Dio Chrysostom Orationes
EN Lat Orig
(1)περὶ ΒΑΣΙΛΕΙΑΣ α. (2)περὶ ΒΑΣΙΛΕΙΑΣ β. (3)περὶ ΒΑΣΙΛΕΙΑΣ γ. (4)περὶ ΒΑΣΙΛΕΙΑΣ δ. Oration 5: A Libyan Myth (6)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΤΥΡΑΝΝΙΔΟΣ (13)ΕΥΒΟΙΚΟΣ ἢ ΚΥΝΗΓΟΣ. (7)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΑΡΕΤΗΣ. (8)ΔΙΟΓΕΝΗΣ ἢ ΙΣΘΜΙΚΟΣ. (9)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΟΙΚΕΤΩΝ. (10)ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ. (11)Ὀλυμπικὸς ἢ περὶ τῆς πρώτης τοῦ θεοῦ ἐννοίας (12)ἐν ΑΘΗΝΑΙΣ περὶ ΦΥΓΗΣ. Oration 69: On Fondness for Listening Oration 70: On Retirement Oration 71: On Beauty Oration 72: On Peace and War Oration 73: That the Wise Man Is Happy Oration 74: On Happiness Oration 75: On the Daemon Oration 76: On Deliberation Oration 77: On Conversation at Banquets Oration 79: Melancomas II Oration 78: Melancomas I Oration 80: Charidemus Oration 14: The Rhodian Oration (15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ. Oration 16: 1st Tarsic Discourse Oration 17: 2nd Tarsic Discourse (35)ἐν ΚΕΛΑΙΝΑΙΣ τῆς ΦΡΥΓΙΑΣ. Oration 19: The Borysthenitic Discourse Oration 20: The Corinthian Oration Oration 21: To the Nicomedians on Concord with the Nicaeans Oration 22: On Concord in Nicaea Oration 23: On Concord with the Apameans Oration 24: To the Apameans on Concord Oration 25: A Discourse in His Homeland Oration 26: A Political Address in His Homeland Oration 27: A Complimentary Address to His Homeland Oration 28: An Account of His Relations with His Homeland Oration 29: Before Philosophising in His Homeland Oration 30: A Public Address in His Homeland Oration 31: A Political Address in the Assembly Oration 32: Renunciation of Office before the Council Oration 33: On Public Works before the Council Oration 34: To Diodorus Oration 35: On Aeschylus, Sophocles, and Euripides Oration 36: On Homer Oration 37: On Socrates Oration 38: On Homer and Socrates Oration 39: Agamemnon, or On Kingship Oration 40: Nestor Oration 41: Achilles Oration 42: Philoctetes Oration 43: Nessus, or Deianira Oration 44: Chryseis Oration 45: On Kingship and Tyranny Oration 46: On Fortune I Oration 47: On Fortune II Oration 48: On Fortune III Oration 49: On Reputation I Oration 50: On Reputation II Oration 51: On Reputation III Oration 52: On Virtue Oration 53: On Philosophy Oration 54: On the Philosopher Oration 55: On Personal Appearance Oration 56: On Trust Oration 57: On Distrust Oration 58: On Law Oration 59: On Custom Oration 60: On Envy Oration 62: On Wealth Oration 63: To the Cilicians on Freedom Oration 64: On Slavery and Freedom I Oration 65: On Slavery and Freedom II Oration 66: On Grief Oration 67: On Greed Oration 68: On the Practice of Oratory
Oration 23: On Concord with the Apameans
§1–11
§1 Ἐνόμιζον μέν, ἄνδρες πολῖται, νῦν γοῦν, εἰ καὶ μὴ πρότερον, ἄξειν τὴν ἅπασαν ἡσυχίαν, δεῦρο ἀφικόμενος, καὶ μὴ προσάψεσθαι μήτε ἑκὼν μήτε ἄκων μηδενὸς κοινοῦ πράγματος, διἓν μὲν ὅτι καὶ πολλοὺς ὁρῶ σὺν τοῖς θεοῖς ἀεὶ τῶν πρεσβυτέρων καὶ τῶν νεωτέρων βουλομένους καὶ δυναμένους ἐπιτροπεύειν τὴν πόλιν καὶ προΐστασθαι τῶν ὑμετέρων ὀρθῶς οὔτε τοῦ λέγειν οὔτε τοῦ πράττειν ἐνδεῶς ἔχοντας, ἔτι δὲ τῆς παρὑμῖν πολιτείας ἐμπείρους ὄντας, ἐμὲ δὲ ὑπώπτευον· τὸ γὰρ ἀληθὲς εἰρήσεται·
§2 βαρύνεσθαί τινας ὡς ξένον καὶ περιττόν· ἔπειτα οἶμαι καὶ τοῦ σώματος δέον ποιήσασθαί τινα πρόνοιαν, ἐκ πολλῆς καὶ συνεχοῦς ταλαιπωρίας ἀπειρηκότος, καὶ τῶν περὶ τὴν οἰκίαν, κομιδῇ φαύλως διακειμένων, τοσοῦτον ἀπολωλότα χρόνον οὐδεμιᾶς ἐπανορθώσεως τετύχηκεν. ὅπου γὰρ ἀποδημία δεσπότου χρονίσαντος ἱκανὴ διαφθεῖραι καὶ τὴν μεγίστην οὐσίαν, τί χρὴ προσδοκᾶν ἐν τοσούτοις ἔτεσι φυγῆς; ὅθεν οὐδεὶς ἂν προσεδόκησεν ἐμὲ σωθῆναι χωρὶς ὑμῶν διεὐνοίας ὑπερβολήν. καίτοι μέχρι μὲν ὑπῆρχε πενίας κίνδυνος ἡμῖν, οὐδὲν ἦν δεινόν. οὐ γάρ εἰμι πρὸς τοῦτο ἀμελέτητος σχεδόν, τοσοῦτον χρόνον πλανηθεὶς οὐ μόνον ἄοικος καὶ ἀνέστιος, ἀλλὰ μηδὲ ἀκόλουθον ἕνα γοῦν ἐπαγόμενος. οὐ τοίνυν οὐδὲ τὸν υἱὸν ἤλπιζον χαλεπῶς ἂν ὑπομεῖναι πενίαν, οὐκ ὄντα ἐμοῦ χείρω τὴν φύσιν.
