Dio Chrysostom Orationes
EN Lat Orig
(1)περὶ ΒΑΣΙΛΕΙΑΣ α. (2)περὶ ΒΑΣΙΛΕΙΑΣ β. (3)περὶ ΒΑΣΙΛΕΙΑΣ γ. (4)περὶ ΒΑΣΙΛΕΙΑΣ δ. Oration 5: A Libyan Myth (6)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΤΥΡΑΝΝΙΔΟΣ (13)ΕΥΒΟΙΚΟΣ ἢ ΚΥΝΗΓΟΣ. (7)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΑΡΕΤΗΣ. (8)ΔΙΟΓΕΝΗΣ ἢ ΙΣΘΜΙΚΟΣ. (9)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΟΙΚΕΤΩΝ. (10)ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ. (11)Ὀλυμπικὸς ἢ περὶ τῆς πρώτης τοῦ θεοῦ ἐννοίας (12)ἐν ΑΘΗΝΑΙΣ περὶ ΦΥΓΗΣ. Oration 69: On Fondness for Listening Oration 70: On Retirement Oration 71: On Beauty Oration 72: On Peace and War Oration 73: That the Wise Man Is Happy Oration 74: On Happiness Oration 75: On the Daemon Oration 76: On Deliberation Oration 77: On Conversation at Banquets Oration 79: Melancomas II Oration 78: Melancomas I Oration 80: Charidemus Oration 14: The Rhodian Oration (15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ. Oration 16: 1st Tarsic Discourse Oration 17: 2nd Tarsic Discourse (35)ἐν ΚΕΛΑΙΝΑΙΣ τῆς ΦΡΥΓΙΑΣ. Oration 19: The Borysthenitic Discourse Oration 20: The Corinthian Oration Oration 21: To the Nicomedians on Concord with the Nicaeans Oration 22: On Concord in Nicaea Oration 23: On Concord with the Apameans Oration 24: To the Apameans on Concord Oration 25: A Discourse in His Homeland Oration 26: A Political Address in His Homeland Oration 27: A Complimentary Address to His Homeland Oration 28: An Account of His Relations with His Homeland Oration 29: Before Philosophising in His Homeland Oration 30: A Public Address in His Homeland Oration 31: A Political Address in the Assembly Oration 32: Renunciation of Office before the Council Oration 33: On Public Works before the Council Oration 34: To Diodorus Oration 35: On Aeschylus, Sophocles, and Euripides Oration 36: On Homer Oration 37: On Socrates Oration 38: On Homer and Socrates Oration 39: Agamemnon, or On Kingship Oration 40: Nestor Oration 41: Achilles Oration 42: Philoctetes Oration 43: Nessus, or Deianira Oration 44: Chryseis Oration 45: On Kingship and Tyranny Oration 46: On Fortune I Oration 47: On Fortune II Oration 48: On Fortune III Oration 49: On Reputation I Oration 50: On Reputation II Oration 51: On Reputation III Oration 52: On Virtue Oration 53: On Philosophy Oration 54: On the Philosopher Oration 55: On Personal Appearance Oration 56: On Trust Oration 57: On Distrust Oration 58: On Law Oration 59: On Custom Oration 60: On Envy Oration 62: On Wealth Oration 63: To the Cilicians on Freedom Oration 64: On Slavery and Freedom I Oration 65: On Slavery and Freedom II Oration 66: On Grief Oration 67: On Greed Oration 68: On the Practice of Oratory
Oration 32: Renunciation of Office before the Council
§1 Τοῖς ἐπιεικέσιν ἀνθρώποις καὶ πεπαιδευμένοις οὔτε ἀηδὲς τὸ ἄρχειν οὔτε χαλεπόν. ἥδονται μὲν γὰρ οὐδενὶ μᾶλλον τῷ εὖ ποιεῖν· τῷ δὲ ἄρχοντι πόλεως ἔθνους καὶ πλειόνων ἀνθρώπων οὐ μόνον ἐξουσία πλείστη τοῦ εὐεργετεῖν ἐστιν, ἀλλὰ καὶ ἀνάγκη σχεδόν· εἰ δὲ μή, οὐκ ἀνέχονται τὸν βλαβερὸν ἄρχοντα οὐχ ὅπως ἄνθρωποι, δ δὴ δοκεῖ πάντων δριμύτατον εἶναι, ἀλλοὐδὲ τῶν θηρίων τὰ ἀφρονέστατα.
