Dio Chrysostom Orationes
EN Lat Orig
(1)περὶ ΒΑΣΙΛΕΙΑΣ α. (2)περὶ ΒΑΣΙΛΕΙΑΣ β. (3)περὶ ΒΑΣΙΛΕΙΑΣ γ. (4)περὶ ΒΑΣΙΛΕΙΑΣ δ. Oration 5: A Libyan Myth (6)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΤΥΡΑΝΝΙΔΟΣ (13)ΕΥΒΟΙΚΟΣ ἢ ΚΥΝΗΓΟΣ. (7)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΑΡΕΤΗΣ. (8)ΔΙΟΓΕΝΗΣ ἢ ΙΣΘΜΙΚΟΣ. (9)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΟΙΚΕΤΩΝ. (10)ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ. (11)Ὀλυμπικὸς ἢ περὶ τῆς πρώτης τοῦ θεοῦ ἐννοίας (12)ἐν ΑΘΗΝΑΙΣ περὶ ΦΥΓΗΣ. Oration 69: On Fondness for Listening Oration 70: On Retirement Oration 71: On Beauty Oration 72: On Peace and War Oration 73: That the Wise Man Is Happy Oration 74: On Happiness Oration 75: On the Daemon Oration 76: On Deliberation Oration 77: On Conversation at Banquets Oration 79: Melancomas II Oration 78: Melancomas I Oration 80: Charidemus Oration 14: The Rhodian Oration (15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ. Oration 16: 1st Tarsic Discourse Oration 17: 2nd Tarsic Discourse (35)ἐν ΚΕΛΑΙΝΑΙΣ τῆς ΦΡΥΓΙΑΣ. Oration 19: The Borysthenitic Discourse Oration 20: The Corinthian Oration Oration 21: To the Nicomedians on Concord with the Nicaeans Oration 22: On Concord in Nicaea Oration 23: On Concord with the Apameans Oration 24: To the Apameans on Concord Oration 25: A Discourse in His Homeland Oration 26: A Political Address in His Homeland Oration 27: A Complimentary Address to His Homeland Oration 28: An Account of His Relations with His Homeland Oration 29: Before Philosophising in His Homeland Oration 30: A Public Address in His Homeland Oration 31: A Political Address in the Assembly Oration 32: Renunciation of Office before the Council Oration 33: On Public Works before the Council Oration 34: To Diodorus Oration 35: On Aeschylus, Sophocles, and Euripides Oration 36: On Homer Oration 37: On Socrates Oration 38: On Homer and Socrates Oration 39: Agamemnon, or On Kingship Oration 40: Nestor Oration 41: Achilles Oration 42: Philoctetes Oration 43: Nessus, or Deianira Oration 44: Chryseis Oration 45: On Kingship and Tyranny Oration 46: On Fortune I Oration 47: On Fortune II Oration 48: On Fortune III Oration 49: On Reputation I Oration 50: On Reputation II Oration 51: On Reputation III Oration 52: On Virtue Oration 53: On Philosophy Oration 54: On the Philosopher Oration 55: On Personal Appearance Oration 56: On Trust Oration 57: On Distrust Oration 58: On Law Oration 59: On Custom Oration 60: On Envy Oration 62: On Wealth Oration 63: To the Cilicians on Freedom Oration 64: On Slavery and Freedom I Oration 65: On Slavery and Freedom II Oration 66: On Grief Oration 67: On Greed Oration 68: On the Practice of Oratory
Oration 27: A Complimentary Address to His Homeland
§1 Ἐμοί, ἄνδρες πολῖται, οὔτε ὄψις ἡδίων ἐστὶ τῆς ὑμετέρας οὔτε φωνὴ προσφιλεστέρα οὔτε τιμαὶ μείζους τῶν ἐνθάδε οὔτε ἔπαινος λαμπρότερος παρὑμῶν· οὐδἂν ξύμπαντες οἱ Ἕλληνες, πρὸς δὲ αὐτοῖς Ῥωμαίων δῆμος ἐμὲ θαυμάζωσι καὶ ἐπαινῶσιν, οὐκ ἂν οὕτως τοῦτο εὐφράναι τὴν ἐμὴν διάνοιαν. τῷ γὰρ ὄντι πολλὰ σοφὰ καὶ θεῖα εἰρηκὼς Ὅμηρος οὐδὲν σοφώτερον ἔφη τούτου τοῦ ἔπους οὐδὲ ἀληθέστερον ὣς οὐδὲν γλύκιον ἧς πατρίδος.
