Dio Chrysostom Orationes
EN Lat Orig
(1)περὶ ΒΑΣΙΛΕΙΑΣ α. (2)περὶ ΒΑΣΙΛΕΙΑΣ β. (3)περὶ ΒΑΣΙΛΕΙΑΣ γ. (4)περὶ ΒΑΣΙΛΕΙΑΣ δ. Oration 5: A Libyan Myth (6)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΤΥΡΑΝΝΙΔΟΣ (13)ΕΥΒΟΙΚΟΣ ἢ ΚΥΝΗΓΟΣ. (7)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΑΡΕΤΗΣ. (8)ΔΙΟΓΕΝΗΣ ἢ ΙΣΘΜΙΚΟΣ. (9)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΟΙΚΕΤΩΝ. (10)ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ. (11)Ὀλυμπικὸς ἢ περὶ τῆς πρώτης τοῦ θεοῦ ἐννοίας (12)ἐν ΑΘΗΝΑΙΣ περὶ ΦΥΓΗΣ. Oration 69: On Fondness for Listening Oration 70: On Retirement Oration 71: On Beauty Oration 72: On Peace and War Oration 73: That the Wise Man Is Happy Oration 74: On Happiness Oration 75: On the Daemon Oration 76: On Deliberation Oration 77: On Conversation at Banquets Oration 79: Melancomas II Oration 78: Melancomas I Oration 80: Charidemus Oration 14: The Rhodian Oration (15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ. Oration 16: 1st Tarsic Discourse Oration 17: 2nd Tarsic Discourse (35)ἐν ΚΕΛΑΙΝΑΙΣ τῆς ΦΡΥΓΙΑΣ. Oration 19: The Borysthenitic Discourse Oration 20: The Corinthian Oration Oration 21: To the Nicomedians on Concord with the Nicaeans Oration 22: On Concord in Nicaea Oration 23: On Concord with the Apameans Oration 24: To the Apameans on Concord Oration 25: A Discourse in His Homeland Oration 26: A Political Address in His Homeland Oration 27: A Complimentary Address to His Homeland Oration 28: An Account of His Relations with His Homeland Oration 29: Before Philosophising in His Homeland Oration 30: A Public Address in His Homeland Oration 31: A Political Address in the Assembly Oration 32: Renunciation of Office before the Council Oration 33: On Public Works before the Council Oration 34: To Diodorus Oration 35: On Aeschylus, Sophocles, and Euripides Oration 36: On Homer Oration 37: On Socrates Oration 38: On Homer and Socrates Oration 39: Agamemnon, or On Kingship Oration 40: Nestor Oration 41: Achilles Oration 42: Philoctetes Oration 43: Nessus, or Deianira Oration 44: Chryseis Oration 45: On Kingship and Tyranny Oration 46: On Fortune I Oration 47: On Fortune II Oration 48: On Fortune III Oration 49: On Reputation I Oration 50: On Reputation II Oration 51: On Reputation III Oration 52: On Virtue Oration 53: On Philosophy Oration 54: On the Philosopher Oration 55: On Personal Appearance Oration 56: On Trust Oration 57: On Distrust Oration 58: On Law Oration 59: On Custom Oration 60: On Envy Oration 62: On Wealth Oration 63: To the Cilicians on Freedom Oration 64: On Slavery and Freedom I Oration 65: On Slavery and Freedom II Oration 66: On Grief Oration 67: On Greed Oration 68: On the Practice of Oratory
Oration 40: Nestor
§1 Διὰ τί ποτε δοκεῖ ὑμῖν Νέστορος Ὅμηρος ποιῆσαι τάδε τὰ ἔπη πρὸς Ἀγαμέμνονα καὶ Ἀχιλλέα, παραμυθούμενον αὐτοὺς καὶ διδάσκοντα μὴ διαφέρεσθαι ἀλλήλοις· ἤδη γάρ ποτἐγὼ καὶ ἀρείοσιν ἠέπερ ὑμῖν ἀνδράσιν ὡμίλησα, καὶ οὔποτέ μοἵ γἀθέριζον. οὐ γάρ πω τοίους ἴδον ἀνέρας οὐδὲ ἴδωμαι, οἷον Πειρίθοόν τε Δρύαντά τε ποιμένα λαῶν, Καινέα τἘξάδιόν τε καὶ ἀντίθεον Πολύφημον, Θησέα τΑἰγείδην ἐπιείκελον ἀθανάτοισι. κάρτιστοι δὴ κεῖνοι ἐπιχθονίων τράφεν ἀνδρῶν· κάρτιστοι μὲν ἔσαν καὶ καρτίστοις ἐμάχοντο φηρσὶν ὀρεσκῴοισι, καὶ ἐκπάγλως ἀπόλεσσαν. καὶ μέν μευ βουλέων ξύνιον πείθοντό τε μύθῳ. ἀλλὰ πίθεσθε καὶ ὔμμες, ἐπεὶ πείθεσθαι ἄμεινον.
