Dio Chrysostom Orationes
EN Lat Orig
(1)περὶ ΒΑΣΙΛΕΙΑΣ α. (2)περὶ ΒΑΣΙΛΕΙΑΣ β. (3)περὶ ΒΑΣΙΛΕΙΑΣ γ. (4)περὶ ΒΑΣΙΛΕΙΑΣ δ. Oration 5: A Libyan Myth (6)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΤΥΡΑΝΝΙΔΟΣ (13)ΕΥΒΟΙΚΟΣ ἢ ΚΥΝΗΓΟΣ. (7)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΑΡΕΤΗΣ. (8)ΔΙΟΓΕΝΗΣ ἢ ΙΣΘΜΙΚΟΣ. (9)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΟΙΚΕΤΩΝ. (10)ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ. (11)Ὀλυμπικὸς ἢ περὶ τῆς πρώτης τοῦ θεοῦ ἐννοίας (12)ἐν ΑΘΗΝΑΙΣ περὶ ΦΥΓΗΣ. Oration 69: On Fondness for Listening Oration 70: On Retirement Oration 71: On Beauty Oration 72: On Peace and War Oration 73: That the Wise Man Is Happy Oration 74: On Happiness Oration 75: On the Daemon Oration 76: On Deliberation Oration 77: On Conversation at Banquets Oration 79: Melancomas II Oration 78: Melancomas I Oration 80: Charidemus Oration 14: The Rhodian Oration (15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ. Oration 16: 1st Tarsic Discourse Oration 17: 2nd Tarsic Discourse (35)ἐν ΚΕΛΑΙΝΑΙΣ τῆς ΦΡΥΓΙΑΣ. Oration 19: The Borysthenitic Discourse Oration 20: The Corinthian Oration Oration 21: To the Nicomedians on Concord with the Nicaeans Oration 22: On Concord in Nicaea Oration 23: On Concord with the Apameans Oration 24: To the Apameans on Concord Oration 25: A Discourse in His Homeland Oration 26: A Political Address in His Homeland Oration 27: A Complimentary Address to His Homeland Oration 28: An Account of His Relations with His Homeland Oration 29: Before Philosophising in His Homeland Oration 30: A Public Address in His Homeland Oration 31: A Political Address in the Assembly Oration 32: Renunciation of Office before the Council Oration 33: On Public Works before the Council Oration 34: To Diodorus Oration 35: On Aeschylus, Sophocles, and Euripides Oration 36: On Homer Oration 37: On Socrates Oration 38: On Homer and Socrates Oration 39: Agamemnon, or On Kingship Oration 40: Nestor Oration 41: Achilles Oration 42: Philoctetes Oration 43: Nessus, or Deianira Oration 44: Chryseis Oration 45: On Kingship and Tyranny Oration 46: On Fortune I Oration 47: On Fortune II Oration 48: On Fortune III Oration 49: On Reputation I Oration 50: On Reputation II Oration 51: On Reputation III Oration 52: On Virtue Oration 53: On Philosophy Oration 54: On the Philosopher Oration 55: On Personal Appearance Oration 56: On Trust Oration 57: On Distrust Oration 58: On Law Oration 59: On Custom Oration 60: On Envy Oration 62: On Wealth Oration 63: To the Cilicians on Freedom Oration 64: On Slavery and Freedom I Oration 65: On Slavery and Freedom II Oration 66: On Grief Oration 67: On Greed Oration 68: On the Practice of Oratory
Oration 46: On Fortune I
§1 Οἱ ἄνθρωποι ἐοίκασι πρὸς τὴν τύχην διακεῖσθαι ὃν τρόπον οἱ πλέοντες πρὸς τοὺς ἀνέμους τοὺς φορούς· ἄσμενοι γὰρ προσκαρτεροῦσι τῷ δρόμῳ, καὶ οἷς ἂν ἄνεμος παρῇ, ἐκεῖ τε ἦλθον ὅπου ἤθελον, οἱ δὲ ἀπολειφθέντες ἐν πελάγει μέσῳ μάτην ὀδύρονται· οὕτως οὖν καὶ τῆς τύχης παρούσης μὲν χαίρειν καὶ ἥδεσθαι τοὺς ἀνθρώπους, μὴ παρούσης δὲ λύπην ἔχειν καὶ ἀπορίαν. πάντα γὰρ ἐκ τῆς δαίμονος ταύτης, καὶ γὰρ τὸ ἄπορον εὔπορον φαίνεται καὶ τὸ ἀσθενὲς ἰσχυρὸν καὶ τὸ αἰσχρὸν καλὸν καὶ πενία γίγνεται πλοῦτος.
