Dio Chrysostom Orationes
EN Lat Orig
(1)περὶ ΒΑΣΙΛΕΙΑΣ α. (2)περὶ ΒΑΣΙΛΕΙΑΣ β. (3)περὶ ΒΑΣΙΛΕΙΑΣ γ. (4)περὶ ΒΑΣΙΛΕΙΑΣ δ. Oration 5: A Libyan Myth (6)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΤΥΡΑΝΝΙΔΟΣ (13)ΕΥΒΟΙΚΟΣ ἢ ΚΥΝΗΓΟΣ. (7)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΑΡΕΤΗΣ. (8)ΔΙΟΓΕΝΗΣ ἢ ΙΣΘΜΙΚΟΣ. (9)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΟΙΚΕΤΩΝ. (10)ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ. (11)Ὀλυμπικὸς ἢ περὶ τῆς πρώτης τοῦ θεοῦ ἐννοίας (12)ἐν ΑΘΗΝΑΙΣ περὶ ΦΥΓΗΣ. Oration 69: On Fondness for Listening Oration 70: On Retirement Oration 71: On Beauty Oration 72: On Peace and War Oration 73: That the Wise Man Is Happy Oration 74: On Happiness Oration 75: On the Daemon Oration 76: On Deliberation Oration 77: On Conversation at Banquets Oration 79: Melancomas II Oration 78: Melancomas I Oration 80: Charidemus Oration 14: The Rhodian Oration (15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ. Oration 16: 1st Tarsic Discourse Oration 17: 2nd Tarsic Discourse (35)ἐν ΚΕΛΑΙΝΑΙΣ τῆς ΦΡΥΓΙΑΣ. Oration 19: The Borysthenitic Discourse Oration 20: The Corinthian Oration Oration 21: To the Nicomedians on Concord with the Nicaeans Oration 22: On Concord in Nicaea Oration 23: On Concord with the Apameans Oration 24: To the Apameans on Concord Oration 25: A Discourse in His Homeland Oration 26: A Political Address in His Homeland Oration 27: A Complimentary Address to His Homeland Oration 28: An Account of His Relations with His Homeland Oration 29: Before Philosophising in His Homeland Oration 30: A Public Address in His Homeland Oration 31: A Political Address in the Assembly Oration 32: Renunciation of Office before the Council Oration 33: On Public Works before the Council Oration 34: To Diodorus Oration 35: On Aeschylus, Sophocles, and Euripides Oration 36: On Homer Oration 37: On Socrates Oration 38: On Homer and Socrates Oration 39: Agamemnon, or On Kingship Oration 40: Nestor Oration 41: Achilles Oration 42: Philoctetes Oration 43: Nessus, or Deianira Oration 44: Chryseis Oration 45: On Kingship and Tyranny Oration 46: On Fortune I Oration 47: On Fortune II Oration 48: On Fortune III Oration 49: On Reputation I Oration 50: On Reputation II Oration 51: On Reputation III Oration 52: On Virtue Oration 53: On Philosophy Oration 54: On the Philosopher Oration 55: On Personal Appearance Oration 56: On Trust Oration 57: On Distrust Oration 58: On Law Oration 59: On Custom Oration 60: On Envy Oration 62: On Wealth Oration 63: To the Cilicians on Freedom Oration 64: On Slavery and Freedom I Oration 65: On Slavery and Freedom II Oration 66: On Grief Oration 67: On Greed Oration 68: On the Practice of Oratory
Oration 72: On Peace and War
§1 Πολλὰ μὲν καὶ ἄλλα εὕροι τις ἂν καὶ ξύμπαντα ἀτεχνῶς τὰ ἔργου τινὸς ἐχόμενα καὶ πράξεως κοινὰ τοῖς φιλοσόφοις καὶ τοῖς ῥήτορσιν, ὅσοι μὴ ἀγοραῖοι μηδὲ μίσθαρνοι, πρὸς χρήματα ὁρῶντες μόνον καὶ τὰς ἰδιωτικὰς ἀμφιλογίας περὶ συμβολαίων τινων ἀλλὰ δημοσίᾳ συμβουλεύειν καὶ νομοθετεῖν ἀξιούμενοικαθάπερ οἶμαι Περικλῆς καὶ Θουκυδίδης Ἀθήνησι καὶ Θεμιστοκλῆς ἔτι πρότερον καὶ Κλεισθένης καὶ Πεισίστρατος, ἕως ἔτι ῥήτωρ καὶ δημαγωγὸς ἠνείχετο καλούμενος·