§2 ἆρα μὴ ἀλαζόνα πεποίηκε τὸν Νέστορα λέγοντα περὶ τοῦ Πειρίθου καὶ Δρύαντος καὶ τῶν ἄλλων ὅτι θαυμαστοί τε φύσει ὄντες καὶ πολὺ κρείττους ἐκείνων προσεδέοντο τῆς αὐτοῦ διανοίας, καὶ ἧκε μετάπεμπτος εἰς Θετταλίαν ἐκ Πύλου δεομένων ξυνεῖναι καὶ διαλέγεσθαι αὐτῷ; ἔτι γὰρ εἰπὼν ὅτι κράτιστοι ἀνθρώπων ἦσαν, ὡς μέγα τι μαρτυρεῖν ἔοικεν αὐτοῖς τὸ ξυνιέναι τῆς αὑτοῦ γνώμης καὶ πείθεσθαι τοῖς λόγοις. τοῦτο μὲν σχεδὸν οὗ ἕνεκά φαμεν· πᾶσι τοῖς ὀρθῶς λέγουσιν οὐδέποτε οὐδεὶς ἀπειθεῖ τῶν ξυνιέντων· ἀλλἔστιν ἀπείθεια ταὐτὸν ἀξυνεσίᾳ;
§3 φέρε δὴ καὶ τἄλλα σκεψώμεθα, πότερον ὀρθῶς εἴρηκεν διἀλαζονείαν. οὐκοῦν οἱ ἀνόητοι πάντες καταφρονοῦσι τῶν ἀδόξων ἀνθρώπων καὶ οὐδὲν προσέχουσι τούτοις, οὐδἂν τύχωσι τὰ ἄριστα συμβουλεύοντες· οὓς δἂν ἴδωσι τιμωμένους ὑπὸ τοῦ πλήθους τῶν μέγιστα δυναμένων, οὐκ ἀπαξιοῦσι πείθεσθαι αὐτοῖς. ἑνὸς μὲν οὖν τούτου χάριν Νέστωρ συνίστησιν αὑτόν, ὅτι πολλοὺς καὶ δυνατοὺς πρότερον ἠδυνήθη πεῖσαι καὶ ὅτι ἐκεῖνοι κατὰ τὴν αὐτῶν ἀφροσύνην καὶ ἀναισθησίαν ἀπειθήσουσιν, ἂν ἀπειθῶσιν, οὐχ ὡς ἀδυνάτου ὄντος αὐτοῦ συμβουλεῦσαι περὶ τῶν μεγίστων.
§4 ὥσπερ οὖν εἰ λοιδορῶν αὑτὸν καὶ λέγων ὅτι μηδέποτε μηδεὶς ἠξίωσεν αὐτῷ συμβουλεύσασθαι περὶ μηδενὸς ἔμελλε προτρέπειν τὸν Ἀγαμέμνονα καὶ τὸν Ἀχιλλέα πείθεσθαι τοῖς λόγοις, οὐκ ἂν ὤκνησε λοιδορεῖν· οὕτως εἰ τὸν ἔπαινον ᾤετο παρορμήσειν πρὸς τοῦτο, εἰκότως ἐπῄνει. οὐκ ἀνοήτου ἀνθρώπου ἐστὶν αἰσχύνεσθαι αὑτὸν ἐπαινεῖν μέλλοντα τὰ μέγιστα ὀνήσειν; ὥσπερ οἶμαι καὶ τοὐναντίον σεμνύνεσθαι καὶ λέγειν ὑπὲρ αὑτοῦ πολλάκις, εἰ κίνδυνός τις βλάβη προσείη.
