὸν δὲ τοῦ δεῖνος τὸν τοῦ δεῖνος ὅπως μηδεὶς παραβήσεται σκοπεῖσθε. καὶ τὴν ἀράν, ἣν Ἀθηναῖοι περὶ τῶν Σόλωνος ἔθεντο νόμων τοῖς ἐπιχειροῦσι καταλύειν, ἀγνοεῖτε κυριωτέραν οὖσαν ἐπὶ τοῖς ἐκείνου νόμοις ʽπᾶσα γὰρ ἀνάγκη τὸν συνέχοντα τὸ πᾶν θεσμὸν ἀραῖον ὑπάρχεινπλὴν παῖδας καὶ γένος οὐκ ἐπέξεισιν, ὡς ἐκεῖ, τῶν ἁμαρτανόντων, ἀλλἕκαστος αὑτῷ γίγνεται τῆς ἀτυχίας αἴτιος. τὸν οὖν ἐπιχειροῦντα τοῦτον ἂν σῴζειν ὡς ἂν οἷός τε καὶ τό γε καθαὑτὸν φυλάττειν οὐδέποτε ἂν μὴ φρονεῖν φαίην ἔγωγε.
§7 πολὺ δὲ μᾶλλον ὑμᾶς θαυμάζω καὶ ἐλεῶ τῆς χαλεπῆς καὶ παρανόμου δουλείας, ἐν ζεύξαντες αὑτοὺς ἔχετε, οὐχ ἑνὶ δεσμῷ μόνον περιβαλόντες οὐδὲ δυσίν, ἀλλὰ μυρίοις, ὑφὦν ἄγχεσθε καὶ πιέζεσθε πολὺ μᾶλλον τῶν ἐν ἁλύσει τε καὶ κλοιῷ καὶ πέδαις ἑλκομένων. τοῖς μὲν γὰρ ἔστι καὶ ἀφεθῆναι καὶ διακόψασι φυγεῖν, ὑμεῖς δὲ ἀεὶ μᾶλλον κρατύνεσθε τὰ δεσμὰ καὶ πλείω καὶ ἰσχυρότερα ἀπεργάζεσθε. καὶ μή, ὅτι οὐχ ὁρᾶτε αὐτά, ψευδῆ καὶ ἄπιστον ἡγεῖσθε τόνδε τὸν λόγον· σκοπεῖτε δὲ Ὁμήρου τοῦ καθὑμᾶς σοφωτάτου ποἶ ἄττα δεσμὰ τὸν Ἄρη φησὶ κατασχεῖν, ὠκύτατόν περ ἐόντα θεῶν, οἳ Ὄλυμπον ἔχουσιν, ἠΰτἀράχνια λεπτά, τά γοὔ κέ τις οὐδὲ ἴδοιτο.
§8 μὴ οὖν οἴεσθε τὸν μὲν Ἄρη, θεὸν ὄντα καὶ ἰσχυρόν, οὕτως ὑπὸ λεπτῶν τε καὶ ἀοράτων πεδηθῆναι δεσμῶν, αὑτοὺς δέ, πάντων θηρίων ἀσθενεστάτους ὄντας, μὴ ἄν ποτε ἁλῶναι δεσμοῖς ἀφανέσιν, ἀλλεἰ μὴ σιδήρου τε καὶ ὀρειχάλκου εὖ πεποιημένα εἴη. τὰ μὲν οὖν σώματα ὑμῶν, οἷα δὴ στερεὰ καὶ τὸ πλέον ἐκ γῆς γεγονότα, τοιούτων δεῖται τῶν κρατησόντων· ψυχὴ δὲ ἀόρατός που καὶ λεπτὴ φύσει πῶς οὐκ ἂν δεσμῶν τοιούτων τυγχάνοι κατὰ τὸν Ἥφαιστον αὐτὸν; ὑμεῖς δὲ στερροὺς καὶ ἀδαμαντίνους πεποίησθε πάσῃ μηχανῇ πλεξάμενοι, καὶ τὸν Δαίδαλον αὐτὸν ὑπερβεβλημένοι τῇ τέχνῃ τε καὶ σπουδῇ πρὸς τὸ πᾶν ὑμῶν μέρος τῆς ψυχῆς καταδεδέσθαι καὶ μηδὲν ἐλεύθερον εἶναι μηδὲ αὐτόνομον.
§9 τί γὰρ ἦν Κνωσίων εἱρκτὴ καὶ τὸ τοῦ Λαβυρίνθου σκολιὸν πρὸς τὴν σκολιότητα καὶ τὸ δυσεύρετον τῆς ἀφροσύνης; τί δ Σικελικὴ φρουρὰ τῶν Ἀττικῶν αἰχμαλώτων, οὓς εἰς πέτραν τινὰ ἐνέβαλον; τί δ Λακώνων Κεάδας καὶ τὸ παρὰ Πέρσαις οἴκημα μεστὸν τέφρας, νὴ Δία εἴ τινας κόρας χαλεποὶ πατέρες, ὡς τῶν ποιητῶν λόγος, ʽχαλκέων περιβόλωνἐφρούρησαν ʽεἱρκταῖσ̓. οὐδἐγὼ νήφειν ἐν τοῖς λόγοις ἔτι μοι δοκῶ τῶν ἀνθρωπίνων συμφορῶν μνησθεὶς ἐπὶ πλέον καὶ τῆς αἰσχρᾶς καὶ δυσχεροῦς δουλείας, λείας, ἣν δεδούλωσθε πάντες· ὅθεν οὐ νημάτων ἔστι λεπτῶν εὐπορήσαντας ἐξελθεῖν βοηθείᾳ κόρης ἄφρονος, ὥσπερ ἐκεῖνον Θησέα φασὶν ἐκ Κρήτης σωθῆναι, εἰ μή τις αὐτῆς οἶμαι τῆς Ἀθηνᾶς παρισταμένης καὶ σῳζούσης ἅμα.