§3 ἐπεὶ δὲ λόγος ἡμῖν ἐστιν ὑπὲρ τοῦ μὴ ψεύσασθαι τὴν πατρίδα μηδὲ ἀποστερῆσαι τὴν ὑπόσχεσιν ὑμᾶς, ἣν ὑπεσχόμεθα μηδενὸς ἀναγκάζοντος, οὐδαμῶς ῥᾳδίαν οὐδὲ ὀλίγων χρημάτων, τοῦτο οἶμαι χαλεπὸν καὶ πολλῆς φροντίδος ἄξιον· οὗ γε οὐδέν ἐστι βαρύτερον οὐδὲ ὀφειλόμενον ἐπὶ πλείονι τόκῳ χάριτος. καὶ τοῦτό ἐστι τὸ, ἀναίσχυντον δάνειον καὶ πικρόν̔, ὅταν οἶμαι τῷ βραδύνειν χάρις εἰς χρέος μεταστῇ· τῷ παντὶ χαλεπώτερον ἀπαιτοῦσιν οἱ σιωπῶντες τῶν βοώντων.
§4 οὐδὲν γὰρ οὕτω δύναται τοὺς ὀφείλοντας ὑμῖν τὰ τοιαῦτα ὑπομιμνήσκειν, ὡς τὸ ὑμᾶς ἐκλελῆσθαι. διὰ μὲν δὴ ταῦτα ἀναγκαῖον ἐνόμιζον γενέσθαι πρὸς τοῖς ἐμαυτοῦ καὶ μηδενὶ τῶν κοινῶν προσιέναι μηδὲ μέχρι λόγου τέως, ἕως ἂν αἴσθωμαι τοῦτο δὴ τὸ παρὰ τῷ ποιητῇ λεγόμενον· , ττι μοι ἐν μεγάροισι κακόν τἀγαθόν τε τέτυκται.
§5 πρότερον γὰρ οὐδἐπὀλίγον σχολὴν ἤγαγον ἴσως διὰ τὴν ἐμαυτοῦ πολυπραγμοσύνην, ὃς δέον ἐντυχεῖν ὑμῖν καὶ φιλοφρονήσασθαι τοσοῦτο μόνον καὶ θῦσαι τοῖς θεοῖς καὶ νὴ Δία ἀναγνῶναι τὰ γράμματα τὰ τοῦ αὐτοκράτορος, ὅτι ἀναγκαῖον ἦν, ἔπειτα εὐθὺς ἀναχωρῆσαι καὶ τρέπεσθαι καθαὑτόν, λόγον τινὰ εἶπον ὑπὲρ ἔργου τινός, οὐκ αὐτὸς μόνον, ἀλλὰ καὶ τῶν ἡγεμόνων ἐσπουδακότων, ἴσως μὲν ὑμῖν, ἴσως δὲ κἀμοὶ χαρίζεσθαι βουλομένων καὶ τὴν πόλιν ἄμεινον κατασκευάζειν καὶ σεμνοτέραν ποιεῖν ἅπασαν. πρότερον γὰρ ἴστε δήπουθεν ὅτι τοῖς τοιούτοις καὶ τῶν ἀστυγειτόνων ἐλειπόμεθα.
§6 τοῦτον ἐμοῦ τότε εἰπόντος τὸν λόγον, ἐπήρθη τε πρὸς αὐτὸν δῆμος· οὐ γάρ ἐστε ἀγεννεῖς οὐδὲ ἀναίσθητοι τὰς φύσεις· καὶ πολλοὶ προετράπησαν φιλοτιμηθῆναι τῶν πολιτῶν. πάλιν δὲ ὕστερον ἐμοῦ τὸ πρᾶγμα ἐφὑμῖν ποιουμένου πολλάκις μὲν ἐν τῷ βουλευτηρίῳ, πολλάκις δἐν τῷ θεάτρῳ, ἵνα, εἰ μὴ δοκιμάζοιτε μηδὲ βούλοισθε, μηδένα ἐνοχλῶ· τὴν γὰρ ἀσχολίαν τὴν ἐσομένην ὑπώπτευόν μοι περὶ ταῦτα· πολλάκις μὲν ὑφ̓ ὑμῶν ἐκυρώθη, πολλάκις δὲ ὑπὸ τῶν ἡγεμόνων, οὐδενὸς ἀντειπόντος.
§7 ἐπεὶ δὲ ἀρχὴν ἔλαβεν, ὅσα μὲν αὐτὸς ἔπαθον μετρῶν καὶ διαμετρῶν καὶ λογιζόμενος, ὅπως μὴ γένοιτο ἀπρεπὲς μηδὲ ἀχρεῖον, ὁποῖα ἔργα πολλὰ γέγονε παρἑτέροις μάτην ἀπολόμενα, καὶ τελευταῖον εἰς τὰ ὄρη φθειρόμενος, οὐκ ὢν ἔμπειρος τῶν τοιούτων οὐδενὸς οὐδὲ ἀπορῶν ἔργου τινός, ἀλλἕτερα μᾶλλον πράττειν δυνάμενος σπουδαιότερα ἴσως, ἀφὧν οὐ παρὰ μόνοις ὑμῖν εὐδοκιμεῖν ἔμελλον, ἐῶ νῦν ἐπεξιέναι. οὐδὲν γὰρ ἦν ἐμοὶ βαρὺ διὑμᾶς ὑπομένοντι.
§8 λόγοι δὲ ἐγίγνοντο πολλοὶ μέν, οὐ παρὰ πολλῶν δέ, καὶ σφόδρα ἀηδεῖς, ὡς κατασκάπτω τὴν πόλιν, ὡς ἀνάστατον πεποίηκα σχεδὸν ἐξελαύνων τοὺς πολίτας, ὡς ἀνῄρηται πάντα, συγκέχυται, λοιπὸν οὐδέν ἐστιν. καὶ τινες ἦσαν οἱ σφόδρα ὀδυρόμενοι τὸ χαλκεῖον τὸ τοῦ δεῖνος, χαλεπῶς ἔχοντες, εἰ μὴ μενεῖ ταῦτα τὰ ὑπομνήματα τῆς παλαιᾶς εὐδαιμονίας, ὥσπερ τῶν Ἀθήνησι Προπυλαίων κινουμένων τοῦ Παρθενῶνος τὸ Σαμίων Ἥραιον ἡμᾶς ἀνατρέποντας τὸ Μιλησίων Διδύμειον τὸν νεὼν τῆς Ἐφεσίας Ἀρτέμιδος,
§9 ἀλλοὐκ αἰσχρὰ καὶ καταγέλαστα ἐρείπια, πολὺ ταπεινότερα τῶν κλεισίων, οἷς ὑποδύεται τὰ πρόβατα, τῶν ποιμένων δὲ οὐδεὶς ἂν δύναιτο εἰσελθεῖν οὐδὲ τῶν γενναιοτέρων κυνῶν· ἐφοἷς ὑμεῖς μὲν ἠρυθριᾶτε καὶ διετρέπεσθε τῶν ἡγεμόνων εἰσιόντων, οἱ δὲ ἀηδῶς ἔχοντες πρὸς ὑμᾶς ἐπέχαιρον καὶ ἐγέλων· ὅπου μηδὲ τοῖς χαλκεῦσιν ἐξῆν διάρασθαι σχεδόν, ἀλλὰ εἰργάζοντο κεκυφότες· καὶ ταῦτα πίπτοντα καὶ ὑπερηρεισμένα, πρὸς τὴν πληγὴν τοῦ ῥαιστῆρος ἔτρεμε καὶ διίστατο· ἀλλὅμως ἦσαν οἵ χαλεπῶς ἑώρων ἀφανιζόμενα τὰ σημεῖα τῆ ἔμπροσθεν πενίας καὶ ἀδοξίας, οὐχ ὅτι τῶν κιόνων ἔμελεν αὐτοῖς τῶν ἱσταμένων οὐδὲ τῶν γείσων, οὐ τῶν οἰκοδομουμένων ἐργαστηρίων ἄλλοσε, ἀλλἵνα μηδέποτε μεῖζον ὑμεῖς ἐκείνων φρονῆτε.
