Dio Chrysostom Orationes
EN Lat Orig
(1)περὶ ΒΑΣΙΛΕΙΑΣ α. (2)περὶ ΒΑΣΙΛΕΙΑΣ β. (3)περὶ ΒΑΣΙΛΕΙΑΣ γ. (4)περὶ ΒΑΣΙΛΕΙΑΣ δ. Oration 5: A Libyan Myth (6)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΤΥΡΑΝΝΙΔΟΣ (13)ΕΥΒΟΙΚΟΣ ἢ ΚΥΝΗΓΟΣ. (7)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΑΡΕΤΗΣ. (8)ΔΙΟΓΕΝΗΣ ἢ ΙΣΘΜΙΚΟΣ. (9)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΟΙΚΕΤΩΝ. (10)ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ. (11)Ὀλυμπικὸς ἢ περὶ τῆς πρώτης τοῦ θεοῦ ἐννοίας (12)ἐν ΑΘΗΝΑΙΣ περὶ ΦΥΓΗΣ. Oration 69: On Fondness for Listening Oration 70: On Retirement Oration 71: On Beauty Oration 72: On Peace and War Oration 73: That the Wise Man Is Happy Oration 74: On Happiness Oration 75: On the Daemon Oration 76: On Deliberation Oration 77: On Conversation at Banquets Oration 79: Melancomas II Oration 78: Melancomas I Oration 80: Charidemus Oration 14: The Rhodian Oration (15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ. Oration 16: 1st Tarsic Discourse Oration 17: 2nd Tarsic Discourse (35)ἐν ΚΕΛΑΙΝΑΙΣ τῆς ΦΡΥΓΙΑΣ. Oration 19: The Borysthenitic Discourse Oration 20: The Corinthian Oration Oration 21: To the Nicomedians on Concord with the Nicaeans Oration 22: On Concord in Nicaea Oration 23: On Concord with the Apameans Oration 24: To the Apameans on Concord Oration 25: A Discourse in His Homeland Oration 26: A Political Address in His Homeland Oration 27: A Complimentary Address to His Homeland Oration 28: An Account of His Relations with His Homeland Oration 29: Before Philosophising in His Homeland Oration 30: A Public Address in His Homeland Oration 31: A Political Address in the Assembly Oration 32: Renunciation of Office before the Council Oration 33: On Public Works before the Council Oration 34: To Diodorus Oration 35: On Aeschylus, Sophocles, and Euripides Oration 36: On Homer Oration 37: On Socrates Oration 38: On Homer and Socrates Oration 39: Agamemnon, or On Kingship Oration 40: Nestor Oration 41: Achilles Oration 42: Philoctetes Oration 43: Nessus, or Deianira Oration 44: Chryseis Oration 45: On Kingship and Tyranny Oration 46: On Fortune I Oration 47: On Fortune II Oration 48: On Fortune III Oration 49: On Reputation I Oration 50: On Reputation II Oration 51: On Reputation III Oration 52: On Virtue Oration 53: On Philosophy Oration 54: On the Philosopher Oration 55: On Personal Appearance Oration 56: On Trust Oration 57: On Distrust Oration 58: On Law Oration 59: On Custom Oration 60: On Envy Oration 62: On Wealth Oration 63: To the Cilicians on Freedom Oration 64: On Slavery and Freedom I Oration 65: On Slavery and Freedom II Oration 66: On Grief Oration 67: On Greed Oration 68: On the Practice of Oratory
Oration 67: On Greed
§1 Οἱ μὲν πολλοὶ τῶν ἀνθρώπων ὑπὲρ τούτων οἴονται λέγειν τῷ φιλοσόφῳ προσήκειν ὑπὲρ ὧν ἕκαστος οὐκ ἔχει τὴν ἀληθῆ δόξαν, ὅπως ἀκούσαντες ὑπὲρ ὧν ἀγνοοῦσι μάθωσι· περὶ δὲ τῶν γνωρίμων καὶ πᾶσιν ὁμοίως φαινομένων περιττὸν εἶναι διδάσκειν. ἐγὼ δὲ εἰ μὲν ἑώρων ἡμᾶς οἷς νομίζομεν ὀρθῶς ἔχειν ἐμμένοντας καὶ μηδὲν ἔξωθεν πράττοντας τῆς ὑπαρχούσης ὑπολήψεως, οὐδ᾽ ἂν αὐτὸς ᾤμην ἀναγκαῖον εἶναι διατείνασθαι περὶ τῶν προδήλων.
