Dio Chrysostom Orationes
EN Lat Orig
(1)περὶ ΒΑΣΙΛΕΙΑΣ α. (2)περὶ ΒΑΣΙΛΕΙΑΣ β. (3)περὶ ΒΑΣΙΛΕΙΑΣ γ. (4)περὶ ΒΑΣΙΛΕΙΑΣ δ. Oration 5: A Libyan Myth (6)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΤΥΡΑΝΝΙΔΟΣ (13)ΕΥΒΟΙΚΟΣ ἢ ΚΥΝΗΓΟΣ. (7)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΑΡΕΤΗΣ. (8)ΔΙΟΓΕΝΗΣ ἢ ΙΣΘΜΙΚΟΣ. (9)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΟΙΚΕΤΩΝ. (10)ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ. (11)Ὀλυμπικὸς ἢ περὶ τῆς πρώτης τοῦ θεοῦ ἐννοίας (12)ἐν ΑΘΗΝΑΙΣ περὶ ΦΥΓΗΣ. Oration 69: On Fondness for Listening Oration 70: On Retirement Oration 71: On Beauty Oration 72: On Peace and War Oration 73: That the Wise Man Is Happy Oration 74: On Happiness Oration 75: On the Daemon Oration 76: On Deliberation Oration 77: On Conversation at Banquets Oration 79: Melancomas II Oration 78: Melancomas I Oration 80: Charidemus Oration 14: The Rhodian Oration (15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ. Oration 16: 1st Tarsic Discourse Oration 17: 2nd Tarsic Discourse (35)ἐν ΚΕΛΑΙΝΑΙΣ τῆς ΦΡΥΓΙΑΣ. Oration 19: The Borysthenitic Discourse Oration 20: The Corinthian Oration Oration 21: To the Nicomedians on Concord with the Nicaeans Oration 22: On Concord in Nicaea Oration 23: On Concord with the Apameans Oration 24: To the Apameans on Concord Oration 25: A Discourse in His Homeland Oration 26: A Political Address in His Homeland Oration 27: A Complimentary Address to His Homeland Oration 28: An Account of His Relations with His Homeland Oration 29: Before Philosophising in His Homeland Oration 30: A Public Address in His Homeland Oration 31: A Political Address in the Assembly Oration 32: Renunciation of Office before the Council Oration 33: On Public Works before the Council Oration 34: To Diodorus Oration 35: On Aeschylus, Sophocles, and Euripides Oration 36: On Homer Oration 37: On Socrates Oration 38: On Homer and Socrates Oration 39: Agamemnon, or On Kingship Oration 40: Nestor Oration 41: Achilles Oration 42: Philoctetes Oration 43: Nessus, or Deianira Oration 44: Chryseis Oration 45: On Kingship and Tyranny Oration 46: On Fortune I Oration 47: On Fortune II Oration 48: On Fortune III Oration 49: On Reputation I Oration 50: On Reputation II Oration 51: On Reputation III Oration 52: On Virtue Oration 53: On Philosophy Oration 54: On the Philosopher Oration 55: On Personal Appearance Oration 56: On Trust Oration 57: On Distrust Oration 58: On Law Oration 59: On Custom Oration 60: On Envy Oration 62: On Wealth Oration 63: To the Cilicians on Freedom Oration 64: On Slavery and Freedom I Oration 65: On Slavery and Freedom II Oration 66: On Grief Oration 67: On Greed Oration 68: On the Practice of Oratory
Oration 58: On Law
§1 Ἔστι δὲ νόμος τοῦ βίου μὲν ἡγεμών, τῶν πόλεων δὲ ἐπιστάτης κοινός, τῶν δὲ πραγμάτων κανὼν δίκαιος, πρὸς ὃν ἕκαστον ἀπευθύνειν δεῖ τὸν αὑτοῦ τρόπον· εἰ δὲ μή, σκολιὸς ἔσται καὶ πονηρός. οἱ μὲν οὖν τοῦτον φυλάττοντες ἔχονται τῆς σωτηρίας· οἱ δὲ παραβαίνοντες πρῶτον μὲν αὑτοὺς ἀπολλύουσιν, ἔπειτα καὶ τοὺς ἄλλους, παράδειγμα καὶ ζῆλον αὐτοῖς ἀνομίας καὶ βίας παρέχοντες. ὥσπερ δὲ τῶν πλεόντων οἱ τοῦ πυρσοῦ μὴ διαμαρτάνοντες, οὗτοι μάλιστα σῴζονται καὶ τοὺς λιμένας εὑρίσκουσιν, οὕτως οἱ κατὰ τὸν νόμον ζῶντες ἀσφαλέστατα πορεύονται διὰ τοῦ βίου καὶ τῆς καταγωγῆς τῆς δεούσης τυγχάνουσιν.