§10 εὖ γὰρ ἴστε ὅτι καὶ τοῖς οἰκοδομήμασι καὶ ταῖς ἑορταῖς καὶ τῷ δικάζειν αὐτοὶ καὶ τῷ μὴ παρἑτέροις ἐξετάζεσθαι μηδὲ συντελεῖν ἄλλοις καθάπερ οἶμαι κώμην, πᾶσι τούτοις συναίρεσθαι πέφυκε τὸ φρόνημα τῶν πόλεων καὶ μεῖζον ἀξίωμα γίγνεσθαι τὸ τοῦ δήμου καὶ πλέονος τυγχάνειν τιμῆς καὶ παρὰ τῶν ἐπιδημούντων ξένων καὶ παρὰ τῶν ἡγεμόνων. ταῦτα δὲ τοῖς μὲν ἀγαπῶσι τὰς αὑτῶν πατρίδας καὶ μὴ φοβουμένοις μήποτε ἐλάττους αὐτῶν φανῶσι θαυμαστὴν ἔχει τὴν ἡδονήν· τοῖς δὲ ἐναντίως ἔχουσι καὶ βουλομένοις ἐν ἀσθενέσιν ἰσχύειν καὶ τὴν δόξαν τῆς πόλεως ἀδοξίαν αὑτῶν νομίζουσι δέοντως φέρει λύπην καὶ φθόνον.
§11 καίτοι τὸ μὲν ὑπόδημα δεῖ πρὸς αὑτὸν ἁρμόττειν καὶ τὸν αὑτοῦ πόδα, καὶ ἂν δοκῇ μεῖζον, περιτεμεῖν· πόλιν δὲ οὐδέποτε δεῖ κολούειν οὐδὲ κατάγειν πρὸς αὑτὸν οὐδὲ πρὸς τὴν ἑαυτοῦ ψυχὴν μετρεῖν, ἐὰν τύχῃ σμικρὰν ἔχων καὶ ἀνελεύθερον, καὶ ταῦτα παραδειγμάτων ὄντων· λέγω δὲ τὸ τῶν Σμυρναίων, τὸ τῶν Ἐφεσίων, Ταρσεῖς ἐκείνους, Ἀντιοχέας. καὶ ταῦτα ἐπίσταμαι σαφῶς ὅτι καὶ πρότερόν τινες ἀκούοντες διερρήγνυντο καὶ χαλεπῶς ἔφερον, εἰ τοιούτων ἐθίζεσθε ἀκροᾶσθαι λόγων καὶ μετὰ τοιούτων πόλεων τολμᾷ τις ὀνομάζειν τὴν ὑμετέραν.
§12–22
§12 ὅμως δἐπὶ τούτοις σχετλιάζοντες καὶ τοιαῦτα λέγοντες καὶ διδόναι μηδένα ἐῶντες καὶ τοῖς ἔργοις ἐμποδὼν γιγνόμενοι, οὕτως ἐμὲ διέθηκαν, ὥστε ὀλίγου φυγὴν ἐμαυτοῦ καταψηφίσασθαι. καὶ γὰρ ἦν γελοῖον μετὰ φυγὴν οὕτως μακρὰν καὶ πράγματα τοσαῦτα καὶ τύραννον ἐχθρὸν δεῦρο ἀφικόμενον, ὥστε ἀναπαύσασθαι καὶ τὸ λοιπὸν ἐπιλαθέσθαι τῶν πρότερον χαλεπῶν, οἷον ἐκ δεινοῦ καὶ ἀγρίου πελάγους καὶ χειμῶνος ἀδοκήτως σωθέντα μόλις διεὔνοιαν θεοῦ τινος, ἔπειτα ἐνταῦθα ὥσπερ ἐν λιμένι ναυαγεῖν.
§13 θαυμάζω δὲ μάλιστα ἐνίων ἀνθρώπων τὴν κακοήθειαν, μᾶλλον δὲ τὴν ἄνοιαν, ὑπομιμνησκόμενος οἷα ἐλογοποίουν τὸ μὲν πρῶτον περὶ τῆς πρεσβείας, ἣν ἐπέμψατε εὐχαριστοῦντες. οὐ γὰρ ἡδέως αὐτὸν ἀποδέξασθαι τοὺς πρέσβεις, ἀλλὰ δυσχερᾶναι μᾶλλον, ὡς δέον αὐτὸν ἐπὶ τῆς πύλης ἀπηντηκέναι καὶ περιβαλεῖν τοὺς ἥκοντας τοὺς μηδέπω παρόντας ὀνομάζειν πυνθάνεσθαι περὶ τοῦδε καὶ τοῦδε, τί πράττουσιν διὰ τί πάντες οὐκ ἦλθον.
§14 οἱ δὲ ἐλογοποίουν ὅτι τοῖς Σμυρναίοις παμπόλλας δωρεὰς δοίη καὶ χρήματα ἀμύθητα πέμψειε μετὰ τῶν Νεμέσεων, καὶ νὴ Δἴ ὡς ἄλλου τινὸς διαλεχθέντος μυρίους μὲν αὐτῷ συνεχώρησε βουλευτάς, χρυσίου δἐκέλευσε ποταμὸν εἰς τὴν πόλιν τραπῆναι καὶ μυριάδες ἄπειροί τινες ἐδόθησαν· ὧν οὐδὲν ἦν ἀληθές, ὡς ἐβουλόμην ἂν ἔγωγε.
