Dio Chrysostom Orationes
EN Lat Orig
(1)περὶ ΒΑΣΙΛΕΙΑΣ α. (2)περὶ ΒΑΣΙΛΕΙΑΣ β. (3)περὶ ΒΑΣΙΛΕΙΑΣ γ. (4)περὶ ΒΑΣΙΛΕΙΑΣ δ. Oration 5: A Libyan Myth (6)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΤΥΡΑΝΝΙΔΟΣ (13)ΕΥΒΟΙΚΟΣ ἢ ΚΥΝΗΓΟΣ. (7)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΑΡΕΤΗΣ. (8)ΔΙΟΓΕΝΗΣ ἢ ΙΣΘΜΙΚΟΣ. (9)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΟΙΚΕΤΩΝ. (10)ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ. (11)Ὀλυμπικὸς ἢ περὶ τῆς πρώτης τοῦ θεοῦ ἐννοίας (12)ἐν ΑΘΗΝΑΙΣ περὶ ΦΥΓΗΣ. Oration 69: On Fondness for Listening Oration 70: On Retirement Oration 71: On Beauty Oration 72: On Peace and War Oration 73: That the Wise Man Is Happy Oration 74: On Happiness Oration 75: On the Daemon Oration 76: On Deliberation Oration 77: On Conversation at Banquets Oration 79: Melancomas II Oration 78: Melancomas I Oration 80: Charidemus Oration 14: The Rhodian Oration (15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ. Oration 16: 1st Tarsic Discourse Oration 17: 2nd Tarsic Discourse (35)ἐν ΚΕΛΑΙΝΑΙΣ τῆς ΦΡΥΓΙΑΣ. Oration 19: The Borysthenitic Discourse Oration 20: The Corinthian Oration Oration 21: To the Nicomedians on Concord with the Nicaeans Oration 22: On Concord in Nicaea Oration 23: On Concord with the Apameans Oration 24: To the Apameans on Concord Oration 25: A Discourse in His Homeland Oration 26: A Political Address in His Homeland Oration 27: A Complimentary Address to His Homeland Oration 28: An Account of His Relations with His Homeland Oration 29: Before Philosophising in His Homeland Oration 30: A Public Address in His Homeland Oration 31: A Political Address in the Assembly Oration 32: Renunciation of Office before the Council Oration 33: On Public Works before the Council Oration 34: To Diodorus Oration 35: On Aeschylus, Sophocles, and Euripides Oration 36: On Homer Oration 37: On Socrates Oration 38: On Homer and Socrates Oration 39: Agamemnon, or On Kingship Oration 40: Nestor Oration 41: Achilles Oration 42: Philoctetes Oration 43: Nessus, or Deianira Oration 44: Chryseis Oration 45: On Kingship and Tyranny Oration 46: On Fortune I Oration 47: On Fortune II Oration 48: On Fortune III Oration 49: On Reputation I Oration 50: On Reputation II Oration 51: On Reputation III Oration 52: On Virtue Oration 53: On Philosophy Oration 54: On the Philosopher Oration 55: On Personal Appearance Oration 56: On Trust Oration 57: On Distrust Oration 58: On Law Oration 59: On Custom Oration 60: On Envy Oration 62: On Wealth Oration 63: To the Cilicians on Freedom Oration 64: On Slavery and Freedom I Oration 65: On Slavery and Freedom II Oration 66: On Grief Oration 67: On Greed Oration 68: On the Practice of Oratory
Oration 75: On the Daemon
