Dio Chrysostom Orationes
EN Lat Orig
(1)περὶ ΒΑΣΙΛΕΙΑΣ α. (2)περὶ ΒΑΣΙΛΕΙΑΣ β. (3)περὶ ΒΑΣΙΛΕΙΑΣ γ. (4)περὶ ΒΑΣΙΛΕΙΑΣ δ. Oration 5: A Libyan Myth (6)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΤΥΡΑΝΝΙΔΟΣ (13)ΕΥΒΟΙΚΟΣ ἢ ΚΥΝΗΓΟΣ. (7)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΑΡΕΤΗΣ. (8)ΔΙΟΓΕΝΗΣ ἢ ΙΣΘΜΙΚΟΣ. (9)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΟΙΚΕΤΩΝ. (10)ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ. (11)Ὀλυμπικὸς ἢ περὶ τῆς πρώτης τοῦ θεοῦ ἐννοίας (12)ἐν ΑΘΗΝΑΙΣ περὶ ΦΥΓΗΣ. Oration 69: On Fondness for Listening Oration 70: On Retirement Oration 71: On Beauty Oration 72: On Peace and War Oration 73: That the Wise Man Is Happy Oration 74: On Happiness Oration 75: On the Daemon Oration 76: On Deliberation Oration 77: On Conversation at Banquets Oration 79: Melancomas II Oration 78: Melancomas I Oration 80: Charidemus Oration 14: The Rhodian Oration (15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ. Oration 16: 1st Tarsic Discourse Oration 17: 2nd Tarsic Discourse (35)ἐν ΚΕΛΑΙΝΑΙΣ τῆς ΦΡΥΓΙΑΣ. Oration 19: The Borysthenitic Discourse Oration 20: The Corinthian Oration Oration 21: To the Nicomedians on Concord with the Nicaeans Oration 22: On Concord in Nicaea Oration 23: On Concord with the Apameans Oration 24: To the Apameans on Concord Oration 25: A Discourse in His Homeland Oration 26: A Political Address in His Homeland Oration 27: A Complimentary Address to His Homeland Oration 28: An Account of His Relations with His Homeland Oration 29: Before Philosophising in His Homeland Oration 30: A Public Address in His Homeland Oration 31: A Political Address in the Assembly Oration 32: Renunciation of Office before the Council Oration 33: On Public Works before the Council Oration 34: To Diodorus Oration 35: On Aeschylus, Sophocles, and Euripides Oration 36: On Homer Oration 37: On Socrates Oration 38: On Homer and Socrates Oration 39: Agamemnon, or On Kingship Oration 40: Nestor Oration 41: Achilles Oration 42: Philoctetes Oration 43: Nessus, or Deianira Oration 44: Chryseis Oration 45: On Kingship and Tyranny Oration 46: On Fortune I Oration 47: On Fortune II Oration 48: On Fortune III Oration 49: On Reputation I Oration 50: On Reputation II Oration 51: On Reputation III Oration 52: On Virtue Oration 53: On Philosophy Oration 54: On the Philosopher Oration 55: On Personal Appearance Oration 56: On Trust Oration 57: On Distrust Oration 58: On Law Oration 59: On Custom Oration 60: On Envy Oration 62: On Wealth Oration 63: To the Cilicians on Freedom Oration 64: On Slavery and Freedom I Oration 65: On Slavery and Freedom II Oration 66: On Grief Oration 67: On Greed Oration 68: On the Practice of Oratory
Oration 29: Before Philosophising in His Homeland
§1 Ἐγὼ οὐχ οὕτως ἐκπέπληγμαι ἐφοἷς ποιεῖτε, ἄνδρες, τοιούτοις οὖσιν, ἀλλἐπεὶ οὐδεμίαν αἰτίαν ὁρῶ τῆς ὑμετέρας ὀργῆς πρὸς ἐμέ, τοῦτό ἐστι τὸ εἰς ἀπορίαν ἄγον. ὀργὴν μὲν γὰρ δικαίαν ἔστι παραιτήσασθαι ἀνθρώπων, μῖσος δὲ ἄδικον τίς ἂν θεραπεύσαι; ἀξιῶ δὲ ὑμᾶς ἀκοῦσαί μου λέγοντος οὐκ ἐμοῦ ἕνεκα μᾶλλον ὑμῶν αὐτῶν. εἰ μὲν γὰρ οὐδὲν ἀδικῶ, οὐδὲ ὑμεῖς βούλεσθε δήπου ἀναιτίως μισεῖν τινα τῶν ὑμετέρων πολιτῶν· εἰ δὲ ἀδικῶ, κατ̓ ἐμοῦ λόγος ἔσται, οὐχ ὑπὲρ ἐμοῦ· καὶ οὕτως γε μείζω ὑμῖν ὑφέξω τιμωρίαν αὐτοὶ ζητεῖτε. τὸ γὰρ ἐξελεγχθῆναι πονηρὸν ὄντα τῷ παντὶ δεινότερον τοῦ λευσθῆναι καταφλεγῆναι.