§15 τὸ γὰρ ἄλλους καλῶς πράττειν καὶ μεγάλων τυγχάνειν οὐκ ἂν οὐδέποτε λυπήσειε τὸν νοῦν ἔχοντα ἄλλως τε καὶ πρῶτον τυχόντα καὶ τὴν ἀφορμὴν ἴσως παρεσχηκότα. ὅμοιον γάρ, ὥσπερ εἴ τις αὑτῷ μόνον λάμπειν ἠξίου τὸν ἥλιον τὸν Δία ὕειν τοὺς ἀνέμους πνεῖν μηδένα ἄλλον ἀπὸ τῶν κρηνῶν δύνασθαι πιεῖν. ἀλλὁμοῦ φιλανθρωπότατος ὢν αὐτοκράτωρ καὶ συνετώτατος ἁπάντων ἐμοί τε παρέσχεν ὧν ἐγὼ ἐδεόμην καὶ ἄλλοις ὧν ἐκεῖνοι ἐδέοντο.
§16 τίνος οὖν ἕνεκεν εἴρηκα πάντα τοῦτον τὸν λόγον, ὑπὲρ ἄλλων ὑμῶν βουλευομένων; ὅτι καὶ τούτου τοῦ πράγματος ἐγὼ πρότερος ἡψάμην καὶ πολλοὺς εἶπον ἐνθάδε λόγους ὑπὲρ ὁμονοίας, ἡγούμενος συμφέρειν τῇ πόλει τοῦτο καὶ κρεῖττον εἶναι μὴ διαφέρεσθαι πρὸς μηδένα ἀνθρώπων, ἥκιστα δὲ οἶμαι πρὸς τοὺς ἐγγὺς οὕτω καὶ ἀστυγείτονας. οὐ μέντοι πρὸς ἐκείνους γε ἦλθον οὐδὲ εἶπον φιλάνθρωπον οὐδὲν πρὸ τοῦ καταλλαγῆναι δημοσίᾳ τὴν πόλιν καὶ φίλους ὑμᾶς γενέσθαι. καίτοι ψήφισμά γε ἔπεμψαν εὐθὺς ἐν ἀρχῇ φιλοφρονούμενοι καὶ παρακαλοῦντες ἀφικέσθαι· καὶ πολλὰ δίκαιά μοι πρὸς αὐτοὺς ὑπῆρχεν, ὥσπερ ἄλλῳ τινὶ τῶν ἐντεῦθεν· ἀλλὅμως οὐχ ὑπέμενον φιλανθρωπεύεσθαι κατἐμαυτόν, ἀλλὰ κοινῇ μεθὑμῶν αὐτοῖς ἐβουλόμην γενέσθαι φίλος.
§17 ὅθεν ὑφεωρῶντό με καὶ δυσχερῶς εἶχον. καὶ νῦν πυθόμενος τὰς διαλύσεις καὶ τὴν φιλίαν ταύτην πραττομένη, καὶ ψηφισαμένων ὑμῶν ἐμὲ καλεῖν, ἴσως καὶ ταύτης ἕνεκα τῆς χρείας ʽτυχὸν γὰρ ἠλπίζετε κἀμοῦ μετασχόντος ῥᾷον μᾶλλον καὶ ἀσφαλέστερον ἔσεσθαι πάντα· καίτοι καὶ νῦν ἴσως οὐ τοῖς παροῦσι μόνον, ἀλλὰ κἀμοὶ νέμοντες τιμὴν μετὰ τῶν ἄλλων, λογιζόμενοι κἀμὲ πολίτην ὑμέτερον, τυχὸν προθυμότεροι γεγόνασι πρὸς ὑμᾶσ̓ ὅμως οὐ σφόδρα ἠπείχθην εὐλαβούμενος μὴ γένηται τοῦτο ἐμποδὼν οὐκ ἐκείνοις, ἀλλὰ τῶν ἐντεῦθέν τισι. σχεδὸν γὰρ εἰώθασι πολλοὶ τῶν ἀνθρώπων οὐ τοῖς πραττομένοις, ἀλλὰ τοῖς πράττουσι φθονεῖν.
§18 ἐπεὶ καὶ πέρυσι τοὺς λόγους τούτους πρὸς ἐμὲ ἔλεγον οἱ προεστῶτες αὐτῶν καὶ τότε ἐξῆν ὑμῖν ἀπηλλάχθαι πραγμάτων· ἀλλὑφεωρώμην ἐγὼ μή τισι τῶν ἐντεῦθεν πρόσαντες γένηται καὶ δυσκόλως φέρωσιν ἐμοῦ πράττοντος αὐτά. καὶ νῦν τρόπον τινὰ ἑκὼν ἐβράδυνα. ὅσα μὲν οὖν καὶ διἐμοῦ καὶ δι᾽ ἑτέρων δυνατὰ γίγνεσθαι τῇ πόλει, ταῦτα ἐκείνοις ἀξιῶ μᾶλλον ἐπιτρέπειν, ἵνα μηδεὶς ἀντιβαίνῃ μηδὲ λυπῆται βασκαίνων. ὅσα δοὐ ῥᾴδιον ὑπἄλλου τῶν ἐντεῦθεν πραχθῆναι, τυχὸν δὲ καὶ λίαν χαλεπόν, ἡγεῖσθε πρὸς ἐκείνοις ἀεί με τὴν γνώμην ἔχειν μέχρις ἂν ἐμπνέω.
§19 καὶ μὴν ὅστις ἂν προθυμῆται τὰ περὶ τὴν πόλιν καὶ δύνηταί τι ποιεῖν ὑμῖν συμφέρον, ἐμὲ πρῶτον ἕξει τὸν μαρτυροῦντα καὶ συναγωνιζόμενον, καὶ τὸ αὐτὸ πρᾶγμα, γίγνεται ὀρθόν, πολὺ ἂν ἥδιον ἐπαινέσαιμι καὶ προθυμότερον ἄλλου πράττοντος αὐτὸς εἰσηγούμενος. οὐδὲ γὰρ εὐδοκιμεῖν βουλόμενος οὐδὲ τῶν ἐπαινούντων ἀπορῶν οὐδἐπιθυμίᾳ δόξης, ἀλλὰ τῇ πρὸς ὑμᾶς εὐνοίᾳ βούλομαι γίγνεσθαί τι τῶν δεόντων, καὶ τοῖς θεοῖς εὔχομαι πᾶσι γηρῶν ὡς πλείστους ἐπιδεῖν ἱκανωτέρους ἐμοῦ τὴν πόλιν ὠφελεῖν.