§2 οὔτε γὰρ βόες ῥᾳδίως ὑπομένουσι βουκόλων ἀμέλειαν οὔτε αἰπόλια καὶ ποῖμναι τοὺς φθείροντας νομέας. τὰ μὲν γὰρ ἀποφεύγει καὶ οὐ πείθεται, τὰ δὲ καὶ ἀμύνεται τοὺς πονηροὺς προστάτας. οἱ δἵπποι τοὺς ἀμαθεῖς ἡνιόχους ἀποβάλλοντες πολὺ κάκιον κολάζουσιν ἐκεῖνοι τῇ μάστιγι παίοντες. τούτων δὲ ἁπάντων ἄνθρωπος δεινότατόν ἐστι καὶ πλείστην ἔχον σύνεσιν· ὥστε κακῷ μὲν ἡγεμόνι πάντων ἐχθρότατον, τῷ δὲ ἀγαθῷ πάντων εὐνούστατον. ἡδὺ μὲν οὕτως τοῖς ἐπισταμένοις τὸ ἄρχειν· χαλεπὸν δὲ οὐκ ἂν εἴη πρᾶγμα οὐδὲν τῷ μελετήσαντι ἐξ ἀρχῆς καὶ παρεσκευασμένῳ πρὸς αὐτό.
§3 δὲ τῷ ὄντι φιλόσοφος οὐκ ἄλλο τι φανήσεται διαπονούμενος ὅπως ἄρχειν καλῶς δυνήσεται καὶ αὑτοῦ καὶ οἰκίας καὶ πόλεως τῆς μεγίστης καὶ συλλήβδην ἁπάντων ἀνθρώπων, ἂν ἐπιτρέπωσι, καὶ αὐτὸς μὲν οὐ προσδεήσεται οὐδενὸς ἄρχοντος ἀλλ τοῦ λόγου καὶ τοῦ θεοῦ, τῶν δὲ ἄλλων ἀνθρώπων ἐπιμελεῖσθαι καὶ φροντίζειν ἱκανὸς ἔσται. καὶ τοῦτο οὐδὲ τοὺς βασιλέας αὐτοὺς λέληθεν οὐδὲ τῶν ἐν ταῖς δυναστείαις ὅσοι μὴ τελέως ἄφρονες. τῶν γὰρ πεπαιδευμένων ἐν τοῖς μεγίστοις δέονται συμβούλους σφίσι γίγνεσθαι, καὶ τοῖς ἄλλοις προστάττοντες αὐτοὶ παρἐκείνων προστάγματα
§4 λαμβάνουσιν δεῖ πράττειν καὶ τίνων ἀπέχεσθαι· ὥσπερ τὸν Ἀγαμέμνονα Ὅμηρός φησιν ἀεὶ προσδεῖσθαι τῆς γνώμης τοῦ Νέστορος καὶ ὁσάκις αὐτῷ συμβουλεύοντι μὴ ἐπείσθη, ὀδύρεσθαι καὶ παραχρῆμα μετανοεῖν. Φίλιππος δέ, ὃς δοκεῖ δεινότατος γενέσθαι τῶν βασιλέων, Ἀριστοτέλην ἐπηγάγετο τῷ υἱεῖ Ἀλεξάνδρῳ διδάσκαλον καὶ ἄρχοντα, ὡς αὐτὸς οὐχ ἱκανὸς ὢν παιδεῦσαι τὴν βασιλικὴν ἐπιστήμην· ἀλλὰ τῶν μὲν ἄλλων Μακεδόνων καὶ Θρᾳκῶν καὶ Ἰλλυριῶν καὶ τῶν Ἑλλήνων ἁπάντων ἠξίου ἄρχειν, τὸν δὲ υἱὸν ἑτέρῳ παρεδίδου ἀρχθησόμενον, καὶ τοσαύταις μυριάσι προστάττων ἑνὶ ἐκείνῳ προστάττειν οὐχ ὑπέμενεν. οὐ γὰρ ἴσον ἡγεῖτο κίνδυνον εἶναι αὑτῷ, εἰ περὶ τοὺς ἄλλους ἐξαμαρτάνοι εἴ τι περὶ τὸν υἱόν.