§2 ἀνθρώπῳ μὲν οὖν ἤδη τις συμβούλῳ χρησάμενος μετενόησεν, οὐ μέντοι νόμῳ. τοσούτῳ δὲ τῶν τειχῶν ταῖς πόλεσι χρησιμώτερός ἐστιν, ὥστε ἀτείχιστοι μὲν πολλαὶ τῶν πόλεων διαμένουσι, νόμου δὲ χωρὶς οὐκ ἔστιν οὐδεμίαν οἰκεῖσθαι πόλιν. οὐ μόνον δὲ συμφέρει τοῖς θνητοῖς, ἀλλὰ καὶ τοῖς θεοῖς. γοῦν κόσμος ἀεὶ τὸν αὐτὸν νόμον ἀκίνητον φυλάττει καὶ τῶν αἰωνίων οὐδὲν ἂν παραβαίη τοῦτον. ὅθεν οἶμαι καὶ βασιλεὺς εἰκότως ἀνθρώπων καὶ θεῶν κέκληται, τὴν μὲν βίαν καταλύων, τὴν δὲ ὕβριν καθαιρῶν, τὴν δὲ ἄνοιαν σωφρονίζων, τὴν δὲ κακίαν κολάζων, ἰδίᾳ δὲ καὶ κοινῇ πάντας τοὺς δεομένους ὠφελῶν, τοῖς μὲν ἀδικουμένοις βοηθῶν, τοῖς δὲ ἀπορουμένοις περί τινος μηνύων τὸ δέον.
§3 ὅταν γάρ τις συμβάντος τινὸς αὐτῷ δυσκόλου πράγματος ζητῇ τὸ συμφέρον, οὐδὲν οἶμαι δεῖ φίλους παρακαλεῖν καλεῖν οὐδὲ συγγενεῖς, ἀλλὰ ἐλθόντα παρὰ τοὺς νόμους πυνθάνεσθαι. καὶ οὐκ ἂν τὸ οἰκεῖον σκοπῶν χεῖρον ἐκείνῳ παραινέσειεν οὐδὲ ἀγνοήσας τὸ βέλτιον οὐδὲ διἀσχολίαν τινὰ τὸ μὴ φροντίζειν τοὺς σκεπτομένους παραιτήσαιτἄν. τοὐναντίον γὰρ ἁπάντων ὁμοίως κήδεται καὶ σχολὴν ἄγει πρὸς τὰ τῶν ἄλλων πράγματα καὶ οὐδὲν ἴδιον οὐδὲ ἐξαίρετόν ἐστιν αὐτῷ.
§4 καὶ μὴν τοσούτῳ γε τῆς παρὰ τῶν θεῶν μαντείας ὠφελιμώτερός ἐστι νόμος, ὅσῳ τοὺς μὲν χρησμοὺς ἤδη τινὲς ἠγνόησαν καὶ δοκοῦντες πράττειν καταὐτοὺς τἀναντία ἐποίησαν, ὅθεν οἶμαι συμφοραῖς ἐχρήσαντο. παρὰ τοῦ νόμου δὲ οὐδέν ἐστι σκολιὸν οὐδὲ ἀμφίβολον, ἀλλἁπλῶς ἅπαντα προσήκει τοῖς δεομένοις φράζει. ἄρχων δὲ ἁπάντων καὶ κύριος ὢν χωρὶς ὅπλων καὶ βίας κρατεῖ· τοὐναντίον γὰρ αὐτὸς καταλύει τὴν βίαν· ἀλλὰ μετὰ πειθοῦς καὶ βουλομένων προέστηκεν. πείσας γὰρ πρότερον καὶ δοκιμασθεὶς οὕτως γίγνεται καὶ τὴν ἰσχὺν τὴν αὑτοῦ λαμβάνει.
§5 τηλικαύτην δὲ ἔχει δύναμιν ὥστε καὶ τοῖς θεοῖς οὗτός ἐστιν βοηθῶν. τοὺς γὰρ ἱεροσύλους καὶ τοὺς παραβαίνοντας τὴν πρὸς αὐτοὺς εὐσέβειαν κολάζει. καὶ μὴν αὐτόν γε οὐδὲ εἷς οἷός τέ ἐστιν ἀδικῆσαι. τῶν γὰρ παραβαινόντων τὸν νόμον ἕκαστος οὐκ ἐκεῖνον, ἀλλἑαυτὸν βλάπτει.