§20 καὶ νῦν ὑπὲρ τούτου ἐπαινῶ τόν τε ἄρχοντα καὶ τὸν εἰσηγησάμενον. πᾶσα μὲν γὰρ ὡς ἔπος εἰπεῖν ἔχθρα καἰ διαφορὰ πρὸς ὁντινοῦν γιγνομένη ἐργῶδες καὶ δυσχερὲς καὶ πόλει καὶ ἰδιώτῃ, κἂν ὁπωσοῦν τύχωσι διακείμενοι. τούς τε γὰρ ἀσθενεῖς ἱκανὸν ἐξελέγξαι καὶ ταπεινῶσαι πρὸς τοῖς οὖσι χαλεποῖς καὶ τοὺς εὖ πράττοντας ἐνοχλῆσαι καὶ ταράξαι τὴν ψυχὴν αὐτῶν· ὅθεν οἱ νοῦν ἔχοντες αἱροῦνται φέρειν ἐλαττούμενοι τὰ μέτρια καὶ μὴ σφόδρα ἀκριβῶς περιέχεσθαι τῶν δικαίων φιλονικοῦντες ἐφ̓ ἑκάστῳ καὶ μηδενὶ μηδὲν εἴκοντες ἀεί τινας ἔχειν τοὺς ἐπιβουλεύοντας καὶ πολεμοῦντας, καὶ τοῦτο μὲν τοῖς εὐτυχήμασι νεμεσῶντας καὶ καθὅσον οἷοί τέ εἰσιν ἐμποδὼν ἱσταμένους, τοῦτο δέ, ἂν συμβῇ τι πταῖσμα ʽπολλὰ δέ, ὡς ἐν ἀνθρώποις, τὰ γιγνόμενἀ χαίροντας καὶ ἐπιτιθεμένους.
§21 οὐ γάρ ἐστιν οὐδεὶς ἀσθενὴς οὕτως οὐδὲ ἀδύνατος τὴν φύσιν, ἄνθρωπος ὢν πρὸς ἄνθρωπον, ὃς οὐ τυγχάνει καιροῦ τὴν δυσμένειαν ἐνδείξασθαι καὶ τὸ μῖσος καθαὑτὸν σὺν ἑτέροις καὶ λόγον τινὰ εἰπεῖν, πάντως ἐλύπησε, καὶ πρᾶγμα συνθεῖναι τὸ βλάψον. οὐδὲ γὰρ νόσημα οὐδὲν οὕτως ἀναίσθητον τοῖς ἔχουσιν ὡς μηδέποτε βλάψαι μηδὲ ἐμποδὼν γενέσθαι μηδεμιᾶς πράξεως, ἀλλὰ κἂν ἐγρηγορότι καὶ βαδίζοντι μὴ σφόδρα ἐνοχλῇ τὴν ἰσχὺν τοῦ σώματος, εἴς γε τὴν κοίτην ἀπήντησε καὶ διασπᾷ καὶ διαφθείρει τὸν ὕπνον.
§22 οὕτως ἔγωγέ φημι μηδέποτε λυσιτελεῖν ἀπεχθάνεσθαι καὶ φιλονικεῖν μηδὲ τῇ μεγίστῃ πόλει πρὸς τὴν βραχυτάτην κώμην· ὅταν δὲ δὴ πρὸς ἀνθρώπους πόλιν οἰκοῦντας οὐ σμικρὰν καὶ πολιτείαν ἐξαίρετον ἔχοντας καὶ παρὰ τοῖς ἡγεμόσι τιμήν τινα καὶ δύναμιν, ἐὰν σωφρονῶσι ʽδεῖ γὰρ ὑμᾶς ἀκούειν τἀληθῆ καὶ μὴ χαλεπῶς φέρειν, ἐάν τις ἑτέρους ἐπαινῇ βουλόμενος ὑμᾶς ὠφελεῖντὸ δὲ μέγιστον ὁμόρους καὶ ἀστυγείτονας καὶ μόνον οὐχὶ καθἑκάστην τὴν ἡμέραν ὑμῖν ἐπιμιγνυμένους, τοῦτο μὲν τοῖς πλείστοις ἐπιγαμίας ὑπαρχούσης, τοῦτο δὲ πολιτῶν τινων, καὶ σχεδὸν τῶν δυνατωτάτων παρἡμῖν, τῆς παρἐκείνοις τιμῆς τετυχηκότων· πῶς χρὴ ταύτην ἄλυπον καὶ ἀβλαβῆ τὴν ἔχθραν ὑπολαμβάνειν;
§23–33
§23 καὶ μηδεὶς ὑπολάβῃ με λέγειν ὡς ἄρα χρὴ τελέως ὑποπεσεῖν καὶ μηδὲν ἐκείνων προαιρουμένων δίκαιον μηδὲ ἐπιεικὲς αὐτοὺς δεῖσθαι καὶ παρακαλεῖν· αἱρουμένων δὲ αὐτῶν καὶ προθυμουμένων τὰ εἰς φιλίαν ἑτοιμοτέρους πρὸς τοῦτο φαίνεσθαι καὶ τὴν φιλονικίαν τὴν ἐκ τῆς διαφορᾶς ἐπὶ τοῦτο μετενεγκεῖν πολὺ κάλλιον, ὅπως αὐτοὶ εὐγνωμονέστεροι φανησόμεθα καὶ μᾶλλον καταφρονοῦντες χρημάτων καὶ τοῦ πλείονος.
§24 οὐ γὰρ οὕτως αἰσχρόν ἐστι λείπεσθαι τοῖς διὰ τὸ μῖσος ἔργοις καὶ νὴ Δία τοῖς πρὸς ἔχθραν ὡς τοῖς ἀπὸ τῆς μετριότητος καὶ τῆς φιλανθρωπίας. μὲν γὰρ ἐν ἐκείνοις ἡττώμενος κινδυνεύει λαβεῖν δόξαν ἀσθενείας, δἐν τούτοις σκαιότητος καὶ φιλονικίας. ὅσῳ δὴ κρεῖττον ἀσθενῆ δόξαι μᾶλλον πονηρόν, τοσούτῳ βέλτιον ὑστέρους εἶναι μαχομένους διαλλαττομένους.
