Dio Chrysostom Orationes
EN Lat Orig
(1)περὶ ΒΑΣΙΛΕΙΑΣ α. (2)περὶ ΒΑΣΙΛΕΙΑΣ β. (3)περὶ ΒΑΣΙΛΕΙΑΣ γ. (4)περὶ ΒΑΣΙΛΕΙΑΣ δ. Oration 5: A Libyan Myth (6)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΤΥΡΑΝΝΙΔΟΣ (13)ΕΥΒΟΙΚΟΣ ἢ ΚΥΝΗΓΟΣ. (7)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΑΡΕΤΗΣ. (8)ΔΙΟΓΕΝΗΣ ἢ ΙΣΘΜΙΚΟΣ. (9)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΟΙΚΕΤΩΝ. (10)ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ. (11)Ὀλυμπικὸς ἢ περὶ τῆς πρώτης τοῦ θεοῦ ἐννοίας (12)ἐν ΑΘΗΝΑΙΣ περὶ ΦΥΓΗΣ. Oration 69: On Fondness for Listening Oration 70: On Retirement Oration 71: On Beauty Oration 72: On Peace and War Oration 73: That the Wise Man Is Happy Oration 74: On Happiness Oration 75: On the Daemon Oration 76: On Deliberation Oration 77: On Conversation at Banquets Oration 79: Melancomas II Oration 78: Melancomas I Oration 80: Charidemus Oration 14: The Rhodian Oration (15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ. Oration 16: 1st Tarsic Discourse Oration 17: 2nd Tarsic Discourse (35)ἐν ΚΕΛΑΙΝΑΙΣ τῆς ΦΡΥΓΙΑΣ. Oration 19: The Borysthenitic Discourse Oration 20: The Corinthian Oration Oration 21: To the Nicomedians on Concord with the Nicaeans Oration 22: On Concord in Nicaea Oration 23: On Concord with the Apameans Oration 24: To the Apameans on Concord Oration 25: A Discourse in His Homeland Oration 26: A Political Address in His Homeland Oration 27: A Complimentary Address to His Homeland Oration 28: An Account of His Relations with His Homeland Oration 29: Before Philosophising in His Homeland Oration 30: A Public Address in His Homeland Oration 31: A Political Address in the Assembly Oration 32: Renunciation of Office before the Council Oration 33: On Public Works before the Council Oration 34: To Diodorus Oration 35: On Aeschylus, Sophocles, and Euripides Oration 36: On Homer Oration 37: On Socrates Oration 38: On Homer and Socrates Oration 39: Agamemnon, or On Kingship Oration 40: Nestor Oration 41: Achilles Oration 42: Philoctetes Oration 43: Nessus, or Deianira Oration 44: Chryseis Oration 45: On Kingship and Tyranny Oration 46: On Fortune I Oration 47: On Fortune II Oration 48: On Fortune III Oration 49: On Reputation I Oration 50: On Reputation II Oration 51: On Reputation III Oration 52: On Virtue Oration 53: On Philosophy Oration 54: On the Philosopher Oration 55: On Personal Appearance Oration 56: On Trust Oration 57: On Distrust Oration 58: On Law Oration 59: On Custom Oration 60: On Envy Oration 62: On Wealth Oration 63: To the Cilicians on Freedom Oration 64: On Slavery and Freedom I Oration 65: On Slavery and Freedom II Oration 66: On Grief Oration 67: On Greed Oration 68: On the Practice of Oratory
Oration 34: To Diodorus
§1 Σφόδρα θαυμάζειν ἔπεισιν, ἄνδρες, εἴ τις οὐκ ἀποδεχόμενός τινα οὐδὲ ἀγαπῶν ἔπειτα ἀναστὰς ἐπαινεῖ τῷ λόγῳ καὶ ἐνίοτε διῆλθεν ἐγκώμιον μακρὸν καὶ λίαν ἐπιμελῶς συγκείμενον. γὰρ τοιοῦτος ἄνθρωπος οὐκ ἔστιν , τι τῶν αἰσχίστων οὐ σύνοιδεν αὑτῷ, φθόνον, μικροψυχίαν, τὸ πάντων ἔσχατον, δουλείαν. λέγεται γοῦν οὐκ ἀτόπως καὶ παρὰ τοῖς παλαιοῖς ʽδούλου τόδ᾽ εἶπαςφέρε δή, πῶς οὐκ ἂν εἴη δοῦλος πρὸς τοσούτους ἅμα ἀνθρώπους ἕτερα ὧν φρονεῖ εἰπών, καὶ ταῦτα οὐχ ἁπλῶς, ἀλλὰ μετὰ φροντίδος καὶ παρασκευῆς, καὶ κολακεύων πολλάκις ἄνθρωπον καὶ θαυμάζων ὃν οὐ φιλεῖ;
§2 μέτριον γὰρ οὕτως εἰπεῖν. καὶ μὴν ὅτι πάντες πάντας ἐγκωμιάζουσι παρἡμῖν ἐπίστασθε δήπου· ὥστἐγὼ συνήδομαι καὶ κρίνω μακαρίους ὑμᾶς, εἰ οὕτως φιλοῦμεν πάντες ἅπαντας. τοῦτο γάρ ἐστιν ἀκόλουθον. ἐβουλόμην δἄν, ὥσπερ ἐν ταῖς βουλαῖς καὶ ταῖς ἐκκλησίαις πολλῶν ἐγκωμίων ἀκοῦσαι ἔστιν, οὕτως καὶ ἐν τῇ ἀγορᾷ καὶ τοῖς ἄλλοις συλλόγοις. νῦν δὲ παρὰ τὸν τόπον τοιαῦτα τοιαῦτά ἐστι τὰ λεγόμενα, καὶ ὥσπερ οἱ γυμνάζοντες αὑτοὺς ἐν ταῖς σχολαῖς, καὶ ἡμεῖς ἐγχειροῦμεν εἰς ἀμφότερα. οὐκοῦν, ἂν μὲν εἰς ἐκκλησίαν τις παραγένηται τῶν ξένων, ἡρώων τινῶν σοφῶν ἡγήσεται τὴν πόλιν· ἂν δεἰς τὴν ἀγορὰν ἐμβάλῃ, ὁποίων οὐδὲν δεῖ λέγειν· ἐπίστασθε γὰρ αὐτοί.