§2 ἐπεὶ δὲ οὐχὶ τὴν ἄγνοιαν ἡμᾶς τῶν ἀγαθῶν καὶ τῶν κακῶν τοσοῦτον ὁρῶ λυποῦσαν ὅσον τὸ μὴ πείθεσθαι τοῖς ὑπὲρ τούτων διαλογισμοῖς μηδὲ ἀκολουθεῖν αἷς ἔχομεν αὐτοὶ δόξαις, μεγάλην ὠφέλειαν ἡγοῦμαι τὸ συνεχῶς ἀναμιμνήσκειν καὶ διὰ τοῦ λόγου παρακαλεῖν πρὸς τὸ πείθεσθαι καὶ φυλάττειν ἔργῳ τὸ προσῆκον. ὥσπερ γὰρ οἶμαι καὶ τοὺς ἰατροὺς καὶ τοὺς κυβερνήτας ὁρῶμεν πολλάκις τὰ αὐτὰ προστάττοντας, καίτοι τὸ πρῶτον ἀκηκοότων οἷς ἂν κελεύωσιν, ἀλλ̓ ἐπειδὰν ἀμελοῦντας αὐτοὺς καὶ μὴ προσέχοντας βλέπωσιν, οὕτως καὶ κατὰ τὸν βίον χρήσιμόν ἐστι γίγνεσθαι πολλάκις περὶ τῶν αὐτῶν τοὺς λόγους, ὅταν εἰδῶσι μὲν οἱ πολλοὶ τὸ δέον, μὴ μέντοι πράττωσιν.
§3 οὐ γάρ ἐστι τέλος οὔτε τοῖς κάμνουσι τὸ γνῶναι τὸ συμφέρον αὐτοῖς, ἀλλοἶμαι τὸ χρήσασθαι· τοῦτο γὰρ αὐτοῖς παρέξει τὴν ὑγίειαν· οὔτε τοῖς ἄλλοις τὸ μαθεῖν γε τὰ ὠφελοῦντα καὶ βλάπτοντα πρὸς τὸν βίον, ἀλλὰ τὸ μὴ διαμαρτάνειν ἐν τῇ τούτων αἱρέσει. καθάπερ γὰρ ἔστιν ἰδεῖν τοὺς ὀφθαλμιῶντας ἐπισταμένους μὲν ὅτι λυπεῖ τὸ προσάγειν τοῖς ὀφθαλμοῖς τὰς χεῖρας, ὅμως δὲ οὐκ ἐθέλοντας ἀπέχεσθαι, παραπλησίως καὶ περὶ τὰ ἄλλα πράγματα οἱ πολλοὶ καὶ λίαν εἰδότες ὡς οὐ λυσιτελεῖ τι ποιεῖν, οὐδὲν ἧττον ἐμπίπτουσιν εἰς αὐτό.
§4 τίς γοῦν οὐκ οἶδε τὴν ἀκρασίαν ὡς μέγα ἐστὶ κακὸν τοῖς ἔχουσιν; ἀλλὅμως μυρίους ἄν τις ἀκρατεῖς εὕροι. καὶ νὴ Δία γε τὴν ἀργίαν ἅπαντες ἴσασιν ὡς οὐ μόνον οὐχ οἵα τε πορίζειν τὰ δέοντα πρὸς τὸ ζῆν, ἀλλἔτι καὶ τὰ ὄντα ἀπόλλυσι· καίτοι σχεδόν τι πλείους ἔστιν εὑρεῖν τοὺς ἀργοὺς τῶν ἐθελόντων τι πράττειν.