§25 εἰκότως δἄν μοι προσέχοιτε τὸν νοῦν μᾶλλον ἑτέρων τυχὸν μὲν καὶ ἄλλως, ἔτι δὲ κἀκεῖνο σκοποῦντες ὅτι μηδὲν ἰδίᾳ μοι διαφέρει, μηδὲ ὄχλησίν τινα ὀκνῶν δαπάνην ἐμαυτοῦ διὰ τοῦτο ἀμελῶ τοῦ πρέποντος ὑμῖν. ὅτι γάρ με οὐκ ἐνοχλήσετε μὴ βουλόμενον οὐδὲ κελεύσετε ἀποδημεῖν, ὥσπερ ἤδη πολὺν χρόνον ἔχοντα παρὑμῖν, ἐπίσταμαι σαφῶς· ʽἄλλως τε οὐκ ἀσχολούμενος ἐγὼ νομίζω συμφέρειν ὑμῖν οὐδὲ τοῦτον ἀποδημῶν τὸν τρόπον·̓ ἀλλὅπερ ἔφην, βέλτιον ἡγοῦμαι πᾶσιν ἀνθρώποις, οὐ μόνον ὑμῖν, μήτε ἀναιρεῖσθαι ῥᾳδίως ἔχθραν μὴ σφόδρα ἀναγκαίαν, τάς τε πρότερον οὔσας καταλύεσθαι πάντα τρόπον, ἂν δυνατόν, τὴν ἐκ τοῦ διαφέρεσθαί τισι βλάβην μείζονα ἡγουμένους τῆς παρὰ τὰς διαλύσεις ζημίας.
§26 πᾶσα γάρ, ὥς φασιν, εἰρήνη κρείττων πολέμου, καὶ πᾶσα φιλία πολὺ ἀμείνων καὶ λυσιτελεστέρα τοῖς γε νοῦν ἔχουσιν ἔχθρας, καὶ ἰδίᾳ τοῖς οἴκοις καὶ δημοσίᾳ ταῖς πόλεσιν. εἰρήνη μὲν γὰρ καὶ ὁμόνοια τοὺς χρωμένους οὐδὲν πώποτε ἔβλαψεν, ἔχθρα δὲ καὶ φιλονικία θαυμαστὸν εἰ μὴ σφόδρα ἀνήκεστα καὶ μεγάλα. καὶ τῆς μὲν ὁμονοίας τό τε ὄνομα εὔφημον τε πεῖρα ἀρίστη καὶ λυσιτελεστάτη πᾶσι· στάσεως δὲ καὶ διαφορᾶς σκυθρωπὴ μὲν προσηγορία καὶ δυσχερής, πολὺ δὲ χείρω καὶ τὰ ἔργα καὶ σκυθρωπότερα. καὶ γὰρ εἰπεῖν ἔστι καὶ ἀκοῦσαι καὶ πολλὰ τῶν ἀβουλήτων καὶ πρᾶξαι καὶ παθεῖν.
§27 δὲ τῶν ἐγγὺς οὕτως καὶ ὁμόρων διαφορὰ καὶ τὸ μῖσος οὐδενὶ ἄλλῳ ἔοικεν στάσει μιᾶς πόλεως, ὅπου καὶ γάμων κοινωνία πολλοῖς καὶ συμβολαίων καὶ τὸ ἀφικνεῖσθαι παρἀλλήλους σχεδόν τι καθἑκάστην τὴν ἡμέραν καὶ τὸ συγγενεῖς εἶναι καὶ συνήθεις καὶ ξένους τρόπον τινὰ ἀλλήλοις ἅπαντας. παροικοῦσα δὲ πόλις ἐχθρὰ καὶ δυσμενὴς λυπηρὸν πάντα τρόπον καὶ δυσομίλητον, ὥσπερ εὔνους καὶ φίλη συμφέρον καὶ ἀγαπητόν.
§28 ἐνθυμεῖσθε δὲ ὅσῳ μὲν ἥδιον ἀποδημεῖν πρὸς τοὺς πέλας οἰκείως ἔχοντας, ἀλλὰ μἠ ἐχθρῶς, ὅσῳ δὲ βέλτιον τοὺς ἐπιξενουμένους ὑποδέχεσθαι χωρὶς ὑποψίας, ἐν δὲ ταῖς κοιναῖς πανηγύρεσι καὶ θεῶν ἑορταῖς καὶ θέαις ὅσῳ κρεῖττον καὶ σωφρονέστερον ἀναμίγνυσθαι συνθύοντας ἀλλήλοις καὶ συνευχομένους, ἀλλὰ μὴ τοὐναντίον καταρωμένους καὶ βλασφημοῦντας.
§29 αἱ δὲ ἐπιβοήσεις ἑκατέρου τοῦ πλήθους ἐν τοῖς σταδίοις καὶ τοῖς θεάτροις πόσον διαφέρουσι μετὰ ἐπαίνου γιγνόμεναι καὶ πολλῆς εὐφημίας τῶν μετὰ μίσους καὶ λοιδορίας; οὐ γὰρ ἀνθρώπων ἐπιεικῶν οὐδὲ πόλεων σωφρόνων, μᾶλλον δὲ ἑταιρῶν ἀσχημόνων ἀπὸ οἰκήματος ἑκατέρας οὐδὲν αἰσχυνομένων ῥῆμα ἀκόλαστον εἰπεῖν, φησιν Ὅμηρος, αἵ τε χολωσάμεναι ἀγορῆς ἐς μέσσον ἰοῦσαι νεικεῦσ̓ ἀλλήλῃσι, χόλος δέ τε καὶ τὰ κελεύει.
§30 πόσου δὴ ταῦτά ἐστι τὸ μὴ πάσχειν; πόσῳ δὲ πλείονος τὸ μὴ ποιεῖν; ποῖον δἂν τοσοῦτον γένοιτο χρημάτων πλῆθος χώρας μέγεθος ἀνθοὗ προσήκει τοὺς νοῦν ἔχοντας ἀνθρώπους ἀντικαταλλάξασθαι τὴν καθἡμέραν εὐφημίαν, τὸ πρεπόντως μὲν θεᾶσθαι, προθύμως δὲ ἀποδημεῖν; καὶ μὴν τά γε τῆς χώρας καὶ τὰ τῆς θαλάττης καὶ τὰ τῶν ὀρῶν ἐξ ἅπαντος ὑμᾶς εἰς τὸ αὐτὸ συνάγει καὶ μὴ βουλομένους καὶ ἀναγκάζει χρήσασθαι ἀλλήλοις. ἐκεῖνοί τε γὰρ δέονται τῆς παρἡμῶν ὕλης καὶ ἑτέρων πολλῶν καὶ ἡμεῖς οὐκ ἔχομεν οὔτε εἰσαγαγέσθαι διἑτέρου λιμένος οὔτε ἐκπέμψαι τὰ γιγνόμενα παρἡμῖν.