§2 καὶ πρῶτον μὲν μάθετε ὅτι δοκεῖ ὑμῖν φοβερά, οἱ λίθοι καὶ τὸ πῦρ, οὐδενὶ φοβερά ἐστιν, οὐδἐστέ γε τούτοις ἰσχυροί, ἀλλὰ πάντων ἀσθενέστατοι, ἐκτὸς εἰ μή τις ἀριθμεῖ τὴν τῶν λῃστῶν καὶ τῶν μαινομένων δύναμιν. πόλεως δὲ καὶ δήμου ἰσχὺς ἐν ἑτέροις ἐστί, καὶ πρῶτόν γε ἐν τῷ φρονεῖν καὶ τὰ δίκαια ποιεῖν. περὶ μὲν γὰρ τοῦ πατρὸς οὐδὲν ἐμὲ δεῖ λέγειν, εἰ ἀγαθὸς ἦν. ἀεὶ γὰρ εὐφημεῖτε αὐτὸν καὶ κοινῇ καὶ καθἕκαστον, ὅπου ἄν μνησθῆτε, ὡς οὐ φαῦλον πολίτην.
§3 δεῖ μέντοι εἰδέναι ὑμᾶς ὅτι οὐδὲν ὄφελος ἐκείνῳ ἐστὶ τούτων τῶν ἐπαίνων· ἀλλὅταν ἡμᾶς τοὺς ἐξ αὐτοῦ ἀποδέχησθε, τότε κἀκείνου μέμνησθε. καὶ περὶ τοῦ πάππου δὲ τοῦ ἡμετέρου οὐκ ἂν εἴποι οὐδεὶς οὔτε ὡς κατῄσχυνε τὴν πόλιν οὔτε ὡς οὐδὲν ἀνάλωσεν ἐκ τῶν ἑαυτοῦ. τὴν γὰρ οὐσίαν ἣν εἶχε πατρῴαν καὶ παππῴαν ἅπασαν εἰς φιλοτιμίαν ἀναλώσας, ὥστε μηδὲν ἔχειν λοιπόν, ἑτέραν ἐκτήσατο ἀπὸ παιδείας καὶ παρὰ τῶν >αὐτοκρατόρων.
§4 καὶ τοίνυν εἰς αὑτὸν οὐδεμίαν φαίνεται χάριν αἰτησάμενος ἐν τοιαύτῃ φιλίᾳ καὶ σπουδῇ, φυλάττων δὲ καὶ ταμιευόμενος τὴν τοῦ αὐτοκράτορος προθυμίαν εἰς ὑμᾶς. εἰ δέ τῳ δοκεῖ φλυαρία τὸ πολιτῶν ὑμετέρων ἀναμιμνήσκειν ὑμᾶς εὐνοίας καὶ ἀρετῆς, οὗτος οὐκ οἶδὅπως εὖ παθεῖν αὐτὸς ὑπό του βούλεται. ἐκ τοιούτων δὴ ὄντες ἡμεῖς, εἰ καὶ σφόδρα πονηροὶ ἦμεν, ἀλλά τοι διἐκείνους ἐντροπῆς τινος ἄξιοι ἦμεν, οὐχὶ λευσθῆναι ὑφὑμῶν οὐδὲ καταφλεχθῆναι.