§5 ὅθεν οἶμαι προσήκει τοὺς ἄμεινον φρονοῦντας ἀεὶ καὶ συνεχῶς ὑπὲρ τούτων λέγειν, ἐάν πως γένηται δυνατὸν ἐπιστρέψαι καὶ βιάσασθαι πρὸς τὸ κρεῖττον. ὥσπερ γὰρ ἐν τοῖς μυστηρίοις ἱεροφάντης οὐχ ἅπαξ προαγορεύει τοῖς μυουμένοις ἕκαστον ὧν χρή, τὸν αὐτὸν τρόπον καὶ τοὺς ὑπὲρ τῶν συμφερόντων λόγους ὥσπερ τινὰ πρόρρησιν ἱερὰν λυσιτελεῖ πολλάκις, μᾶλλον δὲ ἀεὶ λέγεσθαι.
§6 τὰ γοῦν φλεγμαίνοντα τῶν σωμάτων οὐκ εὐθὺς ἐνέδωκε πρὸς τὴν πρώτην καταιόνησιν, ἄλλἂν συνεχῶς τοῦτο ποιῇ τις, ἐμαλάχθη καὶ ῥᾷον ἔσχεν· οὐκοῦν ὁμοίως καὶ τὴν ἐν τῇ ψυχῇ τῶν πολλῶν φλεγμονὴν ἀγαπητὸν εἴ τις δύναιτο πραϋναι διηνεκῶς τῷ λόγῳ χρώμενος. Φημὶ δὴ καὶ περὶ τῆς πλεονεξίας εἰδέναι μὲν ἅπαντας ὡς οὔτε συμφέρον οὔτε καλόν ἐστιν, ἀλλὰ τῶν μεγίστων κακῶν αἴτιον, μὴ μέντοι γε ἀπέχεσθαι μηδὲ ἐθέλειν μηδένα ἀνθρώπων ἴσον ἔχειν τῷ πέλας.
§7 καίτοι τὴν μὲν ἀργίαν καὶ τὴν ἀκρασίαν καὶ καθόλου πάσας ἁπλῶς τὰς ἄλλας κακίας εὕροι τις ἂν αὐτοῖς τοῖς ἔχουσι βλαβεράς, καὶ νουθεσίας μὲν οἶμαι καὶ καταγνώσεως τοὺς ἔν τινι τούτων ὑπάρχοντας δικαίως τυγχάνοντας, οὐ μὴν μισουμένους γε οὐδὲ κοινοὺς ἅπασι δοκοῦντας ἐχθρούς. πλεονεξία δὲ μέγιστον μέν ἐστιν αὐτῷ τινι κακόν· λυπεῖ δὲ καὶ τοὺς πέλας· καὶ τὸν πλεονέκτην οὐδεὶς ἐλεεῖ δήπουθεν οὐδὲ ἀξιοῖ διδάσκειν, προβάλλονται δὲ ἅπαντες καὶ πολέμιον αὑτῶν νομίζουσιν.
§8 ἕκαστος οὖν αὐτῶν εἰ βούλεται γνῶναι τὸ μέγεθος τῆς τοιαύτης πονηρίας, ἐννοησάτω πῶς αὐτὸς ἔχει πρὸς τοὺς ἐπιχειροῦντας πλεονεκτεῖν· οὕτως γὰρ ἂν συμβάλοι πῶς καὶ τοὺς λοιποὺς ἀνάγκη πρὸς ἐκεῖνον ἔχειν, ἐὰν τοιοῦτος. καὶ μὴν γε Εὐριπίδης, οὐδενὸς ἧττον ἔνδοξος ὢν τῶν ποιητῶν, τὴν Ἰοκάστην εἰσάγει λέγουσαν πρὸς τὸν Ἐτεοκλέα, παρακαλοῦσαν αὐτὸν ἀποστῆναι τοῦ πλεονεκτεῖν τὸν ἀδελφόν, οὕτω πως·
§9 τί τῆς κακίστης δαιμόνων ἐφίεσαι πλεονεξίας, παῖ; μὴ σύ γ̓. ἄδικος θεός. πολλοὺς δἐς οἴκους καὶ πόλεις εὐδαίμονας εἰσῆλθε κἀξῆλθ̓ ἐπὀλέθρῳ τῶν χρωμένων· ἐφ σὺ μαίνει. τοῦτο κάλλιστον βροτοῖς, ἰσότητα τιμᾶν καὶ φίλους εἶναι φίλοις πόλεις τε πόλεσι συμμάχους τε συμμάχοις συνδεῖν· τὸ γὰρ ἴσον νόμιμον ἀνθρώποις ἔφυ, τῷ πλέονι δἀεὶ πολέμιον καθίσταται τοὔλασσον, ἐχθρᾶς θἡμέρας κατάρχεται.