§31 πῶς οὖν οὐχ ἁπάντων δυστυχέστατον ὠνεῖσθαι μὲν ἑκάστους παρὰ ἀνθρώπων οὐ φίλων, ἀποδίδοσθαι δὲ τοῖς μισοῦσι, κατάγεσθαι δὲ παρὰ τοῖς βαρυνομένοις, ὑποδέχεσθαι δὲ τοὺς λοιδοροῦντας, συνεστιᾶσθαι δὲ ἐνίοτε τοῖς ἀλλοτριωτάτοις· ἐὰν δὲ πλοίου τις ἐπιβαίνῃ, σαφῶς εἰδέναι καὶ τὸν κυβερνήτην καὶ τοὺς ναύτας ἅπαντας καταρωμένους, τὸ δὲ πάντων ἀηδέστατον ὅραμα ἐχθρῶν, τοῦτο ἀεί ποτε ὁρᾶν καὶ πλέοντας καὶ βαδίζοντας, καὶ τούτοις ἀεὶ πλείστοις κατὰ τὰς ὁδοὺς ἀπαντᾶν, πονηρὸν καὶ δυσχερῆ σύμβολον, ὥστε πάντως εἰπόντα τι παρελθεῖν ἀκούσαντα δυσχερές.
§32 ὥστε ἔγωγε ἐνεθυμούμην πολλάκις τὴν τῶν ἀνθρώπων ἀμαθίαν καὶ διαφθοράν, ὅτι τῶν σφόδρα ἀδόξων καὶ φαυλοτάτων ζῴων χείρους εἰσὶ ταῖς ψυχαῖς. οἱ μὲν γὰρ ἄνθρωποι πολλάκις ἐντυχόντες ἀλλήλοις μάχονται καὶ λοιδορηθέντες ἀπίασιν· οἱ δὲ μύρμηκες οὕτω πυκνοὶ βαδίζοντες οὐδέποτε ἠνώχλησαν ἀλλήλους, ἀλλὰ πάνυ πρᾴως ἐντυχάνουσι καὶ παρίασι καὶ βοηθοῦσιν ἀλλήλοις.
§33 καὶ μὴν τὸ νῦν συμβεβηκὸς περὶ τὴν ἡμετέραν πόλιν τὸ μὲν ἀληθὲς ἅπτεται πολλῶν καὶ κνίζει τοὺς ἄλλους πάντας, ὅτι δὴ τὰς δίκας ὑμεῖς ἀποδέχεσθε καὶ παρὑμῖν αὐτοὺς ἀνάγκη κρίνεσθαι· χρὴ δὲ διαὐτὸ μᾶλλον φιλανθρώπως ἔχειν καὶ μὴ παρέχειν ἑαυτοὺς ἐπιφθόνους. αὐτίκα οἱ πρέσβεις οἱ χειροτονηθέντες ἐπὶ τοῦτο τὸ πρᾶγμα πόθεν ἀπίασιν; οὐκ ἐκεῖθεν; οὐ παρὰ τῶν ἐχθίστων ἀναχθήσονται πλέοντες καὶ χρήσονται τῷ λιμένι τῆς ἐχθρᾶς πόλεως; κύκλῳ περιίασιν, ὥσπερ χαλεπῆς καὶ ἀβάτου τῆς ἐγγὺς ἡμῖν θαλάττης; ἐγὼ μὲν γὰρ καὶ τοῖς πρότερον διαφερομένοις πρὸς τοὺς ἀστυγείτονας ταῦτα ἡγοῦμαι χαλεπώτερα καὶ βαρύτερα τοῦ λαβόντας ὅπλα βαδίζειν εἰς τὴν χώραν προσβάλλειν τοῖς τείχεσιν τὰ δένδρα κόπτειν τῷ καρπῷ πῦρ ἐνιέναι.
§34–41
§34 τούτων γὰρ οἶμαι χαλεπῶν ὄντων, τῷ παντὶ χαλεπώτερόν ἐστιν, ἀφὧν γίγνεται, τὸ τῆς ἔχθρας καὶ τὸ τοῦ μίσους. οὐ γὰρ ἔστι φανῆναί ποτε ἀπὸ τούτου τοῦ πράγματος ὠφέλιμον οὐδὲ χρηστόν. τε γὰρ τῆς ἔχθρας καρπὸς ἁπάντων πικρότατος καὶ δριμύτατος, ὥσπερ οἶμαι τοὐναντίον τῆς εὐνοίας ἥδιστος καὶ λυσιτελέστατος. τὸ γὰρ μηδέποτε εἴκειν μηδὲ παραχωρεῖν τῷ πλησίον, λέγω δὲ χωρὶς αἰσχύνης, μηδὲ τῶν μὲν τυγχάνειν αὐτούς, τὰ δὲ παριέναι τοῖς ἄλλοις, οὐκ ἀνδρεῖόν ἐστιν, ὥσπερ οἴονταί τινες, οὐδὲ μεγαλόφρον, ἀλλἀνόητον καὶ ἀμαθές.
§35 οὐχ ὁρᾶτε τοῦ ξύμπαντος οὐρανοῦ καὶ τῶν ἐν αὐτῷ θείων καὶ μακαρίων αἰώνιον τάξιν καὶ ὁμόνοιαν καὶ σωφροσύνην, ἧς οὔτε κάλλιον οὔτε σεμνότερον οὐδὲν οἷόν τἐπινοῆσαι; πρὸς δὲ αὖ τῶν λεγομένων στοιχείων, ἀέρος καὶ γῆς καὶ ὕδατος καὶ πυρός, τὴν ἀσφαλῆ καὶ δικαίαν διαἰῶνος ἁρμονίαν, μεθὅσης εὐγνωμοσύνης καὶ μετριότητος διαμένειν πέφυκεν αὐτά τε σῳζόμενα καὶ σῴζοντα τὸν ἅπαντα κόσμον;
§36 σκοπεῖτε γάρ, εἰ καί τισι δόξει μετέωρος , λόγος καὶ οὐ πάνυ τι ὑμῖν συμπαθής, ὅτι ταῦτα πεφυκότα ἄφθαρτα καὶ θεῖα καὶ τοῦ πρώτου καὶ μεγίστου γνώμῃ καὶ δυνάμει κυβερνώμενα θεοῦ τὸν ἅπαντα χρόνον ἐκ τῆς πρὸς ἄλληλα φιλίας καὶ ὁμονοίας σῴζεσθαι φιλεῖ, τά τε ἰσχυρότερα καὶ μείζω καὶ τὰ ἐλάττω δὴ δοκοῦντα. ταύτης δὲ τῆς κοινωνίας διαλυθείσης καὶ στάσεως ἐπιγενομένης οὐχ οὕτως ἀνώλεθρος οὐδὲ ἄφθαρτος αὐτῶν φύσις, ὥστε μὴ ταραχθῆναι καὶ τὴν ἀμήχανόν τε καὶ ἄπιστον, ὥς φασιν, ὑπομεῖναι φθορὰν ἐκ τοῦ ὄντος εἰς τὸ μὴ ὄν.
