Dio Chrysostom Orationes
EN Lat Orig
(1)περὶ ΒΑΣΙΛΕΙΑΣ α. (2)περὶ ΒΑΣΙΛΕΙΑΣ β. (3)περὶ ΒΑΣΙΛΕΙΑΣ γ. (4)περὶ ΒΑΣΙΛΕΙΑΣ δ. Oration 5: A Libyan Myth (6)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΤΥΡΑΝΝΙΔΟΣ (13)ΕΥΒΟΙΚΟΣ ἢ ΚΥΝΗΓΟΣ. (7)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΑΡΕΤΗΣ. (8)ΔΙΟΓΕΝΗΣ ἢ ΙΣΘΜΙΚΟΣ. (9)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΟΙΚΕΤΩΝ. (10)ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ. (11)Ὀλυμπικὸς ἢ περὶ τῆς πρώτης τοῦ θεοῦ ἐννοίας (12)ἐν ΑΘΗΝΑΙΣ περὶ ΦΥΓΗΣ. Oration 69: On Fondness for Listening Oration 70: On Retirement Oration 71: On Beauty Oration 72: On Peace and War Oration 73: That the Wise Man Is Happy Oration 74: On Happiness Oration 75: On the Daemon Oration 76: On Deliberation Oration 77: On Conversation at Banquets Oration 79: Melancomas II Oration 78: Melancomas I Oration 80: Charidemus Oration 14: The Rhodian Oration (15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ. Oration 16: 1st Tarsic Discourse Oration 17: 2nd Tarsic Discourse (35)ἐν ΚΕΛΑΙΝΑΙΣ τῆς ΦΡΥΓΙΑΣ. Oration 19: The Borysthenitic Discourse Oration 20: The Corinthian Oration Oration 21: To the Nicomedians on Concord with the Nicaeans Oration 22: On Concord in Nicaea Oration 23: On Concord with the Apameans Oration 24: To the Apameans on Concord Oration 25: A Discourse in His Homeland Oration 26: A Political Address in His Homeland Oration 27: A Complimentary Address to His Homeland Oration 28: An Account of His Relations with His Homeland Oration 29: Before Philosophising in His Homeland Oration 30: A Public Address in His Homeland Oration 31: A Political Address in the Assembly Oration 32: Renunciation of Office before the Council Oration 33: On Public Works before the Council Oration 34: To Diodorus Oration 35: On Aeschylus, Sophocles, and Euripides Oration 36: On Homer Oration 37: On Socrates Oration 38: On Homer and Socrates Oration 39: Agamemnon, or On Kingship Oration 40: Nestor Oration 41: Achilles Oration 42: Philoctetes Oration 43: Nessus, or Deianira Oration 44: Chryseis Oration 45: On Kingship and Tyranny Oration 46: On Fortune I Oration 47: On Fortune II Oration 48: On Fortune III Oration 49: On Reputation I Oration 50: On Reputation II Oration 51: On