Dio Chrysostom Orationes
EN Lat Orig
(1)περὶ ΒΑΣΙΛΕΙΑΣ α. (2)περὶ ΒΑΣΙΛΕΙΑΣ β. (3)περὶ ΒΑΣΙΛΕΙΑΣ γ. (4)περὶ ΒΑΣΙΛΕΙΑΣ δ. Oration 5: A Libyan Myth (6)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΤΥΡΑΝΝΙΔΟΣ (13)ΕΥΒΟΙΚΟΣ ἢ ΚΥΝΗΓΟΣ. (7)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΑΡΕΤΗΣ. (8)ΔΙΟΓΕΝΗΣ ἢ ΙΣΘΜΙΚΟΣ. (9)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΟΙΚΕΤΩΝ. (10)ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ. (11)Ὀλυμπικὸς ἢ περὶ τῆς πρώτης τοῦ θεοῦ ἐννοίας (12)ἐν ΑΘΗΝΑΙΣ περὶ ΦΥΓΗΣ. Oration 69: On Fondness for Listening Oration 70: On Retirement Oration 71: On Beauty Oration 72: On Peace and War Oration 73: That the Wise Man Is Happy Oration 74: On Happiness Oration 75: On the Daemon Oration 76: On Deliberation Oration 77: On Conversation at Banquets Oration 79: Melancomas II Oration 78: Melancomas I Oration 80: Charidemus Oration 14: The Rhodian Oration (15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ. Oration 16: 1st Tarsic Discourse Oration 17: 2nd Tarsic Discourse (35)ἐν ΚΕΛΑΙΝΑΙΣ τῆς ΦΡΥΓΙΑΣ. Oration 19: The Borysthenitic Discourse Oration 20: The Corinthian Oration Oration 21: To the Nicomedians on Concord with the Nicaeans Oration 22: On Concord in Nicaea Oration 23: On Concord with the Apameans Oration 24: To the Apameans on Concord Oration 25: A Discourse in His Homeland Oration 26: A Political Address in His Homeland Oration 27: A Complimentary Address to His Homeland Oration 28: An Account of His Relations with His Homeland Oration 29: Before Philosophising in His Homeland Oration 30: A Public Address in His Homeland Oration 31: A Political Address in the Assembly Oration 32: Renunciation of Office before the Council Oration 33: On Public Works before the Council Oration 34: To Diodorus Oration 35: On Aeschylus, Sophocles, and Euripides Oration 36: On Homer Oration 37: On Socrates Oration 38: On Homer and Socrates Oration 39: Agamemnon, or On Kingship Oration 40: Nestor Oration 41: Achilles Oration 42: Philoctetes Oration 43: Nessus, or Deianira Oration 44: Chryseis Oration 45: On Kingship and Tyranny Oration 46: On Fortune I Oration 47: On Fortune II Oration 48: On Fortune III Oration 49: On Reputation I Oration 50: On Reputation II Oration 51: On Reputation III Oration 52: On Virtue Oration 53: On Philosophy Oration 54: On the Philosopher Oration 55: On Personal Appearance Oration 56: On Trust Oration 57: On Distrust Oration 58: On Law Oration 59: On Custom Oration 60: On Envy Oration 62: On Wealth Oration 63: To the Cilicians on Freedom Oration 64: On Slavery and Freedom I Oration 65: On Slavery and Freedom II Oration 66: On Grief Oration 67: On Greed Oration 68: On the Practice of Oratory
Oration 77: On Conversation at Banquets
§1 Οἱ ἄνθρωποι γίγνονται καταφανεῖς ὁποίαν ἔχουσι διάνοιαν ἕκαστος ἐν ταῖς πανηγύρεσιν οὐχ ἧττον ἐν τοῖς συμποσίοις, πλὴν ὅτι ποικιλώτερον τὸ τῶν πανηγύρεων καὶ χρόνου πλείονος. οὐκοῦν εἰς τὰ συμπόσια δήπου οἱ μέν τινες ἀφικνοῦνται τοῦ πιεῖν ἕνεκεν καὶ οὐθὲν ἄλλο πράττουσιν, ὥσπερ οἱ διψῶντες τῶν ὁδοιπόρων, ἐπειδὰν ἔλθωσιν ἐπὶ κρήνην τινά, πίνουσιν ἐπικύψαντες. ἀλλὰ ἐκεῖνοι μὲν ἐμπλησθέντες καὶ τὸ δίψος ἀποσβέσαντες ἡσυχῇ ἀπαλλάττονται, οὔτε πράξαντες οὔτε εἰπόντες ἄτοπον οὐδέν· οἱ δὲ πολλὰ καὶ δυσχερῆ ἐνίοτε καὶ λέγουσι καὶ δρῶσιν.