§1 Φασὶ τοὺς φιλοσόφους λέγειν ὡς ἄρα εὐδαίμων εἴη μόνος σοφός. — Δ. Λέγουσι γάρ. — Ἆροὖν ἀληθῆ σοι δοκοῦσι λέγειν; — Δ. Ἔμοιγε. — Τί οὖν οὐχὶ κἀμοὶ ἔφρασας τὴν διάνοιαν τῶν; — Δ. Ἐὰν ἐμοὶ σὺ πρῶτον εἴπῃς ,τι νομίζεις τὸν δαίμονα εἶναι. — Ἐγὼ μὲν τὸ κρατοῦν ἑκάστου καὶ καθὃν ζῇ τῶν ἀνθρώπων ἕκαστος, ὁμοίως μὲν ἐλεύθερος, ὁμοίως δὲ δοῦλος, καὶ πλούσιος καὶ πένης καὶ βασιλεὺς καὶ ἰδιώτης, καὶ πράττει ὅσα ἂν πράττῃ. — Δ. Τοῦτο δὲ ἐν αὐτῷ νομίζεις εἶναι τῷ ἀνθρώπῳ, τὸ κρατοῦν ἑκάστου, δαίμονα καλεῖς, ἔξωθεν ὂν ἄρχον τι καὶ κύριον τοῦ ἀνθρώπου; —
§2 Ἔγωγε. — Δ. Ἆρά γε ἄνθρωπον ἕτερον; ἔστι γάρ που ἄνθρωπος μὲν ἑνός τινος κρατῶν, δὲ πολλῶν, καὶ ἄγων ὅπῃ τε καὶ ὅπως αὐτὸς βούλεται ἤτοι πειθοῖ βίᾳ καὶ ἀμφοτέροις. λέγω δὲ οὐδὲν ἄγνωστον, ἀλλὰ τούς τε δημαγωγούς, οἷς πάντα πείθονται αἱ πόλεις καὶ ὅπως ἂν ἐκεῖνοι ἐξηγῶνται καὶ συμβουλεύωσιν, οὕτω πράττουσιν, ἐάν τε πολεμεῖν συμβουλεύωσιν ἐάν τε εἰρήνην ἄγειν ἐάν τε τείχη οἰκοδομεῖσθαι ἐάν τε τριήρεις κατασκευάζεσθαι ἐάν τε θυσίας θύειν ἐάν τε ἐκβάλλειν τινὰς αὐτῶν χρήματα ἀφαιρεῖσθαι καὶ ἀποσφάττειν· καὶ τοὺς βασιλέας καὶ τοὺς τυράννους, ὁμοίως δὲ καὶ τοὺς δεσπότας τῶν οἰκετῶν, ὅσοι ἀργύριον καταβαλόντες ἄλλῳ τῳ τρόπῳ κέκτηνταί τινα·
§3 ὡς ἂν εἰ Λυκοῦργόν τε Λακεδαιμονίων δαίμονα καλοῖς ʽἐκείνου γὰρ κελεύσαντος ἔτι νῦν μαστιγοῦνται Λακεδαιμόνιοι καὶ θυραυλοῦσι καὶ γυμνητεύουσι καὶ ἄλλα πολλὰ καὶ χαλεπὰ δόξαντα ἂν ἑτέροις ἀνέχονταἰ καὶ Πεισίστρατον Ἀθηναίων τῶν πρότερον. οἶσθα γὰρ δήπου ὅτι Πεισιστράτου προστατοῦντος καὶ ἄρχοντος εἰς μὲν τὴν πόλιν οὐ κατῄεσαν δῆμος, ἐν δὲ τῇ χώρᾳ διατρίβοντες γεωργοὶ ἐγίγνοντο· καὶ τὴν Ἀττικήν, πρότερον ψιλὴν καὶ ἄδενδρον οὖσαν, ἐλαίαις κατεφύτευσαν, Πεισιστράτου προστάξαντος· καὶ τἄλλα ὅπως ἐκεῖνος ἐβούλετο, οὕτως ἔπραττον.
§4 ὕστερον δὲ ἴσως ἄλλους τε φαίη τις ἂν καὶ Θεμιστοκλέα καὶ Περικλέα γενέσθαι ʽοὐ γὰρ ἀνήκοος δήπου τυγχάνεις περὶ τοῖν ἀνδροῖντὸν μέν, ὅτι ναυμαχεῖν Ἀθηναίους ἠνάγκασε πεζοὺς πρότερον ὄντας καὶ τὴν χώραν καὶ τὴν πόλιν προεμένους τοῖς βαρβάροις καὶ θεῶν ἱερὰ καὶ τάφους προγόνων ἐν ταῖς ναυσὶ ποιήσασθαι πάντα τὰ σφέτερα πράγματακαὶ ὕστερον τὸν Πειραιᾶ τειχίσαι πλειόνων ἐνενήκοντα σταδίων καὶ ἄλλα τοιαῦτα προσέταξεν αὐτοῖς, ὧν τὰ μὲν ἐπὶ τοσοῦτον ἔπραττον ἐφὅσον ἐκεῖνος παρῆν, τὰ δὲ καὶ φυγόντος αὐτοῦ καὶ τελευτήσαντος. καὶ μετὰ ταῦτα ἄλλους τινὰς ἴσως φήσεις δαίμονας γεγονέναι τῶν Ἀθηναίων, οἷον Ἀλκιβιάδην τὸν Κλεινίου καὶ Νικίαν καὶ Κλέωνα καὶ Ὑπέρβολον, τοὺς μέν τινας ἐπιεικεῖς τυχόν, τοὺς δὲ πάνυ πονηρούς τε καὶ χαλεπούς.
§5 ἔτι δὲ Κῦρον Περσῶν ἀπὸ χρόνου τινὸς δαίμονα γενέσθαι καὶ βασιλικόν τινα καὶ ἐλευθέριον, ὃς δουλεύοντας αὐτοὺς Μήδοις πρότερον εἰς ἐλευθερίαν ἀφείλετο καὶ πάντων ἀπέφηνε δεσπότας τῶν κατὰ τὴν Ἀσίαν. ἔτι δὲ Καμβύσην καὶ Δαρεῖον καὶ τοὺς ἄλλους τοὺς ἐφεξῆς, τὸν μὲν Καμβύσην τά τε χρήματα αὐτῶν ἀναλίσκοντα καὶ αὐτοὺς κατατοξεύοντα καὶ στρατείας προστάσσοντα χαλεπὰς καὶ συνεχεῖς καὶ μηδέποτε ἐῶντα οἴκοι μένειν· τὸν δὲ Δαρεῖον χρήματα μὲν ὡς οἷόν τε πολλὰ συναγαγόντα καὶ τῇ χώρᾳ γενόμενον αἴτιον ὅπως ἐργασθήσεται, πολέμους δὲ καὶ τοῦτον ἀναγκάζοντα πολεμεῖν χαλεποὺς καὶ ἐπικινδύνους, καθάπερ οἶμαι τὸν πρὸς Σκύθας καὶ τὸν πρὸς Ἀθηναίους.