Reputation III Oration 52: On Virtue Oration 53: On Philosophy Oration 54: On the Philosopher Oration 55: On Personal Appearance Oration 56: On Trust Oration 57: On Distrust Oration 58: On Law Oration 59: On Custom Oration 60: On Envy Oration 62: On Wealth Oration 63: To the Cilicians on Freedom Oration 64: On Slavery and Freedom I Oration 65: On Slavery and Freedom II Oration 66: On Grief Oration 67: On Greed Oration 68: On the Practice of Oratory
Oration 62: On Wealth
§1 Φέρε πρὸς θεῶν, ἐπὶ τίνι μάλιστα θαυμάζειν καὶ ἐπὶ τῷ μέγα φρονεῖν καὶ μακαρίζειν ἄξιον πόλιν ἁπασῶν μεγίστην καὶ δυνατωτάτην; πότερον ἐπὶ νόμων ἀρετῇ καὶ πολιτῶν ἐπιεικείᾳ καὶ σωφροσύνῃ τῶν ἀρχόντων, ταῦτα μὲν μικρὰ καὶ οὐδενὸς ἄξια καὶ ῥᾴδια τοῖς τυχοῦσιν, ἐπὶ δὲ ἀνθρώπων πλήθει καὶ ἀγορᾶς ἀφθονίᾳ καὶ τῇ πολυτελείᾳ τῶν οἰκοδομημάτων δεῖ μακαρίζειν αὐτὴν καὶ τοῖς Σήρων καὶ Βαβυλωνίων ὑφάσμασι, καὶ ὅτι χρυσῷ τὰς οἰκίας ἐρέπτουσι, καὶ μεστὰ πάντα ἀργύρου καὶ ἠλέκτρου καὶ ἐλέφαντος, ὁποῖα Όμηρος εἴρηκε τὰ Ἀλκινόου καὶ τὰ Μενελάου βασίλεια ὑπερβάλλων τό τε ἀληθὲς καὶ τὸ δυνατὸν σχεδόν, οὕτως ἅπασαν ἠσκημένην τὴν πόλιν· καὶ νὴ Δία ἐπὶ ταῖς γραφαῖς καὶ τοῖς ἀνδριᾶσιν, ὧν οὐδὲν ὤνησε τοὺς πρότερον ἔχοντας, ἀλλὰ παρὧν ἐκεῖνα ἐκομίσθη, τούτους ἴδοι τις ἂν δούλους καὶ ταπεινοὺς καὶ πένητας;
§2 εἰ γὰρ γὰρ ἦν ὄφελός τι χαλκοῦ καλῶς κεκραμένου καὶ κρατήρων καὶ βωμῶν καὶ θυμιατηρίων περιττῶς εἰργασμένων, Κορινθίων πόλις ἂν εὐδαίμων ἦν καὶ πολὺν ᾠκεῖτο ἂν χρόνον, σῴζουσα τοὺς ἑαυτῆς οἰκήτορας καὶ πολίτας· εἰ δαὖ λίθων εὐχρόων καὶ ποικίλων, Τηίων Καρυστίων καί τινων Αἰγυπτίων καὶ Φρυγῶν, παροἷς ἐστι τὰ ὄρη ποικίλα· ἀκούω δἔγωγε τῶν ὀρῶν τὰς πάνυ παλαιὰς τῆς αὐτῆς εἶναι πέτρας· ἀλλὅμως οὐδενός εἰσι βελτίους οὐδεὐτυχέστεροι τῶν πάνυ ταπεινῶν τε καὶ ἀθλίων.
§3 εἰ δέ γε ὠφέλει τὸ κεκτῆσθαι χρυσίον, οὐδὲν ἐκώλυεν Αἰθίοπας τοὺς ἄνω μακαριωτάτους εἶναι δοκεῖν, ὅπου τὸ χρυσίον ἀτιμότερον παρἡμῖν μόλιβδος, καί φασιν αὐτόθι τοὺς κακούργους ἐν παχείαις χρυσοῦ δεδέσθαι πέδαις, ἀλλοὐδὲν ἧττόν εἰσι δεσμῶται καὶ πονηροὶ καὶ ἄδικοι. τὸ δὲ μακαρίζειν τοὺς πλουσίους καὶ πολλὰ χρήματα ἔχοντας, τὰ δὲ ἄλλα μηδὲν διαφέροντας τῶν πάνυ φαύλων, ὅμοιον ὡς εἴ τις τοὺς ἐκεῖ δεσμώτας ἰδὼν προϊόντας ἐκ τῆς εἱρκτῆς ἐζήλου, καὶ πάντων εὐδαιμονέστατον ἔκρινε τὸν ἔχοντα τὰς μείζους πέδας.