§10 παρεθέμην δὲ ἑξῆς τὰ ἰαμβεῖα. τὸ γὰρ τοῖς καλῶς εἰρημένοις αὐτοῖς χρῆσθαι νοῦν ἔχοντός ἐστιν. ἐν δὴ τούτοις ἅπαντα ἔνεστι τὰ συμβαίνοντα ἐκ τῆς πλεονεξίας, ὅτι μήτε ἰδίᾳ μήτε κοινῇ συμφέρει, τοὐναντίον δὲ καὶ τὴν τῶν οἴκων εὐδαιμονίαν καὶ τὴν τῶν πόλεων ἀνατρέπει καὶ διαφθείρει· καὶ πάλιν ὡς νόμος ἀνθρώποις τιμᾶν τὸ ἴσον, καὶ τοῦτο μὲν κοινὴν φιλίαν καὶ πᾶσιν εἰρήνην πρὸς ἀλλήλους ποιεῖ, τὰς δὲ διαφορὰς καὶ τὰς ἐμφύλους ἔριδας καὶ τοὺς ἔξω πολέμους κατοὐδὲν ἕτερον συμβαίνοντας διὰ τὴν τοῦ πλείονος ἐπιθυμίαν, ἐξ ὧν ἕκαστος καὶ τῶν ἱκανῶν ἀποστερεῖται.
§11 καίτοι τί τοῦ ζῆν ἀναγκαιότερόν ἐστιν, τί τούτου περὶ πλείονος ποιοῦνται πάντες; ἀλλὅμως καὶ τοῦτο ἀπολλύουσι χρημάτων, οἱ δὲ καὶ τὰς πατρίδας τὰς αὑτῶν ἀναστάτους ἐποίησαν. μετὰ ταῦτα τοίνυν αὐτὸς ποιητὴς οὔ φησιν ἐν τοῖς θείοις εἶναι πλεονεξίαν· διὰ τοῦτο ἄφθαρτα καὶ ἀγήρω μένειν αὐτὰ, τὴν προσήκουσαν ἓν ἕκαστον ἑαυτῷ τάξιν φυλάττοντα, τήν τε νύκτα καὶ τὴν ἡμέραν καὶ τὰς ὥρας. εἰ γὰρ μὴ τοῦτον εἶχε τὸν τρόπον, οὐκ ἂν αὐτῶν οὐδὲν δύνασθαι διαμένειν. ὅταν οὖν καὶ τοῖς θείοις πλεονεξία φθορὰν ἐπιφέρῃ, τί χρὴ νομίζειν τἀνθρώπεια πάσχειν ἀπὸ ταύτης τῆς νόσου; καλῶς δὲ μέμνηται καὶ μέτρων καὶ σταθμῶν, ὡς ὑπὲρ τοῦ δικαίου καὶ τοῦ πλεονεκτεῖν μηδένα μηδενὸς τούτων εὑρημένων.