§5 καίτοι πρότερον αὐτὸς ἐν Θήβαις ὁμηρεύων Πελοπίδᾳ τε συνῆν, ἀνδρὶ πεπαιδευμένῳ, ὥστε καὶ ἐραστὴν ἔφασαν αὐτοῦ τὸν Πελοπίδαν γενέσθαι, καὶ Ἐπαμεινώνδου τά τε ἔργα ἑώρα καὶ τῶν λόγων δὲ ἤκουεν, ὃς οὐκ ἀπὸ ταὐτομάτου τοσοῦτον ἴσχυσεν ἐν τοῖς Ἕλλησι καὶ τοσαύτην μεταβολὴν ἐποίησεν, ὥστε καταλῦσαι Λακεδαιμονίους τοσοῦτον χρόνον ἄρχοντας, ἀλλὰ Λύσιδι ὁμιλήσας τῷ Πυθαγόρου μαθητῇ. ὅθεν οἶμαι πολὺ διήνεγκεν Φίλιππος τῶν πρότερον ἐν Μακεδονίᾳ βασιλευσάντων. ἀλλὅμως τοιαύτης παιδείας ἐπιτυχὼν οὐκ ἐθάρρει τὸν Ἀλέξανδρον αὐτὸς διδάσκειν.
§6 εὕροι δἄν τις σπανίως μὲν φιλοσόφους ἄρξαντας ἐν τοῖς ἀνθρώποις, λέγω δὲ τὰς ὠνομασμένας ἀρχάς, στρατηγοὺς σατράπας βασιλέας καθισταμένους· πλεῖστα δὲ καὶ μέγιστα ἀπολαύσαντας αὐτῶν ἀγαθὰ τοὺς ἀρχομένους· Σόλωνος μὲν Ἀθηναίους καὶ Ἀριστείδου καὶ Περικλέους τοῦ Ἀναξαγόρου μαθητοῦ, Θηβαίους δὲ Ἐπαμεινώνδου, Ῥωμαίους δὲ Νόμα, ὅν φασί τινες τῆς Πυθαγόρου σοφίας μετασχεῖν· Ἰταλιώτας δὲ σύμπαντας τῶν Πυθαγορικῶν, τοσοῦτον χρόνον εὐδαιμονήσαντας καὶ μετὰ πλείστης ὁμονοίας καὶ εἰρήνης πολιτευσαμένους, ὅσον ἐκεῖνοι χρόνον τὰς πόλεις διεῖπον.
§7 καὶ κοινῇ δὲ τὰ ἰσχυρότατα τῶν ἐθνῶν, ἐπειδὴ οὐ δύνανται ἀεὶ βασιλεύεσθαι ὑπὸ τῶν φιλοσόφων, ἐπιστάτας τοῖς βασιλεῦσι καὶ ἄρχοντας τούτους ἀπέδειξαν· Πέρσαι μὲν οἶμαι τοὺς καλουμένους παραὐτοῖς μάγους, οἳ τῆς φύσεως ἦσαν ἔμπειροι καὶ τοὺς θεοὺς ᾔδεσαν ὡς δεῖ θεραπεύειν· Αἰγύπτιοι δὲ τοὺς ἱερέας, οἳ τὴν αὐτὴν ἐπιστήμην εἶχον τοῖς μάγοις, τῶν θεῶν ἐπιμελούμενοι καὶ τὰ ξύμπαντα γιγνώσκοντες ὅπῃ τε καὶ ὅπως ἔχοι· Ἰνδοὶ δὲ βραχμᾶνας, ἐγκρατείᾳ καὶ δικαιοσύνῃ διαφέροντας καὶ τῇ πρὸς τὸ θεῖον φιλίᾳ, ὅθεν μᾶλλον ἴσασι τὰ μέλλοντα οἱ ἄλλοι ἄνθρωποι τὰ παρόντα αὐτοῖς·
§8 Κελτοὶ δὲ οὓς ὀνομάζουσι Δρυΐδας, καὶ τούτους περὶ μαντικὴν ὄντας καὶ τὴν ἄλλην σοφίαν· ὧν ἄνευ τοῖς βασιλεῦσιν οὐδὲν ἐξῆν πράττειν οὐδὲ βουλεύεσθαι, ὥστε τὸ μὲν ἀληθὲς ἐκείνους ἄρχειν, τοὺς δὲ βασιλέας αὐτῶν ὑπηρέτας καὶ διακόνους γίγνεσθαι τῆς γνώμης ἐν θρόνοις χρυσοῖς καθημένους καὶ οἰκίας μεγάλας οἰκοῦντας καὶ πολυτελῶς εὐωχουμένους. καὶ γὰρ δὴ τοῦτον εἰκός ἐστι πᾶσαν ἀρχὴν ἱκανώτατα διοικῆσαι, ὃς τὴν χαλεπωτάτην ἀρχὴν διηνεκῶς ἄρχων δύναται παρέχειν ἀναμάρτητον αὑτόν.