§2 εὖ μέντοι ἐπίστασθε ὅτι τὰς τιμὰς ἔχω πάσας, καὶ ὅσας νῦν εἰσηγεῖσθε καὶ εἴ τινες ἄλλαι εἰσίν, ἐν τῇ ὑμετέρᾳ εὐνοίᾳ καὶ φιλίᾳ καὶ οὐδενὸς ἄλλου ἐγὼ δέομαι. τοῦτο γὰρ ἀνθρώπῳ ἱκανώτατον ἐπιεικεῖ, τὸ ἀγαπᾶσθαι ὑπὸ τῶν αὑτοῦ πολιτῶν, καὶ τοῦτο ἔχων τί ἂν ἔτι προσδέοιτο εἰκόνων κηρυγμάτων κηρυγμάτων προεδριῶν; ἀλλ̓ οὐδὲ ,χρυσοῦς σφυρήλατοσ̓ ἱστάμενος ἐν τοῖς ἐπιφανεστάτοις ἱεροῖς. ἓν γὰρ ῥῆμα πλείονος ἄξιον ἀπεὐνοίας ῥηθὲν καὶ φιλίας τὸ ξύμπαν ἐν ἀνθρώποις χρυσίον καὶ στέφανοι καὶ τὰ ἄλλα, ὅσα δοκεῖ λαμπρά· ὥστε μοι πειθόμενοι οὕτω ποιεῖτε.
§3 εἰ δὲ ἄρα καὶ τοιαύτας τινὰς δεῖ με τιμὰς ἔχειν, πολλαί μοι καὶ ἄλλαι εἰσὶ παρὑμῖν, τοῦτο μὲν αἱ τοῦ πατρὸς τοῦ ἐμοῦ, ὅσαις ἐκεῖνον ἐτιμήσατε, ὡς ἄνδρα ἀγαθὸν καὶ ὅσον ἔζη χρόνον δικαίως προεστῶτα τῆσδε τῆς πόλεως, τοῦτο δὲ τῆς μητρός, ἧς ὑμεῖς ἱδρύσασθε καὶ ἄγαλμα καὶ ἱερόν,
§4 τοῦτο δὲ αἱ τῶν πάππων καὶ αἱ τῶν ἄλλων προγόνων, ἔτι δὲ αἱ τῶν ἀδελφῶν καὶ τῶν ἄλλων συγγενῶν. καὶ γὰρ ἀνδριάντας πολλοὺς καὶ ταφὰς δημοσίας καὶ ἀγῶνας ἐπιταφίους καὶ ἄλλα πολλὰ καὶ τίμια, ἐκείνοις παρὰ τῆσδε τῆς πόλεως γέγονεν, ὧν οὐδενὸς ἐγὼ ἐπιλέλησμαι, ἀλλὰ ἐπίσταμαι πάντα ὡς οἷόν τε μάλιστα, καὶ οἶμαι τὰς ὑπὲρ τούτων χάριτας αὐτὸς ὑμῖν ὀφείλειν, καὶ εὔχομαι τοῖς θεοῖς ἱκανὸς γενέσθαι ἀποτίνειν. πολλοῦ μὲν γὰρ ἐπίσταμαι κἀκείνους γενομένους ἀξίους καὶ δικαίως ἁπάντων τυχόντας, ὅμως δὲ ἐν ἅπασιν ὑπερέβαλεν πόλις. καὶ γὰρ ὅσα οὐκ ἐδυνήθησαν βουληθέντες διὰ τύχην τινά, καὶ τούτων αὐτοῖς χάριν ἀπεδίδου πατρίς.