§12 δὲ Ἡσίοδος καὶ πλέον εἶναι τοῦ παντός φησι τὸ ἥμισυ, τὰς ἐκ τοῦ πλεονεκτεῖν βλάβας οἶμαι καὶ ζημίας λογιζόμενος. τίς γὰρ πώποτε βασιλεὺς δυνάστης δῆμος ἐπιχειρήσας ὑπερβῆναι τὸ δίκαιον καὶ τοῦ πλείονος ὀρεχθῆναι οὐχ ἅπασαν μὲν τὴν ὑπάρχουσαν εὐδαιμονίαν ἀπέβαλε, μεγάλαις δὲ καὶ ἀμηχάνοις ἐχρήσατο συμφοραῖς, ἅπασι δὲ τοῖς μεταὐτὸν παραδείγματα ἐμφανῆ τῆς ἀνοίας καὶ τῆς πονηρίας κατέλιπεν; τίς τῶν ἐλαττοῦσθαι βουλομένων καὶ τὴν δοκοῦσαν ἧτταν ῥᾳδίως ὑπομένειν οὐ πολλαπλάσια μὲν τῶν ἄλλων ἐκτήσατο, αὐτομάτως αὐτῷ καὶ δίχα πόνου περιγιγνόμενα, πλεῖστον δὲ χρόνον τὴν εὐημερίαν κατέσχεν, ἀσφαλέστατα δὲ ἐχρήσατο τοῖς παρὰ τῆς τύχης ἀγαθοῖς;
§13 αὐτίκα γοῦν οἱ τῆς Ἰοκάστης υἱεῖς οὐκ, ἐπεὶ διέστησαν τοῦ πλείονος χάριν, μὲν μόνος ἄρχειν βουλόμενος, δἐξ ἅπαντος τρόπου ζητῶν κομίσασθαι τῆς δυναστείας τὸ μέρος, οὐκ ἀδελφοὶ μὲν ὄντες ἀλλήλους ἀπέκτειναν, μεγάλων δὲ κακῶν αἴτιοι κατέστησαν τοῖς συναραμένοις ἀμφότεροι, τῶν μὲν ἐπιστρατευσάντων παραχρῆμα ἀπολομένων, τῶν δὲ ἀμυναμένων μετὰ μικρὸν ἡττηθέντων, ἐπειδὴ τοὺς νεκροὺς οὐκ εἴων ταφῆναι;
§14 καὶ μὴν διἑνὸς ἀνδρὸς πλεονεξίαν, τοῦ τὴν Ἑλένην ἁρπάσαντος καὶ τὰ τοῦ Μενελάου κτήματα, οἱ τὴν μεγίστην τῆς Ἀσίας οἰκοῦντες πόλιν ἀπώλοντο μετὰ παίδων καὶ γυναικῶν, καὶ μίαν γυναῖκα ὑποδεξάμενοι καὶ χρήματα ὀλίγα τηλικαύτην τιμωρίαν ἔτισαν. τοίνυν Ξέρξης, τῆς ἑτέρας ἠπείρου κύριος, ἐπειδὴ καὶ τῆς Ἑλλάδος ἐπεθύμησε καὶ τοσοῦτον στόλον καὶ τοσαύτας μυριάδας συναγαγὼν ἤλασεν, ἅπασαν μὲν αἰσχρῶς ἀπέβαλε τὴν δύναμιν, μόλις δὲ τὸ σῶμα ἴσχυσε διασῶσαι φεύγων αὐτός. πορθουμένης δὲ μετὰ ταῦτα τῆς χώρας καὶ τῶν πόλεων τῶν ἐπὶ θαλάττῃ φέρειν ἠναγκάζετο.
§15 καὶ μὴν Πολυκράτην φασίν, ἕως μὲν Σάμου μόνης ἦρχεν, εὐδαιμονέστατον ἁπάντων γενέσθαι· βουλόμενον δέ τι καὶ τῶν πέραν πολυπραγμονεῖν, διαπλεύσαντα πρὸς Ὀροίτην, ὡς χρήματα λάβοι, μηδὲ ῥᾳδίου γε θανάτου τυχεῖν, ἀλλὰ ἀνασκολοπισθέντα ὑπὸ τοῦ βαρβάρου διαφθαρῆναι. ταῦτα μέν, ἵν παραδείγματα ὑμῖν, ἔκ τε τῶν σφόδρα παλαιῶν καὶ τῶν μετὰ ταῦτα καὶ τῶν ἐν ποιήμασι καὶ τῶν ἄλλως ἱστορουμένων παρήνεγκα.
§16 ἄξιον δἐνθυμηθῆναι καὶ τὸν θεόν, ὡς κἀκεῖνος κολάζειν πέφυκε τοὺς πλεονεκτοῦντας. Λακεδαιμονίοις γὰρ χρωμένοις, εἰ δίδωσιν αὐτοῖς τὴν Ἀρκαδίαν, οὐ μόνον ἀπεῖπε καὶ τὴν ἀπληστίαν ὠνείδισεν, οὕτως εἰπών· Ἀρκαδίην μαἰτεῖς, μέγα μαἰτεῖς, οὔτοι δώσω· ἀλλὰ καὶ τιμωρίαν αὐτοῖς ἐπέθηκε, προειπὼν μὲν τὸ μέλλον, οὕτως δὲ ὥστε ἐκείνους μὴ συνέντας ἐπὶ Τεγέαν στρατεύεσθαι καὶ ταῖς γιγνωσκομέναις ὑπὸ πάντων συμφοραῖς περιπεσεῖν. καίτοι φανερῶς τὴν Ἀρκαδίαν αὐτοῖς ἀρνούμενος οὐδὲ τὴν Τεγέαν ἐδίδου. τὸ γὰρ ἰσχυρότατον τῆς Ἀρκαδίας καὶ μέγιστον τοῦτἦν. ἀλλὅμως διὰ τὴν πλεονεξίαν οὐδὲ ὦτα ἔχουσιν οἱ πολλοὶ τῶν ἀνθρώπων οὐδὲ τῶν λεγομένων αἰσθάνονται.