§5 καθάπερ οὖν ὅταν ἰατρὸς βουλόμενος τεμεῖν τινα καῦσαι παρασχεῖν αὑτὸν πιεῖν φάρμακον ἀηδές, δειλὸν εἰδὼς τὸν ἄνθρωπον καὶ ἀνόητον, ἑτέρων μνημονεύῃ τῶν ὑφαὑτοῦ σωθέντων διὰ τὸ πεισθέντας ὑπομεῖναι τὴν θεραπείαν, οὐδείς φησιν ἀλαζονεύεσθαι τὸν ταῦτα λέγοντα· δοκεῖ μοι δικαίως ἂν μηδὲ Νέστωρ αἰτίαν ἔχειν ἀλαζονείας.
§6 ἓν μὲν δὴ τοῦτο ὑπῆρχεν ὄφελος ἐκ τῶν λόγων· ἕτερον δέ· καὶ τὸν Ἀγαμέμνονα καὶ τὸν Ἀχιλλέα ἠπίστατο οὐκ ἄλλως ἁμαρτάνοντας διὕβριν· ὑβρίζειν δὲ ἡγεῖτο τοὺς ἀνθρώπους τότε μάλιστα σχεδόν, ἐπειδὰν καταφρονῶσι τῶν ἄλλων καὶ νομίζωσι πολὺ χείρους αὑτῶν, ἐπαιρόμενοι διὰ δόξαν δύναμιν, καὶ τὸν Ἀχιλλέα καὶ τὸν Ἀγαμέμνονα ἐγίγνωσκε διὰ τοῦτο ἐπαιρομένους καὶ στασιάζοντας ὑπὸ μεγαλαυχίας ἑκάτερον. μὲν γὰρ ᾤετο, Πηλέως καὶ Θέτιδος υἱὸς ὢν καὶ τῶν τότε ἀνθρώπων διαφέρων ἐν τῷ μάχεσθαι, προσήκειν αὑτῷ μηδενὸς ἁπλῶς ὑπακούειν μηδὲ κρείττονα νομίζειν αὑτοῦ μηδένα· τῷ δὲ Ἀγαμέμνονι τῆς ὕβρεως αἴτιον ὑπῆρχεν δύναμις τῆς βασιλείας καὶ τὸ μόνον ἄρχειν τῶν Ἑλλήνων πάντων.
§7 ὑπὸ δὴ τούτων ὁρῶν αὐτοὺς διεφθαρμένους καὶ μὴ δυναμένους ὁμονοεῖν ἀλλήλοις, ἀλλὰ τὰς ψυχὰς οἰδοῦντας, ὡς ὕστερόν φησιν Ἀχιλλεύς, ἀλλά μοι οἰδάνεται κραδίη χόλῳ· ἐβούλετο ταπεινῶσαι καὶ τοῦ φρονήματος, εἰ δύναιτο, καθελεῖν· ὥσπερ οἱ τὰ οἰδοῦντα νύξαντες πιέσαντες. διὰ τοῦτο ἐμέμνητο ἀνδρῶν ἐνδόξων καὶ δυνατῶν, ἔτι δὲ οἶμαι πρότερον γεγονότων, εἰδὼς ἐκείνοις μᾶλλον συνεπομένην τὴν δόξαν.
§8 καὶ μέντοι γε οὐκ ἐπαὐτοῖς ἐποιήσατο τίνα γνώμην ἕξουσι περὶ τῶν ἀνδρῶν, ἀλλαὐτὸς ἀποφαίνεται ἄντικρυς ὡς πολὺ κρείττονας ἐκείνων ὄντας, εἰ δύναιντο ὀλίγον ὑφεῖναι τοῦ τύφου καὶ τῆς μανίας. ἆρα εἰκῇ δοκεῖ ὑμῖν Ὅμηρος περιθεῖναι τοὺς λόγους τούτους Νέστορι, ὅν φησι δεινότατον εἶναι ἀνθρώπων καὶ τὴν δύναμιν αὐτοῦ τῶν λόγων προσεικάζει τῇ φύσει τοῦ μέλιτος, τοῖς μὲν ὑγιαίνουσιν ἥδιστον καὶ γλυκύτατον ἁπάντων, τοῖς δὲ νοσοῦσι καὶ πυρέττουσιν, ὥς φασιν, ἀηδέστατον καὶ τὰ ἡλκωμένα καὶ πεπονθότα καθαίρειν καὶ δάκνειν πέφυκεν.