§10 εἰ γὰρ ἐθέλοιμι πάσας εἰπεῖν τὰς εἱρκτὰς καὶ τὰ δεσμὰ τῶν ἀνοήτων τε καὶ ἀθλίων ἀνθρώπων οἷς ἐγκλείσαντες αὑτοὺς ἔχετε, μὴ σφόδρα ὑμῖν ἀπηνής τε καὶ φαῦλος δόξω ποιητής, ἐν οἰκείοις τραγῳδῶν πάθεσιν. οὐ γὰρ μόνον, ὡς οἱ δόξαντες ὑμῖν κακοῦργοι πιέζονται, τραχήλου τε καὶ χειρῶν καὶ ποδῶν, ἀλλὰ καὶ γαστρὸς καὶ τῶν ἄλλων μερῶν ἑκάστου ἰδίῳ δεσμῷ τε καὶ ἀνάγκῃ κατειλημμένοι εἰσὶ ποικίλῃ τε καὶ πολυτρόπωι· καί μοι δοκεῖ τις ἂν ἰδὼν τῇ ὄψει τερφθῆναί τε καὶ σφόδρα ἄγασθαι τὴν ἐπίνοιαν.
§11 πρώτη μὲν γὰρ οἶμαι πρὸς ἕκαστον ἔστη δέσποινα χαλεπὴ μὲν ἄλλως καὶ δυσμενὴς καὶ ἐπίβουλος, ἰδεῖν δὲ ἱλαρὰ καὶ μειδιῶσα πρὸς ἅπαντας ʽσαρδάνιον μάλα τοῖον̓ χαλεπὴ δὲ ἡδονὴ καὶ φέρει δεσμὰ κατὰ τὴν αὑτῆς φύσιν εὐανθῆ καὶ μαλακὰ τὴν πρώτην, οἵοις εἰκός ἐστι καταδεῖσθαι βασιλεῖς τυράννους καὶ πάντας, ὅσοι μακαρίων παῖδες κέκληνται· τούτων δὲ χαλεπώτερον οὐδὲν οὐδὲ μᾶλλον ἐμφύεται καὶ πιέζει.
§12 μετὰ δὲ ταύτην ἦλθεν ἑτέρα, κλοιόν τινα φέρουσα χρυσοῦν ἀργυροῦν. τοῦτον δὲ περιθεῖσα ἕλκει μὲν ἰδιώτας περὶ πᾶσαν γῆν καὶ θάλασσαν, ἕλκει δὲ βασιλεῖς καθἩσίοδον, σύρει δὲ πόλεων στρατηγοὺς ἐπὶ πύλας, ὥστε ἀνοίγειν καὶ προδιδόναι. φησὶ δὲ κήδεσθαι τούτων, οὓς ἂν ἀπολλύῃ, καὶ ποιεῖν εὐδαίμονας· ὥσπερ Ἀστυάγην ποτὲ Κῦρος ἐν χρυσαῖς ἔδησε πέδαις, ὡς ἂν δῆλον ὅτι πάππου κηδόμενος.
§13 πολὺ δἂν ἔργον εἴη διεξιέναι πάσας τὰς ἰδέας τῶν δεσμῶν. ἕνα δοὖν ἄξιον μὴ παρεῖναι τὸν παραδοξότατον αὐτῶν καὶ ποικιλώτατον, ὃν χαλεπωτάτη φέρει δέσποινα, χρυσῷ καὶ ἀργύρῳ καὶ παντοίοις λίθοις τε καὶ ψήφοις καὶ ζῴων κέρασι καὶ ὀδοῦσι καὶ ὀστράκοις, ἔτι δὲ ἁλουργέσι βαφαῖς καὶ ἑτέροις μυρίοις τισὶν ὥσπερ ὅρμον πολυτελῆ καὶ θαυμαστὸν ἀσκήσασα καὶ πολλά τινα ἐν αὐτῷ σχήματά τε καὶ μορφὰς μιμησαμένη, στεφάνους τε καὶ σκῆπτρα καὶ τιάρας καὶ θρόνους ὑψηλούς· καθάπερ οἱ περιττοὶ τεχνῖται κλίνας τινὰς θύρας ὀροφὰς οἰκιῶν κατασκευάζοντες ἕτερἄττα μηχανῶνται φαίνεσθαι, λέγω δὲ οἷον θυρῶν ἐξοχὰς θηρίων κεφαλαῖς ἀπεικάσαντες καὶ κιόνων ὁμοίως·
§14 ἔτι δὲ καὶ ἦχος ἐν τούτῳ καὶ φωνὴ παντοία κρότων τε καὶ ποππυσμῶν καὶ ἠχεῖ ταῦτα τὰ δεσμά. πάλιν οὖν τοῦτον περιβάλλει δημαγωγοῖς τε καὶ βασιλεῦσιν. ἀλλὅπως μὴ πόρρω που αὐτοὶ φερώμεθα ὑπὸ τῆς εἰκόνος, ὥσπερ ὄντως εἰδώλῳ τινὶ λόγου ἐπακολουθοῦντες, ὡς Ὅμηρος Ἀχιλλέα ἐποίησε τῷ τοῦ Ἀγήνορος ἑπόμενον μακρὰν ἀπελθεῖν· ἱκανῶς ἔχει.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up