§17 πάλιν τοίνυν Ἀθηναίοις ἐρωτῶσι περὶ τῆς νήσου Σικελίας ἔχρησε προσλαβεῖν τῇ πόλει τὴν Σικελίαν, λόφον τινὰ ἐγγὺς ὄντα τῆς πόλεως. οἱ δὲ τῶν μὲν παρακειμένων καὶ τῶν ἐν ὀφθαλμοῖς ἠμέλησαν· οὕτως δ᾽ ἔκφρονες ὑπῆρχον διὰ τὴν ἐπιθυμίαν τοῦ πλείονος, ὥστε τὸν θεὸν αὐτοῖς ἐνόμιζον λέγειν ἐν ἑνὶ τείχει περιλαβεῖν τὰς Ἀθήνας καὶ τὴν ἀπὸ μυρίων που σταδίων οὖσαν νῆσον. τοιγαροῦν ἐκεῖσε πλεύσαντες οὐ μόνον Σικελίας διήμαρτον, ἀλλὰ καὶ τῆς Ἀττικῆς ἐστερήθησαν, καὶ τὴν πόλιν αὐτὴν ἐπεῖδον ἐπὶ τοῖς πολεμίοις γεγενημένην.
§18 καὶ τὰ μὲν τοιαῦτα εἰ θέλοι τις ἐπεξιέναι, δῆλον ὡς οὐδἐν ἔτει ἐπιλείψει. σκοπεῖτε δὅτι τὴν ἰσχὺν οἱ πλεῖστοι τῶν ἀγαθῶν εἶναι νομίζουσιν· ἀλλοἶμαι τοῖς ἐπἄκρον ἰσχύουσι καὶ λίαν ὑπερβάλλουσι τῇ κατὰ τὸ σῶμα εὐεξίᾳ συμφέρει μέρος τι αὐτῆς ἀφελεῖν· τὸ γὰρ πλέον οἶμαι τοῦ συμμέτρου παγχάλεπον. ὁμοίως πλοῦτος ἔχων τὴν χρείαν, ἐὰν μὲν μέτριος, οὐ λυπεῖ τοὺς ἔχοντας, ἀλλεὐχερέστερον καὶ νὴ Δἴ ἀνεπιδεῆ παρέχει τὸν βίον· ἐὰν δὲ ὑπερβάλῃ, πλείονας παρέχει τὰς φροντίδας καὶ τὰ λυπηρὰ τῆς δοκούσης ἡδονῆς, καὶ πολλοὶ μετενόησαν σφόδρα πλουτήσαντες, οἱ δὲ διαὐτὸ τοῦτο ἄποροι καὶ τῶν ἐλαχίστων κατέστησαν.