§5 γοῦν πάππος ἐμός, εἰ ἐπὶ πλέον ἀπώνατο τῆς φιλίας τοῦ τότε αὐτοκράτορος, ἀλλὰ μὴ βραχὺς παντελῶς ἐγένετο χρόνος, διενοεῖτο, ὥς φασιν, ἐλευθερίαν τῇ πόλει λαβεῖν καὶ ἤδη περὶ τούτου πεποίητο τὸν λόγον. οὐ δεῖ δὲ ἀπελπίζειν, ἕως ἂν ἀγαθοὺς καὶ φιλοτίμους ἄνδρας πόλις φέρῃ ὁποίους καὶ τοὺς νῦν. ἐγὼ γὰρ ἐν πολλαῖς γεγονὼς πόλεσιν οὐκ οἶδα βελτίους ἄνδρας τῶν παρὑμῖν. ἔλεγον δἄν ἐπὶ πλέον καθἕκαστον, εἰ μὴ σχεδὸν ἅπαντας συγγενεῖς ὄντας ὤκνουν ἐπαινεῖν, καὶ ὥσπερ ἔρανόν τινα ἀποδιδοὺς τῶν εἰς ἐμαυτὸν ἕνεκα τιμῶν.
§6 ἠκροασάμην γὰρ δὴ καὶ τούτων καίτοι σφόδρα αἰδούμενος ὅμως διὰ τοὺς λέγοντος αὐτούς, ἀγάμενος τῶν ἀνδρῶν τό τε ἄφθονον καὶ τὴν προθυμίαν, ἔτι δὲ τὴν περὶ τὸ εἰπεῖν δύναμιν. οὐ δὴ θαυμαστόν, εἰ ἐγὼ πατρίδα τοιαύτην οὕτω σφόδρα ἠγάπηκα ὥστε οὔτἄν Ἀθήνας οὔτε Ἄργος οὔτε Λακεδαίμονα, αἵπερ εἰσὶ πρῶται καὶ ἐνδοξόταται τῶν Ἑλληνίδων, εἱλόμην ἂν εἶναί μοι πατρίδας πρὸ ταύτης· καὶ τοῦτο ἔργῳ ἐδήλωσα. πολλῶν γὰρ πολλαχῇ παρακαλούντων με καὶ μένειν καὶ προΐστασθαι τῶν κοινῶν οὐ νῦν μόνον, ἀλλὰ καὶ πρότερον, ὅτε ἤμην φυγάς ʽκαὶ ψηφίσματα ἔπεμψάν τινες πρὸς τὸν αὐτοκράτορα χάριν εἰδότες τῆς εἰς ἐμὲ τιμῆσ̓, οὐδὲ πώποτε ἄχρι λόγου τὸ τοιοῦτον ὑπεσχόμην, ἀλλοἰδοἰκίαν χωρίον ἐκτησάμην παρἑτέροις,
§7 ὡς μηδὲν μοι σημεῖον ἀλλαχοῦ πατρίδος. καὶ γὰρ ἄν εἴη δεινόν, εἰ οἱ ἄνθρωποι ἀδικώτεροι ἔσονται τῶν μελιττῶν. οὐδέποτε γὰρ ἐκείνων μία καταλιποῦσα τὸ αὑτῆς σμῆνος εἰς ἕτερον μετέστη τὸ μεῖζον μᾶλλον εὐθενοῦν, ἀλλὰ τὸν ἴδιον ἑσμὸν πληροῖ τε καὶ αὔξει, κἂν ψυχρότερον τὸ χωρίον καὶ αἱ νομαὶ χείρους καὶ δρόσος ἐλάττων κἂν δυσκολώτερον τὸ ἔργον τὸ περὶ τὰ κηρία κἂν γεωργὸς ἀμελέστερος. οὕτως δὲ ἄγαν αὐτάς φασι φιλεῖν ἀλλήλας καὶ τὸ ἴδιον σμῆνος ἑκάστην, ὥστε ἐπειδὰν ἔξω ὑπὸ χειμῶνος ἀποληφθῶσι πολλοῦ γενομένου πνεύματος, λίθον εἰς τοὺς πόδας ἑκάστη λαβοῦσα ὥσπερ ἕρμα οὕτως πέτονται, ὅπως μὴ παρενεχθῶσιν ὑπὸ τοῦ πνεύματος μηδὲ τοῦ σμήνους διαμάρτωσιν.