§5 σκοπεῖτε δὲ καὶ τοὐμόν, ἄνδρες, μὴ ἀγνωμόνως. ἡμῖν γὰρ πατὴρ οὐσίαν κατέλιπε τῇ μὲν δόξῃ μεγάλην, δυνάμει δὲ μικρὰν καὶ πολλῷ ἐλάττω ἑτέρων· οὐ μεῖον γὰρ τετταράκοντα μυριάδες ἦσαν χρεῶν καὶ πράγματα τοιαῦτα ἔξωθεν, ὥστε πολὺ τῶν χρεῶν εἶναι ταῦτα χαλεπώτερα. οὐδὲ γὰρ ἀσφάλεια, ὡς εἰπεῖν, οὐδενὸς ἡμῖν τῶν ὄντων ὑπῆρχεν, ἀλλὰ τῇ αὑτοῦ δυνάμει πιστεύων ἐκεῖνος ἅπαντα ἐκέκτητο, ὡς οὐδενὸς ἀμφισβητήσοντος.
§6 ἐν δὲ τοῖς τοιούτοις ἀπολειφθεὶς οὐδέπω μὲν καὶ νῦν τὸ ἐπιβάλλον αὑτῷ μέρος τῶν χρεῶν διαλέλυμαι, λελειτούργηκα δὲ ὑμῖν τὰς μεγίστας λειτουργίας καὶ οὐδεὶς ἐμοῦ πλείους τῶν ἐν τῇ πόλει. πλουσιωτέρους δὲ ἐμοῦ πολλοὺς ὄντας ἐπίστασθε καὶ αὐτοί. τί οὖν ἐστιν ἐφὅτῳ ἐμοὶ ὀργίζεσθε καὶ ἄτιμον ἐξ ἁπάντων ἐμὲ καὶ τὸν δεῖνα προβέβλησθε καὶ λίθους καὶ πῦρ ἐφἡμᾶς φέρετε; καὶ μηδεὶς ὑπὲρ ἐκείνου με φῇ λέγειν. ἴσως μὲν γὰρ ἐποὐδένα οὐδὲ τῶν ἀδικούντων οὕτως ἔδει παροξύνεσθαι·
§7 πλὴν ἔμοιγε ἀπόχρη τὰ κατἐμαυτόν. καὶ σκοπεῖτε καὶ τὰ ἄλλα ὁποῖός εἰμι πολίτης ἐγώ, πρὸς ὅντινα βούλεσθε παραβάλλοντες τοσούτων οὕς οὐ κατακάετε. ἔστι μὲν γὰρ χωρία μοι καὶ πάντα ταῦτα ἐν τῇ ὑμετέρᾳ γῇ· τῶν δὲ ἐμοὶ γειτνιώντων οὐδὲν πώποτε οὐδεὶς οὔτε πλούσιος οὔτε πένης ʽπολλοὶ δὲ καὶ τῶν τοιούτων μοι γειτνιῶσινᾐτιάσατο ἐμὲ ὡς ἀφαιρούμενός τινος ἐκβαλλόμενος, οὔτε δικαίως οὔτε ἀδίκως. εἰμὶ δὲ αὐτὸς οὔτε ὑπέρδεινος εἰπεῖν οὔτε ἴσως ἁπάντων ὕστατος ἐν τῷ λέγειν.
§8 ἔστιν οὖν ὅντινα ἐν τῷ λόγῳ ἐλύπησα, πρᾶγμα ἐπαγαγών τινι τῶν ἀπραγμόνων κατασκευάσας ἐπήρειαν; περὶ τῆς οὐσίας ἐποίησα κινδυνεῦσαί τινα, ὡς Καίσαρι προσηκούσης ἐν συνηγορίᾳ προύδωκα; καὶ μὴν τῆς γε νῦν ἀπορίας οὐδεὶς μᾶλλον ἐμοῦ ἀναίτιος. πότερον γὰρ σῖτον ἁπάντων πλεῖστον γεωργῶν κατακέκλεικα τοῦτον, αὔξων τὴν τιμήν; ἀλλἐπίστασθε αὐτοὶ τὴν δύναμιν τῶν ἐμῶν χωρίων, ὅτι σπάνιον εἴ ποτε ἀπεδόμην σῖτον καὶ τοῦθὅταν ὑπερβάλῃ τῷ πλήθει, ἐν δὲ τοῖς τοιούτοις ἔτεσιν οὐδὲ τὸν ἀρκοῦντα ἔχω, ἀλλἔστι μοι πᾶσα ἐπικαρπία ἐξ οἴνου καὶ βοσκημάτων. ἀλλἀργύριον δανείζων οὐ βούλομαι παρέχειν εἰς τὴν τοῦ σίτου ὠνήν. οὔκουν οὐδὲ περὶ τούτου οὐδέν με δεῖ λέγειν. οἴδατε γὰρ ὑμεῖς καὶ τοὺς δανείζοντας ἐν τῇ πόλει καὶ τοὺς δανειζομένους.