§19 εἶεν· ἀλλἐν ἡμῖν αὐτοῖς, εἰ τῶν τῆς φύσεως μερῶν ἕκαστον ἐθέλοι πλεονεκτεῖν, ἔσθὅπως τὸν βραχύτατον καιρὸν διαμεῖναι δυνησόμεθα; λέγω δὲ οἷον εἰ πλέον τινὶ τοῦ συμμέτρου αἷμα γίγνοιτο νὴ Δία τὸ πνεῦμα τὸ θερμὸν ,τι δήποτἐν ἡμῖν ἐπιτείνοι παρὰ τὴν σύμμετρον καὶ τὴν προσήκουσαν, οὐχὶ μεγάλας ἐπίστασθε καὶ χαλεπὰς ἐκ τούτων ἀπαντᾶν νόσους; ἐν δὲ ταῖς ἁρμονίαις τῶν ὀργάνων τούτων, εἰ πλεονεκτήσειε τῶν φθόγγων τις τῇ τάσει, πρὸς τοῦ Διὸς οὐκ ἀνάγκη πᾶσαν λελύσθαι τὴν ἁρμονίαν;
§20 σφόδρα δἔγωγε θαυμάζω τί ἂν ἐποιήσαμεν, εἰ μὴ καὶ τοῦ βίου τὸ ἐλάχιστον παρὰ τῶν θεῶν μέτρον εἴχομεν, οἵπερ καὶ νῦν ὥσπερ εἰς τὸν αἰῶνα παρασκευαζόμενοι πλέον ἄλλος ἄλλου φιλοτιμούμεθα ἔχειν. ὥσπερ οὖν εἴ τις εἰδὼς ὅτι δὔ τριῶν ἡμερῶν, ἐὰν πλεῖστος διαγένηται χρόνος, ἔχει πλοῦν, ἔπειτα δὲ ἐνιαυτοῦ σῖτα ἐμβάλοιτο, ἀνόητος δόξει, τὸν αὐτὸν τρόπον, εἴ τις ἐπιστάμενος ὅτι πλείω τῶν ἑβδομήκοντα ἐτῶν οὐκ ἂν βιώσειεν, εἰς ἔτη χίλια πορίζοιτο βίον ἴσως οὐχ ὁμοίως ἂν εἴη μαινόμενος; ἔνιοι μὲν γὰρ τοσαῦτα παρασκευάζονται, ὡς, εἴ γἔπλεον, εὐθὺς ἂν καταδῦναι τὴν ναῦν.
§21 καὶ νὴ Δία γε συμβαίνει μυρίοις. εἶεν· εἰ δὲ δή τις ἐφἑστίασιν κεκληκὼς δέκα ἀνθρώπους πεντεκαίδεκα, τούτους αὐτὸν ἐμπλῆσαι δέον, δὲ πεντακοσίοις χιλίοις ἑτοιμάζοι τροφήν, οὐ παντελῶς ἐξεστάναι δόξει; τοιγαροῦν καὶ ἡμεῖς εἰδότες τὰς τοῦ σώματος χρείας εὐαριθμήτους τινάς ʽἐσθῆτος γὰρ οἶμαι καὶ σκέπης καὶ τροφῆς δεόμεθἀ, ἔπειτα κατατεινόμεθα ὥσπερ στρατοπέδῳ τὰ ἐπιτήδεια συνάγοντες ʽκαὶ νὴ Δία γε εἰκότως· οἱ γὰρ πολλοὶ βόσκουσι παρἑαυτοῖς τῶν ἐπιθυμιῶν στρατόπεδονκαὶ ἐσθῆτα μὲν οὐδεὶς βούλεται μείζω τοῦ σώματος ἔχειν, ὡς δύσχρηστον ὄν· οὐσίαν δὲ τῷ παντὶ μείζω τῆς χρείας ἔχειν ἅπαντες ἐπιθυμοῦσιν, οὐκ εἰδότες ὅτι τοῦτο ἐκείνου χαλεπώτερον.
§22 δοκεῖ δὲ καὶ Κροῖσος καλῶς Λυδός, τὴν ἀπληστίαν τῶν ἀνθρώπων ἐλέγξαι βουλόμενος, εἰς τοὺς θησαυροὺς εἰσαγαγών τινας τοσοῦτο χρυσίον αὐτοῖς ἐπιτρέπειν ἐξενεγκεῖν ὅσον ἕκαστος ἂν· δύνηται τῷ σώματι. τοὺς γὰρ πολλοὺς οὐ μόνον τὸν κόλπον ἐμπλήσαντας, ἀλλὰ καὶ τῇ κεφαλῇ τοῦ ψήγματος ἐκφέρειν καὶ τῷ στόματι, καὶ μόλις πορεύεσθαι πάνυ γελοίους καὶ διεστραμμένους. οὕτως οὖν καὶ κατὰ τὸν βίον πορεύεσθαί τινας ἀσχημονοῦντας ὑπὸ τῆς πλεονεξίας καὶ καταγελάστους ὄντας.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up