§3 τί οὖν; φήσει τις, ἀνέστης ἐπιτιμήσων τοῖς ἐπαινοῦσιν; οὐ μὰ τὸν Δία, ἀλλὅπως, ἂν δυνατόν, μὴ μόνον ἐνθάδε ὦμεν φιλάνθρωποι καὶ φιλάγαθοι, ἀλλὁμοίως ἐν παντὶ τόπῳ καὶ καιρῷ. τὸν μὲν οὖν τούτου ἔπαινον ὁρῶ πεπληρωμένον ὑφὑμῶν, ὥστε μηδεμίαν ὑπερβολὴν ἔχειν. ἄξιον δὲ καὶ ὑμᾶς ἐπαινεῖν. δοκεῖτε γάρ μοι πολὺ πάντων τῶν δήμων διαφέρειν. κἀγὼ τοῦτο οὐκ ἂν εἶπον, εἰ μὴ καὶ ἐφρόνουν οὕτως. οἱ μὲν γὰρ ἄλλοι πρὸς τὸ λυσιτελὲς μόνον βλέπουσιν, καὶ τοὺς διδόντας αὐτοῖς δυναμένους διδόναι, τούτους ἐπαινοῦσιν· ὑμεῖς δὲ καὶ τὴν προθυμίαν καὶ τὸ βούλεσθαι μέγα εἶναι νομίζετε.
§4 καὶ οὐχὶ τοῦτό φημι, ὡς οὐχὶ καὶ πεποίηκε πολλὰ καὶ μεγάλα· πεποίηκε γάρ· ἀλλὅτι ὑμῖν γε ἀπέχρη καὶ τὸ βούλεσθαι αὐτόν. ἔτι δὲ οἱ μὲν ἄλλοι τὰ ἐλάχιστα τῶν γενομένων μάλιστα ἀποδέχονται· λέγω δὲ ὅσα ἔχει δαπάνην τινά· ὑμεῖς δὲ τῶν μεγίστων αἰσθάνεσθε κατὰ τὴν ἀξίαν. ἔστι δὲ τῷ παντὶ μεῖζον τοῦ δαπανᾶν τὸ κήδεσθαί τινα τῆς πόλεως καὶ φανερὸν εἶναι εὐνοοῦντα ὑμῖν. πρὸς δὲ τούτοις οἱ μὲν πλεῖστοι τοὺς νουθετοῦντας, κἂν μετὰ λόγου τοῦτο ποιῶσι, μισοῦσι, τοὺς δὲ μεθἡδονῆς κολακεύοντας θαυμαστῶς ἀποδέχονται. παρὑμῖν δὲ τοὐναντίον πλείστῃ παρρησίᾳ χρώμενος καὶ τοῖς ἁμαρτάνουσιν ἐπιπλήττων καὶ σωφρονίζων, οὗτος μάλιστα ἀγαπᾶται.