§2 τύχης γοῦν ἐν θαλάττῃ γενομένης εὐπλοεῖ ναῦς καὶ ἐν ἀέρι φανείσης εὐτυχεῖ γεωργός. καὶ ψυχὴ γέγηθεν ὑπὸ τῆς τύχης αἰωρουμένη· εἰ δὲ ἀπολίποι τύχη, περίεστιν ὡς ἐν τάφῳ τῷ σώματι. οὔτε γὰρ εἰ λέγοι τις, εὐδοκιμεῖ, οὔτε εἰ πράττοι τις, ἐπιτυγχάνει, οὐδὲ ὄφελός τι εὐφυῆ γενέσθαι ἀπολιπούσης τύχης. ταύτης γὰρ μὴ παρούσης οὐ προῆλθε παιδεία οὐδὲ ἄλλο τι ἀγαθόν. ἀλλὰ μὴν καὶ ἀρετὴ τότε ἔργων ἕνεκεν θαυμάζεται, ὅταν παρῇ τύχη· εἰ δὲ ἀφεθείη μόνη, λόγος ἐστὶ καλοῦ πράγματος ἄπρακτος. αὕτη πολεμούντων μέν ἐστι νίκη καὶ εἰρήνην ἀγόντων ὁμόνοια καὶ γαμούντων εὔνοια καὶ ἐρώντων ἡδονὴ καὶ ὅλως ἐπὶ παντὶ τῷ γιγνομένῳ εὐπραγία.
§3 γῆν ὅτε ἂν καταλίπῃ τύχη, τότε καὶ σείεται καὶ τρέμει καὶ τὰ ἐπαὐτῆς καλὰ διαρριπτεῖται· τοῦτο γῆς νόσημα, μὴ παρούσης τύχης. ὡς δὲ ναῦς εἰκῇ φέρεται καὶ ταχὺ βυθίζεται, κυβερνήτου στερομένη, καὶ ὡς τείχη κατέπεσε θεμελίων πονησάντων, οὕτω πόλις εἰς φθορὰν ὅλη χωρεῖ σπάνει τύχης. Ἀθῆναί ποτε εἰς ῥήτορας ἠδικήθησαν καὶ ἤγετο Δημοσθένης, οὐκέτι τῆς τύχης ἐπισκοπούσης τὰς Ἀθήνας. ἐμοὶ δὲ δοκεῖ καὶ οὐρανὸς τύχην ἔχειν, ὁπόταν αἰθρίαν ἔχῃ, μὴ σκότος.
§4 ὁρᾶν δὲ χρὴ καὶ τὸ εὐμήχανον αὐτῆς. ἤδη γοῦν τις ἐκπεσὼν νεὼς ἐν πελάγει εὐπόρησε τοῦ ζῆν, ἐλθούσης τύχης. ἄξιον δὲ εἰπεῖν καὶ τὸ συμβὰν ἀπὸ τῆς τύχης Ἀπελλῇ τῷ ζωγράφῳ. ὡς γὰρ λόγος, ἵππον οὐχὶ ἐξ ἐργασίας, ἀλλὰ ἐκ πολέμου ἐποίει. ὑψηλὸς ἦν τῷ αὐχένι καὶ ἐπανεστὼς καὶ τὰ ὦτα ὄρθιος καὶ δριμὺς τὰς ὄψεις, ὡς ἐκ πολέμου παρών, τὸν ἐκ τοῦ δρόμου θυμὸν ἐν ταῖς ὄψεσιν ἔχων, οἱ δὲ πόδες ὑπεφέροντο ἐν τῷ ἀέρι, μικρὰ ψαύοντες ἀνὰ μέρος τῆς γῆς. καὶ ἡνίοχος ἐκράτει τοῦ χαλινοῦ, τὸ πολεμικὸν σάλευμα τοῦ ἵππου ἀπὸ ῥυτῆρος ἄγων.