§2 οὐ γὰρ ὁμοίως ὑποδέχονται τοὺς δεομένους αὐτῶν αἵ τε Νύμφαι καὶ Διόνυσος· ἀλλὰ ἅτε διθύραμβος ὢν Διόνυσος καὶ ὑπὸ κεραυνοῦ καὶ βροντῆς γενόμενος, ὥς φασιν οἱ ποιηταί, τοὺς ἀμαθέστερον χρωμένους ἀτεχνῶς πυρὸς πίμπλησι καὶ τῷ ὄντι πολλοὺς αὐτῶν ἐμβροντήτους ἐποίησεν. οὗτοι μὲν οὖν σχεδόν τι μαινόμενοι πολλὰ κακὰ δρῶσιν, ὥσπερ Ὅμηρός φησι τὸν Κένταυρον μεθυσθέντα ἐν τῇ τοῦ Πειρίθου οἰκίᾳ κακὰ ἐργάσασθαι.
§3 καὶ ἄλλοι δὲ φύσει ἀδολέσχαι οἷον ἀκροατῶν τινων λαβόμενοι τῶν συμποτῶν ἀναισθήτους καὶ μακροὺς διατίθενται λόγους· οἱ δὲ ᾅδουσι καὶ ἀπᾴδουσι, σφόδρα ἄμουσοι ὄντες, καὶ σχεδόν τι μᾶλλον λυποῦσι τῶν μαχομένων καὶ λοιδορουμένων. ἕτεροι δὲ αὐστηροὶ καὶ σώφρονες εἶναι λέγοντες ἀποκναίουσιν ἀηδίᾳ, μήτε ποτοῦ τὸ μέτριον μήτε λαλιᾶς κοινωνεῖν ἀξιοῦντες.
§4 ὃς δἂν πρᾷος ἀνὴρ καὶ τὸν τρόπον ἱκανῶς ἡρμοσμένος, τῶν τε ἄλλων ῥᾳδίως ὑπομένει τὴν δυσκολίαν καὶ αὐτὸς ὡς οἷόν τε ἀμαθῆ χορὸν εἰς τὸ δέον καθιστὰς ῥυθμῷ τε καὶ μέλει τῷ προσήκοντι, τούς τε οἰκείους λόγους εἰσφέρων καὶ δεξιότητι καὶ πειθοῖ προσαγόμενος τοὺς παρόντας, ὥστε ἐμμελέστερον καὶ φιλικώτερον ξυνεῖναι ἀλλήλοις.
§5 τὰ μὲν δὴ τῶν συμποσίων τοιαῦτα· ἀφικνοῦνται δὲ καὶ πρὸς τὰς πανηγύρεις, οἱ μὲν ἱστορίας ἕνεκεν τῶν τε ἄλλων θεαμάτων καὶ τῶν ἀγώνων· καὶ τούτων ὅσοι σφόδρα ἐσπουδακότες περὶ τὸ πρᾶγμα, διατελοῦσιν οὐθὲν ἄλλο πράττοντες ἐξ ἑωθινοῦ· πολλοὶ δὲ ὤνια κομίζοντες παντοδαπά, ἀγοραῖος ὄχλος, οἱ δέ τινες ἑαυτῶν ἐπιδειξόμενοι τέχνας καὶ δημιουργίας,
§6 ἄλλοι δὲ σοφίαν τινὰ αὑτῶν ἐκφαίνοντες, πολλοὶ μὲν ποιήματα ἐπιδεικνύντες τραγῳδίας τε καὶ ἐπῶν, πολλοὶ δὲ καταλογάδην συγγράμματα, τὸν σχολῆς ἕνεκεν ἥκοντα καὶ ῥᾳθυμεῖν βουλόμενον ἐνοχλοῦντες· οὗτοι δὲ μάλιστα ἐοίκασι τοῖς μινυρίζουσι καὶ ᾅδουσιν ἐν τοῖς συμποσίοις, ὧν ἐξ ἀνάγκης ἀκούειν ἔστι, κἂν μὴ θέλῃ τις. ἐν τούτοις δυνάμενος λόγους εἰπεῖν ὠφελίμους καὶ συμφέροντας καὶ τὴν ὅλην σύνοδον εὐσχημονεστέραν καὶ ἀμείνω παρασχεῖν, οὗτος ὑπὸ τῆς ταραχῆς καὶ τοῦ πλήθους τῶν ἄλλων ἡσυχίαν ἄγει καὶ τρέπεται καθαὑτόν.