§37 μὲν γὰρ λεγομένη παρὰ τοῖς σοφοῖς ἐπικράτησις αἰθέρος, ἐν τὸ βασιλεῦον καὶ τὸ κυριώτατον τῆς ψυχικῆς δυνάμεως ὂν οὐκ ἀποτρέπονται πῦρ ὀνομάζειν πολλάκις, ὅρῳ τε καὶ πρᾴως γιγνομένη ἔν τισι χρόνοις τεταγμένοις, μετὰ πάσης φιλίας καὶ ὁμονοίας ἔοικε συμβαίνειν. δὲ τῶν ἄλλων πλεονεξία καὶ διαφορὰ παρανόμως γιγνομένη τὸν ἔσχατον ἔχει κίνδυνον ὀλέθρου, περὶ τῶν ὅλων οὔποτε ἐσόμενον διὰ τὸ πᾶσαν εἰρήνην καὶ δικαιοσύνην ἐν αὐτοῖς ὑπάρχειν καὶ πανταχοῦ πάντα δουλεύειν καὶ ξυνακολουθεῖν εὐγνώμονι νόμῳ πειθόμενα καὶ εἴκοντα.
§38 οὐχ ὁρᾶτε τοῦτο μὲν ἥλιον νυκτὶ μεθιστάμενον καὶ παρέχοντα ἀνατεῖλαι τοῖς ἀφανεστέροις ἄστροις, τοῦτο δὲ σελήνην ἐῶντα καταλάμψαι τὴν ἅπασαν γῆν ἐν ἐρημίᾳ τοῦ κρείττονος φωτός; τοῦτο δὲ ἄστρα ὑποχωροῦντα ἡλίῳ καὶ μηδὲν ἡγούμενα πάσχειν μηδὲ ἀπόλλυσθαι διὰ τὴν ἐκείνου τοῦ θεοῦ δύναμιν; τοῦτο δὲ αὖ τὸν ἥλιον περὶ μέσην ἐνίοτε ἡμέραν ἐπισκοτούμενον σελήνης ὑποδραμούσης, τὸ φῶς αὐτὸς δίδωσι, πολλάκις γε μὴν ὑπὸ τῶν ἀσθενεστάτων νεφῶν ἀποκρυπτόμενον τινος ἀραιᾶς ὁμίχλης περί τε λίμνας καὶ ποταμοὺς ἱσταμένης, ὡς ἔσθὅτε μὲν εἴργεσθαι παντελῶς, ἐνίοτε δὲ ἀδρανῆ τὴν ἀκτῖνα καὶ λεπτὴν διαπέμπειν·
§39 τοῦτο δὲ τῶν πλανωμένων ἀστέρων τὴν ἄπαυστον χορείαν, μηδέποτε ἀλλήλοις ἐμποδὼν ἵσταται; πρὸς δὲ αὖ γῆ μὲν τὴν κατωτάτω χώραν λαχοῦσα ὑπομένει, καθάπερ ἕρμα νεώς, ὕδωρ δὲ περὶ ταύτῃ κεχυμένον, ὕπερθεν δὲ ἀμφοῖν ἀὴρ μαλακός τε καὶ εὔπνους, δὲ ἀνωτάτω καὶ ξύμπαντα ἔχων αἰθὴρ πυρὸς θείου κύκλῳ περιδραμόντος αὐτοῖς; καὶ ταῦτα μέν, οὕτως ἰσχυρὰ καὶ μεγάλα, τὴν πρὸς ἄλληλα κοινωνίαν ἀνέχεται καὶ διατελεῖ χωρὶς ἔχθρας· μικρὰ δὲ οὕτω πολίχνια τῶν ἐπιτυχόντων ἀνθρώπων καὶ ἔθνη ἀσθενῆ κατοικοῦντα ἐν μέρει τῆς γῆς οὐ δύναται τὴν ἡσυχίαν ἄγειν οὐδὲ ἀθορύβως ἀλλήλοις γειτνιᾶν;
§40 ἀλλὄρνιθες μὲν ἐγγὺς ἀλλήλων ποιησάμενοι νεοττιὰς οὐκ ἐπιβουλεύουσιν αὑτοῖς οὐδὲ διαφέρονται περὶ τροφῆς καὶ φρυγάνων, οὐδὲ μύρμηκες πλησίον ὀπὰς ἔχοντες, ἐκ τῆς αὐτῆς ἅλω πολλάκις εἰσφερόμενοι σῖτον, ἀλλὰ παραχωροῦσιν αὑτοῖς καὶ τῶν ὁδῶν ἐκτρέπονται καὶ συνεργάζονται πολλάκις, οὐδὲ ἑσμοὶ πλείονες μελιττῶν, ἕνα καὶ τὸν αὐτὸν νεμόμενοι λειμῶνα, τῶν ἔργων ἀμελήσαντες περὶ τῶν ἀνθῶν τῆς δρόσου διαφέρονται.
§41 καὶ μὴν ἀγέλαι βοῶν τε καὶ ἵππων ἀναμιχθεῖσαι πολλάκις ἀθορύβως καὶ πρᾴως νέμονται, ὥστε μίαν ἐξ ἀμφοῖν ἀγέλην ὁρᾶσθαι· ἔτι δὲ αἰπόλια καὶ ποίμνια συμμιχθέντα ἐπὶ νομῆς διημερεύσαντα ῥᾳδίως καὶ πρᾴως ὑπὸ τῶν νομέων διεκρίθησαν. ἄνθρωποι δὲ βοσκημάτων καὶ θηρίων χείρους, ὡς ἔοικε, τὰ πρὸς φιλίαν καὶ τὸ κοινωνεῖν ἀλλήλοις. γὰρ φύσις ἐποίησεν εὐνοίας ἕνεκα, ταῦτα ἰδεῖν ἔστιν ἔχθρας καὶ μίσους αἴτια γιγνόμενα. αὐτίκα πρώτη καὶ μεγίστη φιλία γονεῦσι πρὸς παῖδας.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up