§4 εἰ δὲ ἐλέφας θαυμαστὸν κτῆμα καὶ περιμάχητον, Ἰνδοὶ πολὺ πάντων ὀλβιώτατοι καὶ ἄριστοι, παροἷς ἔρριπται τὰ τῶν ἐλεφάντων ὀστᾶ καὶ οὐδεὶς πρόσεισιν, ὥσπερ ἐνθάδε τὰ τῶν βοῶν τε καὶ ὄνων· καὶ πολλαχοῦ φασιν ἐν τοῖς τοίχοις ἐνοικοδομεῖσθαι τὰ κρανία τῶν ἐλεφάντων αὐτοῖς ὀδοῦσιν. τί δὲ χρὴ περὶ Κελτῶν λέγειν, ὅπου φασὶ ποταμόν τινα καταφέρειν τὸ ἤλεκτρον καὶ πολὺ πανταχοῦ κεῖσθαι παρὰ ταῖς ὄχθαις ἐκβεβρασμένον, ὥσπερ αἱ ψῆφοι παρἡμῖν ἐπὶ τῶν αἰγιαλῶν; καὶ πρότερον μὲν οἱ παῖδες παίζοντες διερρίπτουν· νῦν δὲ κἀκεῖνοι συλλέγουσι καὶ φυλάττουσιν αὐτό, παρἡμῶν μεμαθηκότες ὅτι εἰσὶν εὐδαίμονες.
§5 ἆρα ἐνθυμεῖσθε ὅτι πάντες οὗτοι, λέγω δὲ τοὺς Κελτοὺς καὶ Ἰνδοὺς καὶ Ἴβηρας καὶ Ἄραβας καὶ Βαβυλωνίους, φόρους παρἡμῶν λαμβάνουσιν, οὐ τῆς χώρας οὐδὲ τῶν βοσκημάτων, ἀλλὰ τῆς ἀνοίας τῆς ἡμετέρας· οὐ γάρ, ἂν μὲν τοῖς ὅπλοις κρατήσαντές τινες ἀναγκάσωσιν αὑτοῖς ἀργύριον ὑποτελεῖν τοὺς ἡττημένους, τοῦτο ὀνομάζεται φόρος, καὶ ἔστιν ἀνθρώπων οὐ σφόδρα εὐτυχῶν οὐδὲ ἀνδρείων δασμὸν ἑτέροις παρέχειν· ἐὰν δέ τινες, μήτε ἐπιστρατευσαμένου μηδενὸς μήτε ἀναγκάσαντος, διεὐήθειαν δὲ καὶ τρυφήν, περὶ πλείστου ποιοῦνται ἁπάντων, ἀργύριον πέμπωσιν ἑκόντες, διὰ μακρᾶς μὲν ὁδοῦ, πολλῆς δὲ θαλάττης τοῖς μηδὲ ἐπιβῆναι ῥᾳδίως δυναμένοις τῆς ἡμετέρας γῆς, οὐ τῷ παντὶ κάκιόν τε καὶ αἴσχιον τὸ γιγνόμενον;
§6 πλὴν ὅτι λίθους μικροὺς καὶ ἀσθενεῖς καὶ νὴ Δία θηρίων ὀστᾶ διδόντες λαμβάνουσιν ἀργύριον καὶ χρυσίον, ἀντὶ χρηστῶν ἄχρηστα ἀντικαταλλαττόμενοι. μάλιστα δὲ θαυμάζω πολλάκις ἐννοῶν ὅτι Μῆδοι μὲν τὰ Σύρων λαβόντες ἠγάπων καὶ ἔχαιρον, Πέρσαι δὲ τὰ Μήδων, Μακεδόνες δὲ τὰ Περσῶν, καὶ τότε ᾤοντο εὐτυχεῖς γεγονέναι καὶ πράττειν ἄμεινον, ὅτε εἶχον τὰ τῶν ἀθλίων καὶ δυστυχούντων κτήματα. ταῦτα δὲ οὐκ ἄλλως ἔγωγε ληρῶν εἶπον, ἀλλὅτι τῶν τοιούτων, ὑπὲρ ὧν ἔχουσι τὴν πᾶσαν σπουδὴν καὶ ἐφοἷς θαυμάζουσιν οἱ πολλοὶ τοὺς κεκτημένους, οὐδέν ἐστιν ὄφελος, ἀλλ̓ οὐδεμιᾶς ἄξια δραχμῆς τὰ σύμπαντα· οὐδἂν γένοιντο ἄνθρωποί ποτε εὐδαίμονες ἀνόητοι καὶ ἄφρονες, οὐδἂν τὸν ἐν Σούσοις παράδεισον οἰκήσωσιν, ὃς ἦν, ὥς φασι, μετέωρος ἅπας.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up