§7 πεπόνθασι γὰρ δὴ οἱ πολλοὶ πρὸς τοὺς ἐκ φιλοσοφίας λόγους ὅπερ οἶμαι πρὸς τὰ τῶν ἰατρῶν φάρμακα. οὔτε γάρ τις ἐκείνοις εὐθὺς πρόσεισιν οὐδὲ ὠνεῖται, πρὶν περιπεσεῖν φανερῷ νοσήματι καὶ ἀλγῆσαί τι τοῦ σώματος· οὔτε τῶν τοιούτων λόγων ἀκούειν ἐθέλουσιν ὡς τὸ πολύ, ὅτῳ ἂν μὴ λυπηρόν τι ξυνενεχθῇ καὶ τῶν δοκούντων χαλεπῶν.
§8 αὐτίκα τὸν εὐτυχοῦντα, ὁποίαν τινά φασιν οἱ πολλοὶ τὴν εὐτυχίαν, οἷον χρήματα ἐκ δανείων τὰ πολλὰ χώραν ἱκανὴν κεκτημένον καὶ αὐτὸν ὑγιαίνοντα καὶ τέκνων σῳζομένων καὶ γυναικός, καί τινα δύναμιν καὶ ἀρχὴν ἔχοντα μεγάλην ἄνευ πολέμου καὶ στάσεως καί τινων φανερῶν κινδύνων, οὐκ ἂν εὕροι τις ῥᾳδίως προσιόντα τοῖς τοιούτοις οὐδὲ ἀξιοῦντα κοινωνεῖν τῶν ἐκ φιλοσοφίας λόγων.
§9 εἰ δέ τῳ ξυμβαίη τι πταῖσμα κατὰ τὸν βίον καὶ ἤτοι πένης ἐκ πλουσίου γένοιτο ἀσθενὴς καὶ ἀδύνατος ἐκ δυναμένου ἄλλην τινὰ ἔχων λύπην, οἱ δὲ οἰκειότερόν πως διατίθενται πρὸς τὸ πρᾶγμα καὶ τρόπον τινὰ ὑπομένουσι τοὺς τῶν φιλοσόφων λόγους καί πώς φασι δεῖσθαι παραμυθίας. κἄν τις ἀπολέσας τύχῃ τινὰ τῶν οἰκείων, γυναῖκα παῖδα ἀδελφόν, ἀξιοῦσιν ἀφικνεῖσθαι τὸν φιλόσοφον καὶ παρηγορεῖν, ὡς τότε δέον σκοπεῖν ὅπως μετρίως φέρῃ τις τὰ γιγνόμενα καὶ δυνήσονται ἀντέχειν τοῖς λοιποῖς, πρότερον δὲ οὔ·
§10 ὥσπερ καὶ περὶ τὸ σῶμα ἔχουσι σχεδὸν οἱ ἀνόητοι· τὸν μὲν ἄλλον χρόνον οὐθὲν αὐτοῖς μέλει ὅπως δύνωνται ὑγιαίνειν, ἀλλὰ σιτίοις τε καὶ οἴνῳ καὶ ἀφροδισίοις καὶ τῇ ἄλλῃ διαίτῃ ὡς οἷόν τε ἀκολάστως καὶ ἀδεῶς χρῶνται, ἐὰν δ᾽ ἄρα τις καταλαμβάνῃ κόπος καὶ πυρετὸς περὶ τὰς τοῦ ἀέρος μεταβολάς καὶ θεραπεύειν σφᾶς κελεύουσι μεστοὶ ὄντες ἀταξίας πολλῆς καὶ νοσημάτων ἰσχυρῶν, οἷον εἰκὸς τοὺς τοιούτους καταλαμβάνειν, ὅπως δὲ μηδὲν ἰατροῦ δεήσονται, τοῦτο τὴν ἀρχὴν οὐ σκοποῦσιν.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up