§6 οὕτω δὲ καὶ Νουμᾶν μὲν Ῥωμαῖοι τυχὸν ἂν λέγοιεν αὑτῶν δαίμονα, Καρχηδόνιοι δὲ Ἄννωνα καὶ Ἀννίβαν, Μακεδόνες δὲ Ἀλέξανδρον Φίλιππον, ὃς Μακεδόνας ταπεινοὺς ὄντας καὶ ἀσθενεῖς, καὶ τοῦ πατρὸς αὐτοῦ παραχωρήσαντος Ὀλυνθίοις τῆς ἀρχῆς, ἰσχυροὺς ἐποίησε καὶ πολεμικοὺς καὶ μικροῦ δεῖν ἁπάσης Εὐρώπης ἐγκρατεῖς. Ἀλέξανδρος δὲ ὕστερον μετ̓ ἐκεῖνον εἰς τὴν Ἀσίαν ἐξαγαγὼν ἅμα μὲν πλουσιωτάτους ἁπάντων ἀνθρώπων ἀπέδειξεν, ἅμα δὲ πενιχροτάτους, καὶ ἅμα μὲν ἰσχυρούς, ἅμα δὲ ἀσθενεῖς, φυγάδας τε καὶ βασιλέας τοὺς αὐτούς, Αἴγυπτον μὲν καὶ Βαβυλῶνα καὶ Σοῦσα καὶ Ἐκβάτανα προσθείς, Αἰγὰς δὲ καὶ Πέλλαν καὶ Δῖον ἀφελόμενος.
§7 Καρχηδονίους δὲ Ἄννων μὲν ἀντὶ Τυρίων ἐποίησε Λίβυας, καὶ Λιβύην κατοικεῖν ἀντὶ Φοινίκης, καὶ χρήματα πολλὰ κεκτῆσθαι καὶ συχνὰ ἐμπόρια καὶ λιμένας καὶ τριήρεις, καὶ πολλῆς μὲν γῆς, πολλῆς δὲ θαλάττης ἄρχειν. Ἀννίβας δὲ πρὸς τῇ Λιβύῃ καὶ τῆς Ἰταλίας αὐτῆς κρατῆσαι παρέσχεν ἑπτακαίδεκα ἔτη. αὖθις δὲ αἴτιος ἐγένετο ἀναστάτους γενέσθαι καὶ τὴν πόλιν αὐτὴν μεταβαλεῖν ὑπὸ Ῥωμαίων, πολλοὺς πρότερον τῶν Ῥωμαίων ἀπολέσας, καὶ μικρὸν ἀποσχὼν αὐτὴν ἑλεῖν τὴν Ῥώμην, οὐ βουληθεὶς δέ, ὥς φασι, διὰ τοὺς οἴκοι ἀντιστασιώτας. καὶ τοῦτον ἴσως οὔτε Καρχηδονίοις οὔτε Ῥωμαίοις ἀγαθὸν δαίμονα προσήκει αὑτῶν καλέσαι.
§8 Νουμᾶς δὲ τὴν Ῥώμην παραλαβὼν μικρὰν καὶ ἄδοξον, ἔτι δὲ ἐν ἀλλοτρίᾳ χώρᾳ διῳκισμένην καὶ σύγκλυδας καὶ πονηροὺς ἔχουσαν τοὺς ἐνοικοῦντας, ἔτι δὲ τοῖς προσχώροις πᾶσιν ἐχθροὺς καὶ πένητας καὶ ἀγρίους καὶ ἐπικινδύνως ζῶντας διὰ τὴν Ῥωμύλου χαλεπότητα, τήν τε γῆν αὐτοὺς βεβαίως ἔχειν ἐποίησε καὶ φίλους εἶναι τοῖς περιοίκοις καὶ νόμους καὶ θεοὺς καὶ πολιτείαν κατεστήσατο, καὶ πάσης αἴτιος ὑπῆρξε τῆς λεγομένης ὕστερον εὐδαιμονίας.
§9 ἔχοιμι δἂν καὶ περὶ τῶν ἄλλων λέγειν πόλεων καὶ γενῶν καὶ ἀνθρώπων τὸν αὐτὸν τρόπον εὖ τε καὶ κακῶς πραξάντων διά τινας ἄρχοντας αὐτῶν γενομένους καὶ προστάτας· ἀλλὰ ἱκανῶς οἶμαι τὴν ἐμαυτοῦ διάνοιαν ἐνδεδεῖχθαι. εἰ δὴ τούτους καλεῖς δαίμονας ὡς τῶν ὑπαὐτοῖς καὶ δι᾽ οὓς ἕκαστοι βέλτιον χεῖρον ἔπραξαν, ἡδέως ἂν ἀκούοιμι.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up