§9 τί οὖν ἐστιν γε ἐγὼ ποιῆσαι δυνάμενος, ὥστε ἀπαλλάξαι ὑμᾶς τῆς ἀπορίας, οὐ βούλομαι, διότι πρὸς ἐμὲ οὕτως ἔχετε; ὅτι νὴ Δία τὰς στοὰς ἐπὶ τῶν θερμῶν ᾠκοδόμηκα καὶ ἐργαστήρια· τοῦτο γά ἐστιν, φασιν ἔνιοι ἀδικεῖσθαι ὑπἐμοῦ τὴν πόλιν. καὶ τίνα πώποτε ὑμεῖς ἄλλος τις ἀνθρώπων ἐμέμψατο ἐν ἀγρῷ αὑτοῦ οἰκίαν οἰκοδομοῦντα; παρὰ τοῦθ σῖτος πλείονός ἐστι; καίτοι πέντε μυριάδων ἐώνημαι τὸ χωρίον, τῷ παντὶ πλείονος τιμῆς τῆς ἀξίας. ἀλλἐγὼ αἰσχύνομαι νὴ τὸν Δία καὶ τοὺς θεούς, εἴ τις τῶν πολιτῶν, οὐ γὰρ δή γε πόλις, οὕτω μοχθηρός, ὥστε λυπεῖσθαι καὶ φθονεῖν, ἐάν τινα ἴδῃ στοὰν ἐργαστήριον ᾠκοδομηκότα.
§10 καὶ μὴν τό γε πρᾶγμα, ἐφ παρωξύνθητε, δεῖται μέν τινος ἐπιμελείας ἀληθῶς, οὐ μέντοι ἀνήκεστόν ἐστιν οὐδὲ ὥστε τοιαῦτα ποιεῖν. γὰρ τιμὴ τοῦ σίτου τῆς μὲν συνηθείας παρἡμῖν πλείων γέγονεν, οὐ μὴν ὥστε ἀπειπεῖν. ἀλλεἰσὶ πόλεις, ἐν αἷς ἀεὶ τοσούτου ἐστίν, ὅταν ἄριστα ἔχῃ. πάλιν αὖ θορυβεῖτε, ὥσπερ ἐμοῦ λέγοντος ὅτι καὶ παρὑμῖν αὐτὸν τοσούτου προσήκει εἶναι καὶ μηδέποτε ἥττονος. ἐγὼ δέ φημι δεῖν προσέχειν μὲν ὅπως ἐλάττονος ἔσται, μὴ μέντοι πικρῶς οὕτως ἔχειν ἐπὶ τῷ συμβεβηκότι μηδὲ ἐξεστάναι· ὡς τά γε γενόμενα νῦν οὐχὶ τοιαῦτά ἐστιν, οἷα ἐπὶ τοιούτῳ πράγματι, ἀλλεἰ τὰ τέκνα ὑμῶν καὶ τὰς γυναῖκας ἀνῃρήκειμεν, οὐδὲν ἂν εἴχετε ποιῆσαι χαλεπώτερον.
§11 τὸ γὰρ πολίταις ἑαυτῶν ὀργιζομένους ʽεἰ μὲν ἀδίκως δικαίως, ἐὦ πολίταις δοὖν καὶ τούτοις ἐπιτίμοις καὶ μηδενὸς χείροσι μὴ δοῦναι λόγον μηδὲ λαβεῖν, ἀλλεὐθὺς λιθάζειν καὶ κατακαίειν τὰς οἰκίας, ἵνα, εἰ ἐδύνασθε, μετὰ τῶν παίδων αὐτοὺς καὶ τῶν γυναικῶν συμφλέξητε, τίνων ἐστὶν ἀνθρώπων; ἐμοὶ μὲν νὴ τὸν Δία καὶ τοὺς θεούς, εἰ καὶ χαλεπῶς ἀκούσεσθε, οὐ δοκεῖ τὰ τοιαῦτα εἶναι τῶν ἐνδεῶς πραττόντων οὐδὲ τῶν οὐκ ἐχόντων τὰ ἀναγκαῖα. γὰρ ἔνδεια σωφροσύνην ποιεῖ. καὶ ταῦτα εἰ μὴ δοκεῖτε ὑπὲρ ὑμῶν λέγεσθαι, πλεῖστον ἁμαρτάνετε.