§9 τοίνυν φιλόσοφος ἀεὶ αὑτοῦ ἄρχει· τῷ παντὶ χαλεπώτερον συμπάντων μὲν Ἑλλήνων, συμπάντων δὲ βαρβάρων βασιλεύειν. ποῖον μὲν γὰρ οὕτως ἄγριον ἀνθρώπων γένος ἐστὶν ὡς ὀργαί τε καὶ φθόνοι καὶ φιλονικίαι, ὧν αὐτὸν ἐγκρατῆ εἶναι δεῖ; ποῖον δὲ οὕτω πανοῦργον καὶ ἐπίβουλον καὶ προδοτικὸν ὡς ἡδοναί τε καὶ ἐπιθυμίαι, ὧν αὐτὸν οὐδέποτε ἡττᾶσθαι δεῖ; ποῖον δὲ οὕτω βίαιον καὶ καταπληττόμενον καὶ ταπεινοῦν τὰς ψυχὰς ὡς φόβοι τε καὶ λῦπαι, οἷς οὔποτε αὐτὸν πρέπει ὑπείκοντα ὀφθῆναι;
§10 ποῖα δὲ ὅπλα, ποῖα δὲ ἐρύματα πρὸς ταῦτα προβέβληται, οἷα οἵ τε βασιλεῖς καὶ στρατηγοὶ πόλεως πρὸς τοὺς πολεμίους; ποίοις δὲ συμμάχοις δορυφόροις ἐπὶ ταῦτα χρῆσθαι δυνατόν, εἰ μή γε τοῖς σοφοῖς καὶ φρονίμοις λόγοις; τίσι δὲ ἄλλοις ἐντείλασθαι φυλακὰς ἐπιτρέψαι φρουρεῖν, ποίοις χρήσασθαι διακόνοις; ἆροὐκ αὐτὸν δεῖ καὶ νύκτωρ καὶ μεθἡμέραν φροντίζοντα καὶ ἀγρυπνοῦντα τὴν φυλακὴν ταύτην ἔχειν, ὅπως μὴ λάθῃ αὑτὸν ἤτοι ἀνασεισθεὶς ὑπὸ ἡδονῶν καταπλαγεὶς ὑπὸ φόβων παρακρουσθεὶς ὑπὸ ἐπιθυμίας ταπεινωθεὶς ὑπὸ λύπης, ὥστε ἀποστῆναι τῶν βελτίστων καὶ δικαιοτάτων ἔργων προδότης αὑτοῦ γενόμενος;
§11 τῷ δὲ τὴν ἀρχὴν ταύτην ἰσχυρῶς καὶ ἐγκρατῶς ἄρχοντι οὐ χαλεπὸν ἤδη καὶ συμπάντων ἀνθρώπων κρείττω γίγνεσθαι. ὁπόταν δὲ ταῦτα διεξίω περὶ τῶν φιλοσόφων, μηδείς με ἡγείσθω πρὸς τὸ σχῆμα ἀφορῶντα λέγειν καὶ πρὸς τὸ ὄνομα. οὔτε γὰρ τὸν οἶνον ἐκ τοῦ κεράμου κρίνουσιν οἱ νοῦν ἔχοντες· πολλάκις γὰρ εὑρήσεις ἐν σπουδαίῳ κεράμῳ τὸν ἐκ τῶν καπηλείων οἶνον ἐξεστηκότα· οὔτε τὸν ἄνδρα τὸν πεπαιδευμένον ἐκ τοῦ σχήματος.
§12 τοὺς μέντοι πολλοὺς οὐ θαυμάζω ἐξαπατᾶσθαι ὑπὸ τοῦ τοιούτου. τὸν γὰρ Ὀδυσσέα καὶ τὸν Ἶρον οἱ μνηστῆρες συνέβαλον διὰ τὸ σχῆμα ὡς οὐδὲν διαφέροντας. ἔφη δέ τις τῶν ὀλίγῳ πρότερον φιλοσόφων οὐ φαῦλον, τὸ Ἰσμηνίου τοῦτο μάλιστα ἀγανακτεῖν, τὸ καλεῖσθαι αὐλητὰς τοὺς τυμβαύλας, οὐ παντελῶς ὅμοιον ὄν, ἐμοὶ δοκεῖ. οὐ γὰρ βλάπτουσιν οὐδὲν οἱ τυμβαῦλαι τοὺς νεκροὺς οὐδἐνοχλοῦσιν, τῶν δὲ προσποιουμένων φιλοσοφεῖν ἔνιοι καὶ πολλὰ χαλεπὰ ἐργάζονται.