§2 Ἀριστείδην μὲν γὰρ καὶ Λυκοῦργον καὶ Σόλωνα καὶ Ἐπαμεινώνδαν, καὶ εἴ τις ἕτερος τοιοῦτος, φιλοσόφους ἐν πολιτείᾳ θετέον ῥήτορας κατὰ τὴν γενναίαν τε καὶ ἀληθῆ ῥητορικήνλέγω δὲ οἷον περί τε ἀγωγῆς τῶν νέων συμβουλεύοντες καὶ νομοθετοῦντες, ὥσπερ ἐν Λακεδαίμονι Λυκοῦργος, καὶ περὶ τῆς ἐρωτικῆς ὁμιλίας καὶ περὶ χρημάτων κτήσεως, ὅσην τε καὶ ὅπως δεῖ ποιεῖσθαι, καὶ περὶ γάμου καὶ περὶ κοινωνίας καὶ περὶ νομίσματος καὶ περὶ τιμῆς καὶ ἀτιμίας καὶ περὶ οἴκων κατασκευῆς, καὶ πότερα χρὴ τετειχισμένην οἰκεῖν πόλιν καθάπερ θεὸς παρῄνεσε Λακεδαιμονίοις, ἀτείχιστον, καὶ περὶ ἀσκήσεως τῶν πολεμικῶν καὶ τάξεως οὐ μόνον ὁπλιτικῆς, ἀλλὰ καὶ οἵαν Ἐπαμεινώνδας εὑρεῖν λέγεται, τοὺς ἐραστὰς μετὰ τῶν ἐρωμένων τάξας, ἵνα σῴζοιντο μᾶλλον καὶ μάρτυρες ὦσιν ἀλλήλοις τῆς ἀρετῆς καὶ τῆς κακίας· καὶ τὸν λόχον τοῦτον ἱερὸν ἐπονομασθέντα κρατῆσαι Λακεδαιμονίων τῇ περὶ Λεῦκτρα μάχῃ, ξυμπάντων ἐκείνοις ἑπομένων τῶν Ἑλλήνων·
§3 τὸ δὲ δὴ κεφάλαιον, καὶ πολλάκις πολλοῖς παρέπιπτε, περί τε εἰρήνης καὶ πολέμου, νῦν τυγχάνει ζητούμενον. πᾶν δὲ τὸ τοιοῦτον γένος παρὰ τοῖς φιλοσόφοις καλεῖται περὶ τοῦ προσήκοντος, οἷον εἰ γαμητέον, εἰ πολιτευτέον, εἰ βασιλείᾳ χρηστέον δημοκρατίᾳ ἄλλῃ τινὶ καταστάσει πολιτείας· ἐν οἷς ἐστι καὶ τοῦτο, ἐμοὶ δοκεῖν, εἰ πολεμητέον. οὐ γὰρ μόνον ἁπλῶς οἱ φιλόσοφοι ζητοῦσι περὶ τούτων, ἀλλὰ πηνίκα καὶ πρὸς τίνας καὶ τίνος συμβάντος μὴ συμβάντος ἕκαστα τούτων πρακτέον. διαφέρει δὲ τοσοῦτον, ὅτι οἵ γε ῥήτορες ἐπὶ τῶνδε τῶνδε σκοποῦσιν, οἷον εἰ συμφέρει πολεμεῖν Ἀθηναίοις πρὸς Πελοποννησίους βοηθεῖν Κερκυραίοις πρὸς Κορινθίους Φιλίππῳ συμμαχῆσαι Θηβαίοις ἐπὶ Φωκέας Ἀλεξάνδρῳ διαβῆναι εἰς τὴν Ἀσίαν.
§4 ἐν γὰρ ταύταις ἁπάσαις ταῖς βουλαῖς οὐχ ἥκιστα ἐμπίπτει καὶ τὸ τοιοῦτον, εἰ δίκαιον τοῖς μὴ προαδικήσασι πολεμεῖν· εἰ συμβέβηκεν ἀδίκημα παρὰ τούτων οἷς διανοοῦνται πολεμεῖν, πηλίκον τι τοῦτο τὸ συμβεβηκός. οἱ φιλόσοφοι δὲ πόρρωθεν τὰ πράγματα ὁρῶσιν, ἐπαὐτῶν ἐξετάζοντες ὁποἶ ἄττα ἐστίν. πολὺ γὰρ κρεῖττον τὸ βεβουλεῦσθαι περὶ ἁπάντων ἐκ πλείονος καὶ διεγνωκότας ἐπειδὰν ἥκῃ τινὸς πράγματος καιρός, αὐτούς τε εἰδότας ἔχειν χρῆσθαι καὶ ἑτέροις παραινεῖν, ἀλλὰ μὴ τρόπον τινὰ ἐξαίφνης ληφθέντας ταράττεσθαι καὶ αὐτοσχεδιάζειν περὶ ὧν οὐκ ἴσασιν.
§5 οἱ μὲν γὰρ ῥήτορες, ὅταν δέῃ σκοπεῖν περί τινος, οὐδὲν εἰδότες τῶν ἄλλων πλέον οὐδὲ ἐσκεμμένοι πρότερον, ἅμα τε αὐτοὶ βουλεύονται τρόπον τινὰ καὶ συμβουλεύουσιν ἑτέροις. οἱ φιλόσοφοι δὲ περὶ τῶν πράξεων προοίδασι καὶ πάλαι βεβουλευμένοι τυγχάνουσιν· ὥστε ἄν τις αὐτοὺς παρακαλῇ συμβούλους τῶν πόλεων τῶν ἐθνῶν τῶν βασιλέων, κρεῖττον ἕξουσι καὶ ἀσφαλέστερον ἀποφαίνεσθαι οὐ τὸ ἐπιὸν αὐτοῖς, οὐδὲ νῦν μὲν ταῦτα, πάλιν δὲ τἀναντία, διὀργὴν φιλονικίαν χρήμασι πληγέντες, ὥσπερ ἐπὶ τρυτάνης, ἔφη τις οἶμαι τῶν ῥητόρων αὐτῶν, κατὰ τὸ λῆμμα ἀεὶ ῥέποντες. λέγω δὲ οὐ ψέγων ῥητορικὴν οὐδὲ ῥήτορας τοὺς ἀγαθούς, ἀλλὰ τοὺς φαύλους καὶ τοὺς προσποιουμένους τὸ πρᾶγμα.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up