§8 ὅταν δὲ δὴ καὶ πρόθυμον οὕτως καὶ ἀγαθὴν ἔχῃ τις πατρίδα, πῶς οὐ χρὴ πάντα τἄλλα περὶ ἐλάττονος ποιεῖσθαι ταύτης; ἐγὼ λογιζόμενος χαίρω, ὁρῶν καὶ τὸν υἱέα τὸν ἐμαυτοῦ καὶ τὸν ἀδελφιδοῦν καὶ τοὺς ἄλλους νεανίσκους ʽπολλοὺς δὲ ὁρῶ σὺν θεῷ καὶ ἅπαντας ἀγαθῶν γονέων καὶ τό γε εἶδος ἀγαθοῖς ὁμοίουσ̓ οὕτως διανοουμένους ὡς φιλονικήσοντας ἀλλήλοις ἄνευ φθόνου καὶ ζηλοτυπίας καὶ τοῖς ἄλλοις ἀνθρώποις ὑπὲρ ἀρετῆς καὶ εὐδοξίας τῆς τε αὑτῶν καὶ τῆς πατρίδος καὶ ὅπως πρωτεύσῃ ἕκαστος ἐν τῇ πατρίδι τῷ δίκαιός τε εἶναι καὶ φιλόπολις καὶ μὴ ἀδύνατος ἀγαθόν τι ποιεῖν καὶ αὔξειν τὴν πατρίδα.
§9 εὖ γὰρ ἴστε ὅτι οὐ μεγίστη τῶν πόλεων οὖσα οὐδὲ πλεῖστον χρόνον οἰκουμένη πολλῶν γνωριμωτέρα ἐστὶ καὶ παρὰ τοῖς ἄλλοις ἀνθρώποις, καὶ σχεδόν τι πρὸς ἅπαντας ἀγωνιουμένους τοὺς Ἕλληνας πάλαι παρέχει τοὺς αὑτῆς πολίτας οὐκ ἐν τοῖς ὑστάτοις οὐδἐν τοῖς τρίτοις δευτέροις ἀριθμουμένους. λέγω δὲ οὐχ ὑπὲρ ἐμαυτοῦ τοῦτον ἐγὼ τὸν λόγον, ἀλλὰ ὑπὲρ τῶν ἄλλων, ὧν οἱ μὲν ἀποδημήσαντες καὶ πλείοσι φανεροὶ γενόμενοι φανερὰν τὴν δόξαν ἐκτήσαντο, οἱ δὲ ἐνθάδε πολιτευόμενοι καὶ μένοντες οὐδὲν χείρους ἐκείνων εἰσὶν οὔτε περὶ τοὺς λόγους οὔτε περὶ τὰ ἔργα.