§5 ἅπαντα δὲ ἐχούσης τῆς εἰκόνος ἐοικότα ἔλειπεν ἀφροῦ χρῶμα, οἷον ἂν γένοιτο μιγέντος αἵματος καὶ ὑγροῦ κατὰ συνεχῆ μῖξιν, διώκοντος μὲν τοῦ ἄσθματος τὸ ὑγρὸν τῶν στομάτων, ἀφρίζοντος δὲ τῇ κοπῇ τοῦ πνεύματος, αἷμα δὲ ἐπιρραινούσης τῷ ἀφρῷ τῆς ἐκ τοῦ χαλινοῦ ὕβρεως. οὐ δὴ εὐπόρει γράφειν ἵππου ἀφρὸν κεκμηκότος ἐν ἀγῶνι. ἀπορῶν δὲ ἐπὶ πλέον, τέλος ἀπαλγήσας ἐνέσεισε περὶ τοὺς χαλινοὺς τῇ γραφῇ τὴν σπογγιάν. πολλὰ δὲ αὕτη ἔχουσα χρώματα ἐοικότα ἀφρῷ ᾑμαγμένῳ ἐφήρμοσε τῇ γραφῇ τὸ χρῶμα. Ἀπελλῆς δὲ ἰδὼν ἐχάρη τῷ ἐν ἀπογνώσει τέχνης τύχης ἔργῳ καὶ ἐτέλεσεν οὐ διὰ τῆς τέχνης, ἀλλὰ διὰ τῆς τύχης τὴν γραφήν.
§6 τί δὲ ἄλλο Ἡρακλέα μέγιστον εποίησεν; ἀλλὰ γὰρ καὶ λέοντα ἄγξας ἔπνιξε καὶ πτηνὰ ζῷα ἐδίωξε τοῦ ἀέρος, καὶ τοῦ ἕλους τὴν ὕδραν ἀφείλετο, συντρίψας αὐτῆς τὰς κεφαλάς, καὶ οὐκ ἐφόβησεν αὐτὸν περὶ τὸν Ἐρύμανθον κάπρος, ἀλλὰ καὶ ἐπὶ τὴν ἑσπέραν ἦλθε καὶ τοῦ ἐκεῖ φυτοῦ τὸν καρπὸν ἐκόμισε. Γηρυόνου δὲ τὰς βόας ἀφείλετο καλὰς οὔσας, καὶ Διομήδη τὸν Θρᾷκα ἐνουθέτησεν ἵπποις σῖτον διδόναι, μὴ ἀνθρώπους ἐσθίειν, τάς τε Ἀμαζόνας, ὅτι εἶεν γυναῖκες, ἤλεγξεν. ἅπαντα δὲ ταῦτα ἔπραττεν ἑπομένης αὐτῷ τύχης.
§7 ἔχει δοὐ κακῶς οὐδὲ τὰ τῶν παλαιῶν αἰνίγματα περὶ αὐτήν. οἱ μὲν γὰρ ἐπὶ ξυροῦ ἔστησαν αὐτήν, οἱ δὲ ἐπὶ σφαίρας, οἱ δὲ πηδάλιον ἔδωκαν κρατεῖν· οἱ δὲ τὰ κρείττω γράφοντες τὸ τῆς Ἀμαλθείας ἔδοσαν κέρας πλῆρες καὶ βρύον ταῖς ὥραις, ἐν μάχῃ Ἡρακλῆς Ἀχελῴου ἀπέρρηξεν. τὸ μὲν οὖν ξυρὸν τὸ ἀπότομον τῆς εὐτυχίας μηνύει· δὲ σφαῖρα ὅτι εὔκολος μεταβολὴ αὐτῆς ἐστιν· ἐν κινήσει γὰρ τυγχάνει πάντοτε ὂν τὸ θεῖον. τὸ δὲ πηδάλιον δηλοῖ ὅτι κυβερνᾷ τὸν τῶν ἀνθρώπων βίον τύχη. τὸ δὲ τῆς Ἀμαλθείας κέρας μηνύει τὴν τῶν ἀγαθῶν δόσιν τε καὶ εὐδαιμονίαν. μὴ ὀνομάζωμεν οὖν κακήν τινα τύχην· οὐδὲ γὰρ τὴν ἀρετὴν λέγει τις εἶναι κακὴν οὐδὲ τὸ ἀγαθὸν κακόν.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up