§9 καὶ γὰρ τοῦ Νέστορος λόγος, τοῖς ἄλλοις γλυκὺς φαινόμενος, πικρὸς ἔδοξε τῷ Ἀχιλλεῖ καὶ τῷ Ἀγαμέμνονι, νοσοῦσι καὶ διεφθαρμένοις ὑπὸ τῆς ὀργῆς, ὥστε οὐκ ἐπείσθησαν αὐτῷ διὰ τὴν ἄνοιαν. οὐκοῦν οὐδὲ τοῦτο εἶπε μάτην Ὅμηρος, οὐδέ, ὥσπερ οἴονταί τινες, ἀπὸ τύχης. δοκεῖ ὑμῖν τὰ παιδία, ὧν νέμεται τὸ στόμα καὶ διεφθαρμένον ἐστὶν ὑπὸ ἑλκῶν, οὐκ ἀγανακτεῖν καὶ βοᾶν, μέλιτος γευόμενα; περὶ μὲν οὖν τούτων ἐῶμεν.
§10 ἐκεῖνο δἐνθυμηθῆναι ἄξιον ἀπὸ τῶν εἰρημένων, ἐάν τις ἀνθρώποις ὁμιλῶν διηγῆται πρὸς αὐτοὺς ὅτι καὶ πρότερον ἄλλοις ὁμιλήσας πολὺ κρείττοσι, δήμοις βασιλεῦσιν τυράννοις, οὐκ ἀπέτυχεν αὐτῶν, ἀλλἔσχεν ὑπακούοντας καὶ πειθομένους, εἰ δίκαιός ἐστιν ἀλαζὼν δοκεῖν, ὡς διὰ τοῦτο μεμνημένος ἐκείνων τῶν λόγων, ἵνα θαυμάζοιτο καὶ δοκοίη μακάριος, μᾶλλον ἵνα πειθομένους ἔχοι τοὺς ἀκούοντας, μιμούμενος τὴν τοῦ Νέστορος διδασκαλίαν.
§11 καὶ γὰρ ἄτοπον, εἰ Σωκράτης μὲν τοὺς ἐν Λυκείῳ ῥηθέντας λόγους ὀλίγον μεταβὰς ἀπήγγελλε τοῖς ἐν Ἀκαδημίᾳ, καὶ τοὺς ἐν Ἀκαδημίᾳ πάλιν εἰς τὸ Λύκειον ἐλθὼν οὐκ ὤκνει διαλέγεσθαι, καὶ τοσοῦτος ἤδη χρόνος ἐστὶν ἐξ οὗ τὰς αὐτὰς διδάσκουσι τραγῳδίας καὶ κωμῳδίας· ἡμεῖς δὲ ἄτοπον δόξομεν ποιεῖν, ἐπειδὴ βούλεσθε ἀκροᾶσθαι λόγων τινῶν, τοὺς ῥηθέντας πρὸς τὸν αὐτοκράτορα νῦν ἀπαγγέλλοντες, ὡς οὐ διαφέρον εἰδέναι πότερον ὠφέλιμοι καὶ χρήσιμοι καὶ ὑμῖν καὶ τοῖς ἄλλοις ἀνθρώποις ἅπασιν ἐκεῖνοι φαῦλοι καὶ ἀνωφελεῖς.
§12 εὖ γὰρ ἴστε ὅτι τοῖς μὲν ἰδιώταις οἱ λεγόμενοι λόγοι πρὸς αὐτοὺς ἐκείνους τείνουσι καὶ ὀλίγους τῶν ἄλλων· οἱ δὲ πρὸς τοὺς βασιλέας ταῖς δημοσίαις ἐοίκασιν εὐχαῖς κατάραις. ὅθεν ἐγὼ τὸν Πέρσην οὔτε τἄλλα νομίζω φρόνιμον οὔτε ὅτι τοὺς τυχόντας ἀνθρώπους πανταχῇ διέπεμπεν, ὦτα βασιλέως καλουμένους, καὶ πάντα ἐκείνοις ἀκούειν ἐπέτρεπε, δέον φυλάττεσθαι τὰ βασιλέως ὦτα πολὺ μᾶλλον τῆς χρυσῆς πλατάνου, μή τι δυσχερὲς ἀκούσῃ καὶ βλαβερόν.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up