§12 εἰ γὰρ τοιοῦτοι ἔσεσθε κἂν ὀργισθῆτέ τῳ ʽπολλὰ δὲ εἰκὸς ὡς ἐν πόλει συμβῆναι καὶ δίκαια καὶ ἄδικἀ τηλικαύτην ἀξιώσετε τιμωρίαν λαμβάνειν, ὥστεὐθὺς μετὰ τῶν παίδων κατακάειν καὶ τινας τῶν γυναικῶν, ἀνθρώπων ἐλευθέρων, ἀναγκάζειν ὑμῖν ὁρᾶσθαι περιερρηγμένας καὶ ἱκετευούσας ὑμᾶς ὥσπερ ἐν πολέμῳ· τίς οὕτως ἀνόητος καὶ ἀτυχὴς ἄνθρωπός ἐστιν, ὅστις ἐν τοιαύτῃ πόλει ζῆν αἱρήσεται μίαν ἡμέραν; πολὺ γὰρ κρεῖττον φυγάδα εἶναι καὶ παροικεῖν ἐπὶ ξένης τοιαῦτα πάσχειν. ἐπεὶ καὶ νῦν πρόφασις λεγομένη, διἣν ὑμᾶς ἀποτραπῆναί φασι τῆς οἰκίας τῆς ἐμῆς, ὑπιδομένους τοῦ στενωποῦ τὸ βάθος, ὁρᾶτε οἶόν ἐστιν.
§13 εἰ γὰρ ἐμὲ τοῦτο ἔσωσε, καιρὸς ἤδη τὸ λοιπὸν ὡς ἐν στρατοπέδῳ τῇ πόλει τὰς δυσχωρίας καταλαμβάνειν καὶ τὰ ὑψηλὰ ἀπότομα. καίτοι μὰ τοὺς θεοὺς οὐδὲ ἐν τοῖς στρατοπέδοις ζητοῦσιν ἄλλος ἄλλου ἀσφαλέστερον σκηνοῦν, ἀλλὰ πρὸς τοὺς πολεμίους αὐτοῖς φυλακή ἐστιν. τῇ μὲν οὖν τύχῃ χάρις, διἣν ἀπετράπητε, εἴτε τοῦτο νοήσαντες εἴτε ἄλλο ὁτιοῦν· οὐ μέντοι ἀληθῶς ὑπείδεσθε. οὐ γὰρ ἂν ἔγωγε ἠμυνάμην ὑμᾶς, ἀλλὰ τούτου γε ἕνεκα πολλὴ ὑμῖν ἀσφάλειά ἐστιν, ὅταν βούλησθε κατακαίειν τὴν οἰκίαν, ἤρκει δέ μοι τὴν γυναῖκα καὶ τὸ παιδίον λαβόντα ἀποχωρεῖν.
§14 καὶ μηδεὶς νομίσῃ ὡς ἐγὼ ὑπὲρ ἐμαυτοῦ ἀγανακτῶν ταῦτα εἴρηκα μᾶλλον ὑπὲρ ὑμῶν δεδιὼς μήποτε ἄρα διαβληθῆτε ὡς βίαιοι καὶ παράνομοι. οὐ γὰρ λανθάνει τῶν ἐν ταῖς πόλεσιν οὐδὲν τοὺς ἡγεμόνας ʽλέγω δὲ τοὺς μείζους ἡγεμόνας τῶν ἐνθάδἐ ἀλλ̓ ὥσπερ τῶν παιδίων τῶν ἀτακτοτέρων οἴκοι πρὸς τοὺς διδασκάλους κατηγοροῦσιν οἱ προσήκοντες, οὑτωσὶ καὶ τὰ τῶν δήμων ἁμαρτήματα πρὸς ἐκείνους ἀπαγγέλλεται. ταῦτα μὲν οὖν οὔτε καλῶς οὔτε συμφερόντως αὑτοῖς πράττοιτε ἄν. τὸ δὲ ἀξιοῦν ἐπιμελεῖσθαι τῆς ἀγορὰς καὶ τοὺς δυναμένους χειροτονεῖν καὶ τοὺς μὴ λελειτουργηκότας, εἰ δὲ μή γε, οὓς ἄν βούλησθε, σωφρονούντων τε ἀνθρώπων ἐστὶ καὶ πρός γε ταῦτα οὐδεὶς ὑμῖν ἐναντιώσεται.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up