§10 ὁρῶ δὲ οὐ μόνον ἀπὸ λόγων, ἀλλὰ καὶ ἀπὸ φιλοσοφίας ἄνδρας ἀγαθοὺς καὶ ἀξιολόγους γιγνομένους ἐν τῇ πόλει· ὑπὲρ ὧν ἐγὼ καὶ ἰδίᾳ τοὺς νέους καὶ κοινῇ, ὅταν καιρός, οὐκ ὀκνήσω παρακαλεῖν. καὶ τὸν δῆμον ὑμᾶς ἀξιῶ, μὲν ἔστι παρὰ τῶν κρατούντων, ταῦτα ἐλπίζειν ὡς ἐσόμενα καὶ εὔχεσθαι συμβαίνειν τινὰ τιμὴν δόξαν εὐπορίαν χρημάτων· δὲ ἔστι παραὐτῶν, ἔχειν, εὐταξίᾳ τῶν ἄλλων δήμων διαφέροντας, αἰδοῖ, τῷ πείθεσθαι τοῖς ἀγαθοῖς ἀνδράσι, φιλεργίᾳ, σωφροσύνῃ τῇ περὶ τὸν καθἡμέραν βίον, τῷ μήτε τῶν σωμάτων ἀμελεῖν μήτε τῆς ψυχῆς, καθὅσον ἑκάστῳ σχολὴν δίδωσι τὰ αὑτοῦ πράγματα, τῷ προθύμως ἐκτρέφειν τέκνα καὶ παιδεύειν, τῷ παρέχειν Ἑλληνικὴν τῷ ὄντι καὶ ἀθόρυβον καὶ καθεστῶσαν τὴν πόλιν καὶ τὸ δριμὺ καὶ τὸ ἀνδρεῖον τῆς φύσεως καὶ τὴν σύνεσιν ἐπὶ τὰ μείζω καὶ καλλίω τρέπειν, διχοφροσύνης δὲ καὶ ταραχῆς καὶ τοῦ προσκρούειν ἀλλήλοις ὡς οἷόν τε ἀπέχεσθαι.
§11 ἔστι γάρ, ἄνδρες, καὶ δήμου παιδεία καὶ πόλεως ἦθος φιλόσοφον καὶ ἐπιεικές. καὶ οὐ μόνον Λακεδαιμονίοις οὐδὲ Ἀθηναίοις τὸ παλαιὸν καὶ ἄλλοις τισὶ συνέβη διὰ τὸ κοσμίως πολιτεύεσθαι μεγάλας καὶ ἐπιφανεῖς καὶ ἐκ πάνυ μικρῶν καὶ ἀσθενῶν ἀποδεῖξαι τὰς πόλεις, ἀλλὰ καὶ τῶν νῦν ἔξεστι τὸ τοιοῦτον τοῖς βουλομένοις. ταῦτα γὰρ ὑμᾶς ἐπιτηδεύοντας πλέον ὀνήσει καὶ τοῦ πλήθους τῶν βουλευτῶν καὶ τοῦ παρὑμῖν τὰ πράγματα ἄγεσθαι καὶ τοῦ πρόσοδόν τινα χρημάτων ἔξωθεν ὑμῖν ὑπάρξαι καὶ τῆς ἐλευθερίας αὐτῆς, ἐὰν ἄρα καὶ τούτου τύχητέ ποτε.
§12 εὖ γὰρ ἴστε ὅτι τὴν μὲν λεγομένην ἐλευθερίαν καὶ τὸ ὄνομα τοῦθ̓, παρὰ τῶν κρατούντων καὶ δυναμένων γίγνεται, ἐνίοτε οὐ δυνατὸν κτήσασθαι· τὴν δὲ ἀληθῆ ἐλευθερίαν καὶ ἔργῳ περιγιγνομένην τοῖς ἀνθρώποις καὶ ἀνὴρ καὶ πόλις ἑκάστη παραὑτῆς λαμβάνει, μεγαλοφρόνως καὶ μὴ ταπεινῶς μηδἀνελευθέρως διοικοῦσα τὸ καθαὑτήν. ἵνα δὲ καὶ ἀλλαχόθεν εἰδῆτε τὴν ἐμὴν γνώμην, ἀναγνώσομαι ὑμῖν ἐπιστολὴν ἥν τε αὐτὸς ἐπέστειλα τῷ αὐτοκράτορι, ὅτε ἐκλήθην, ὅτι ἐν ἐκείνῃ παρεκάλουν ἀφεθῆναι πρὸς ὑμᾶς, καὶ ἣν ἐκεῖνος ἀντέγραψεν.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up