§6 τοσαύτης δὲ δικαιοσύνης καὶ φιλανθρωπίας μεστός ἐστιν, ὥστε καὶ τοῖς ἀτυχοῦσι χρησιμώτερος καθέστηκε τῶν γένει προσηκόντων καὶ τοῖς ἀδικουμένοις ἰσχυρότερος τῆς αὐτῶν ἐκείνων ῥώμης καὶ πατράσιν υἱέων εὐνούστερος καὶ παισὶ γονέων καὶ ἀδελφοῖς ἀδελφῶν. πολλοὶ γοῦν ὑπὸ τῶν φιλτάτων ἀδικούμενοι πρὸς τοῦτον καταφεύγουσιν. ἔτι δὲ καὶ μηδὲν ὑπὸ μηδενὸς εὖ πεπονθὼς νόμος πᾶσιν ὧν ἂν εὐεργετήσωσιν ἑτέρους ἐκτίνει τὰς χάριτας, καὶ γονεῦσι παρὰ παίδων τὰς ὁμοίας κομιζόμενος καὶ τοῖς ἰδίᾳ τινῶν εὐεργέταις παρὰ τῶν εὖ παθόντων καὶ τοῖς κοινῇ φιλοτιμουμένοις παρὰ τῆς πόλεως.
§7 κάλλιστα δὲ τὰ ἆθλα τῶν εὐεργεσιῶν πεποίηκε, στεφάνους καὶ κηρύγματα καὶ προεδρίας ἐξευρών· τοῖς μὲν παρέχουσιν οὐδεμίαν φέρει δαπάνην, τοῖς δὲ τυγχάνουσι τοῦ παντὸς ἄξια καθέστηκεν. ,τι δἂν ἐθέλῃ τῶν εὐτελεστάτων, εὐθὺς τοῦτο μέγα καὶ τίμιον ἐποίησεν. οὗτός ἐστιν τὸν κότινον οὕτως μέγα καὶ τηλικαύτης ἄξιον σπουδῆς ἀποδείξας καὶ τὰ σέλινα καὶ τὴν πίτυν καὶ τὸν τοῦ θαλλοῦ στέφανον· οὗτος τὰ τρία ῥήματα, οἷς ἕκαστος κηρύττεται τῶν ἀγαθῶν, πολλοῖς ἀποφήνας τοῦ ζῆν τιμιώτερα.
§8 οὗτός ἐστιν τὰς πανηγύρεις συνάγων, τοὺς θεοὺς τιμῶν, τὴν ἀρετὴν αὔξων· οὗτος τὴν θάλατταν καθαίρων, τὴν γῆν ἥμερον ποιῶν, τοῦ Διὸς θετὸς υἱός, τὴν ἀήττητον καὶ ἀνυπέρβλητον ἰσχὺν ἔχων· τοσοῦτον ἁπάντων σωφροσύνῃ καὶ πίστει διαφέρων, ὥστε καὶ γυναικῶν κοινωνίαν καὶ παρθένων ὥραν καὶ παίδων ἀκμὴν τούτῳ πάντες πεπιστεύκαμεν. ἔτι δὲ καὶ παρθένου τῆς Δίκης οὔσης μόνος αὐτῇ διὰ σωφροσύνην σύνεστιν.
§9 οὗτος ἐπίκουρος γήρως, διδάσκαλος νεότητος, πενίας συνεργός, φύλαξ πλούτου, τῇ μὲν εἰρήνῃ σύμμαχος, τῷ δὲ πολέμῳ ἐναντίος. οὐ μὴν ἀλλὰ καὶ ἐν αὐτῷ τούτῳ πλεῖστον ἰσχύει. τὸν γοῦν παρὰ τῶν ἐχθίστων κήρυκα πεμπόμενον οὗτός ἐστιν σῴζων καὶ διαφυλάττων, παντὸς θώρακος καὶ πάσης ἀσπίδος ἰσχυρότερον αὐτῷ δοὺς ὅπλον τὸ κηρύκειον· ἔστι δὲ τοῦ νόμου σύμβολον. διὰ τοῦτον τοὺς ἀποθανόντας οὐδεὶς ἔτι κρίνει πολεμίους οὐδὲ τὴν ἔχθραν καὶ τὴν ὕβριν εἰς τὰ σώματα αὐτῶν ἐπιδείκνυνται.
§10 τοσούτῳ δὲ ταῖς πόλεσι χρησιμώτερός ἐστιν ἤπερ τὰ πηδάλια ταῖς ναυσίν, ὥστε μὲν ἀποβαλοῦσα τοὺς οἴακας ναῦς οὐκ ἂν ἀπόλοιτο μὴ χειμῶνος καταλαβόντος, πόλιν δοὐκ ἔνι σωθῆναι τοῦ νόμου λυθέντος, οὐδἂν μηδὲν ἔξωθεν συμβαίνῃ δεινόν. ὥσπερ δὲ ὑπὸ τῆς ἐν αὐτῷ διανοίας διοικεῖται καὶ σῴζεται τῶν ἀνθρώπων ἕκαστος, δὲ ταύτης διαφθορὰ μανίαν καὶ παρακοπὴν φέρει, παραπλησίως, ἄν τις ἀνέλῃ τὸν νόμον ἐκ τοῦ βίου, καθάπερ οἶμαι τὸν νοῦν ἀπολωλεκὼς εἰς παντελῆ μανίαν καὶ ταραχὴν περιστήσεται.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up