§5 τίς οὖν οὐκ ἂν ἀγαπήσειε τοιαύτην πόλιν καὶ πολιτείαν, ἐν τῶν φιλοτιμιῶν αἱ τιμαὶ μείζους εἰσίν, δὲ μετεὐνοίας νουθετῶν τοῦ μετὰ κολακείας ὁμιλοῦντος μᾶλλον στέργεται, προθυμότεροι δ᾽ εἰσὶν οἱ πολλοὶ σωφρονίζεσθαι καὶ ἐπανορθοῦσθαι θεραπεύεσθαι καὶ τρυφᾶν· τίς οὐκ ἂν ὑμᾶς μὲν ἐκπλαγείη, τοῦτον δεὐδαιμονίσειεν, ὑφὑμῶν τοιούτων ὄντων κεκριμένον τῆς ὑμετέρας ἀρχῆς ἄξιον;
§6 καὶ ἔγωγε μέγαν αὐτῷ τὸν ἀγῶνα ὁρῶ πρὸς ὑμᾶς ὄντα. ὅτῳ γὰρ πόλις ὅλη καὶ δῆμος ἑκὼν ἐπέτρεψε παιδεύειν αὑτὸν καὶ ὃν ἐπιστάτην εἵλετο τῆς κοινῆς ἀρετῆς καὶ ὅτῳ τὴν μεγίστην ἀρχὴν ἔδωκε τῆς σωφροσύνης καὶ τῆς καὶ τοῦ καλῶς βιοῦν ἕκαστον, πῶς οὐχὶ τούτῳ μέγας ἀγών ἐστιν, ὥστε μηδὲν ἐλάττονι φανῆναι τῆς ὑμετέρας γνώμης; σκόπει δέ, ἵνα εἰδῇς ὅτι μηδὲ τῶν παλαιῶν μηδεὶς μηδὲ τῶν θαυμαζομένων διὰ παντὸς τοῦ χρόνου τηλικαύτης τιμῆς παρὰ τῶν πολιτῶν τῶν αὑτοῦ τετύχηκεν.
§7 γοῦν Περικλῆς ἐκεῖνος, ὃν ἀκούομεν παρὰ τοῖς Ἀθηναίοις ἀκμαζούσης γενέσθαι τῆς πόλεως, στρατηγίας μὲν ἐτύγχανεν· οὐ μὴν ἄξιος ἔδοξε διὰ παντὸς ἄρχειν τοῦ χρόνου καὶ ταύτην οὐκ ἀργύριον διοικῶν οὐδὲ οἰκοδομημάτων ἐπιμελούμενος, ἀλλὅπως ἂν ἀγαθοὶ ὦσιν οἱ πολῖται, καὶ νουθετεῖν ἠβούλετο τοὺς ἁμαρτάνοντας καὶ τὸ γοῦν καθαὑτὸν βελτίονας ποιεῖν. οὐ μὴν ἠνείχοντο αὐτοῦ διὰ τὴν αὑτῶν ἀναγωγίαν οἱ τότε.
§8 πόσῳ δὴ κρείττους ὑμεῖς οἱ παραδιδόντες αὑτοὺς καὶ παιδεύειν κελεύοντες τῶν εἰ καί τις παραὑτοῦ πρόθυμος ἦν τοῦτο ποιεῖν ἀγανακτούντων καὶ οὐ μόνον οὐ τιμώντων, ἀλλὰ καὶ ἀποκτεινάντων τὸν ἐπιμελούμενον ὥσπερ ἐκεῖνοι Σωκράτην. ποῖον οὖν ἔτι κάλλιον ἐγκώμιον τοῦδε ὑμῶν εἴποι τις ἄν; οἵ γε ἐπειδὴ ᾔσθεσθε τοὺς ἐφήβους καὶ τοὺς νεανίσκους κρείττονας πεποιηκότα, εὐθὺς ἡγεῖσθε καὶ ὑμᾶς ἀμείνους δύνασθαι ποιεῖν καὶ νὴ Δία γε οὐχὶ τοῖς μὲν ἐφήβοις ἐστὶ παιδείας καὶ ἀρετῆς χρεία, τοῖς δὲ προβεβηκόσιν οὒ καὶ πάσῃ τῇ πόλει· ὥσπερ εἴ τις ἰατρὸς τοῖς μὲν παισὶν τοῖς μειρακίοις χρείαν εἶναι θεραπείας νομίζοι, τοῖς δὲ τελείοις μή.
§9 καὶ μὴν γε πρὸς τὰς τιμὰς μεγαλοψυχία πῶς οὐχὶ θαυμαστὴ τῆς πόλεως; τί γὰρ τῶν σεμνῶν οὐχὶ προθύμως παρεσχήκατε; οὐκ εἰκόνας;οὐκ ἀνδριάντας; οὐχὶ πρεσβεύοντες πρὸς τὰς πόλεις, πρὸς τὸν αὐτοκράτορα; οὐ κοινῇ τιμῶντες, οὐ κατἰδίαν ἕκαστος δεξιούμενος; τίς ἂν οὐκ ἀνεθείη τῶν τοιούτων ὄντων; τίς οὐκ ἂν προθυμοῖτο , τι δύναιτο ποιεῖν ὑμᾶς ἀγαθόν; οὐκοῦν ἔγωγε οἶμαι καὶ τὸν τοῦδε ἔπαινον ὡς ἠδυνάμην εἰρηκέναι. τὸ γὰρ τῶν ἀποδεχομένων τινὰ καὶ τιμώντων ἐγκώμιον δῆλον ὡς κάλλιστος ἔπαινος ἐκείνου ἂν εἴη.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up