§13 ἀλλὰ τοῦ γε ὄντως φιλοσόφου τὸ ἔργον οὐχ ἕτερόν ἐστιν ἀρχὴ ἀνθρώπων. ὅστις δὲ ὀκνεῖ τὴν αὑτοῦ πόλιν ἑκοῦσαν καὶ ἐπικαλουμένην διοικεῖν, οὐ φάσκων ἱκανὸς εἶναι, ὅμοιός ἐστιν ὥσπερ εἴ τις τὸ μὲν ἑαυτοῦ σῶμα θεραπεύειν μὴ θέλοι, ἀξιῶν ἰατρὸς εἶναι, ἄλλους δὲ ἀνθρώπους ἰατρεύοι προθύμως ἀργύριον τιμὰς λαμβάνων, ὥσπερ ἐλάττω μισθὸν ὄντα ἑτέρου μισθοῦ τὴν ὑγίειαν, εἴ τις ἀξιῶν ἱκανὸς εἶναι παιδοτρίβης γραμμάτων διδάσκαλος ἀλλοτρίους μὲν παῖδας θέλοι διδάσκειν, τοὺς δὲ αὑτοῦ πέμποι πρὸς ἄλλον τινὰ τῶν φαυλοτέρων, εἴ τις ἀμελήσας τῶν ἑαυτοῦ γονέων ἀλλοτρίους ἐθέλοι προτιμᾶν, οὓς ἂν αἴσθηται πλουσιωτέρους ἐκείνων μᾶλλον ἐνδόξους.
§14 οὔτε γὰρ δικαιότερον οὔτε μὰ Δία ἥδιον τῶν ἀναγκαίων ὑπεριδόντα τοῖς μηδὲν προσήκουσιν ὠφέλιμον γίγνεσθαι. ʽοὐκοῦν τό γε ἀκόλουθόν ἐστι τοῖς λόγοις τούτοις ἄρχειν αὐτὸν βουλομένων ἡμῶν̓. ἀλλεὖ ἴστε ὅτι εἰ μή τι ἦν ἀδύνατον, οὐκ ἂν περιέμενον ὥστε ὑμᾶς ἀξιοῦν, ἀλλαὐτὸς ἂν ἠξίουν καὶ παρεκάλουν. ἓν γάρ τι καὶ τοῦτό ἐστι τῶν καλῶν καὶ σωφρόνων, αὐτὸν παραγγέλλοντα καὶ χάριν εἰδότα τῆς χειροτονίας ἄρχειν τῶν πολιτῶν, ἀλλὰ μὴ καθαιροῦντα μηδὲ ἄτιμον τὸ πρᾶγμα ποιήσαντα.
§15 τί οὖν ἐστι τὸ ἀδύνατον ἐν τῷ παρόντι; ἐγὼ μὲν καὶ τἄλλα ἀξιῶ πιστεύεσθαι, ἐφὧν λέγω· οὐδέποτε γὰρ ὑμᾶς ἐξηπάτησα, ὡς ἐγὼ νομίζω, ὑπὲρ οὐδενός· οὐδὲ πρότερον ἄλλως διανοούμενος εἶπον, ἀλλἀεὶ πλείους ἀσχολίαι καταλιπεῖν μέχρι τοῦδε οὐχ ἑκόντα με κατέσχηκεν. τὸ δὲ νῦν οὐκέτι ἐγχωρεῖ σχεδόν. οὔτε γὰρ ἐμοὶ οὔτε ἴσως ὑμῖν ἄμεινόν ἐστιν ἐμὲ διατρίβειν ἐνθάδε. ὥστε παραιτοῦμαι τὴν ψῆφον. ἐπίσταμαι γὰρ ὅτι οὐκ ἂν ἐδεήθη ἐξετάσεως, ἀλλὰ ὥσπερ πρότερον ἐν τῷ φανερῷ πάντες ἐψηφίσασθε, ὁπότε με ὑπενοήσατε βούλεσθαι, τὸ αὐτὸ καὶ νῦν ἂν ἐποιήσατε. ἀλλοὐκ ἔχω οὕτως, ἀλλἵνα μὲν ἄρξω, ἐπίσταμαι ὅτι οὐκ ἂν ἔδει με παρακαλεῖν, ἵνα δὲ ἀφεθῶ, ὑπὲρ τούτου παρακαλῶν οὐκ αἰσχύνομαι.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up