Dio Chrysostom Orationes
EN Lat Orig
(1)περὶ ΒΑΣΙΛΕΙΑΣ α. (2)περὶ ΒΑΣΙΛΕΙΑΣ β. (3)περὶ ΒΑΣΙΛΕΙΑΣ γ. (4)περὶ ΒΑΣΙΛΕΙΑΣ δ. Oration 5: A Libyan Myth (6)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΤΥΡΑΝΝΙΔΟΣ (13)ΕΥΒΟΙΚΟΣ ἢ ΚΥΝΗΓΟΣ. (7)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΑΡΕΤΗΣ. (8)ΔΙΟΓΕΝΗΣ ἢ ΙΣΘΜΙΚΟΣ. (9)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΟΙΚΕΤΩΝ. (10)ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ. (11)Ὀλυμπικὸς ἢ περὶ τῆς πρώτης τοῦ θεοῦ ἐννοίας (12)ἐν ΑΘΗΝΑΙΣ περὶ ΦΥΓΗΣ. Oration 69: On Fondness for Listening Oration 70: On Retirement Oration 71: On Beauty Oration 72: On Peace and War Oration 73: That the Wise Man Is Happy Oration 74: On Happiness Oration 75: On the Daemon Oration 76: On Deliberation Oration 77: On Conversation at Banquets Oration 79: Melancomas II Oration 78: Melancomas I Oration 80: Charidemus Oration 14: The Rhodian Oration (15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ. Oration 16: 1st Tarsic Discourse Oration 17: 2nd Tarsic Discourse (35)ἐν ΚΕΛΑΙΝΑΙΣ τῆς ΦΡΥΓΙΑΣ. Oration 19: The Borysthenitic Discourse Oration 20: The Corinthian Oration Oration 21: To the Nicomedians on Concord with the Nicaeans Oration 22: On Concord in Nicaea Oration 23: On Concord with the Apameans Oration 24: To the Apameans on Concord Oration 25: A Discourse in His Homeland Oration 26: A Political Address in His Homeland Oration 27: A Complimentary Address to His Homeland Oration 28: An Account of His Relations with His Homeland Oration 29: Before Philosophising in His Homeland Oration 30: A Public Address in His Homeland Oration 31: A Political Address in the Assembly Oration 32: Renunciation of Office before the Council Oration 33: On Public Works before the Council Oration 34: To Diodorus Oration 35: On Aeschylus, Sophocles, and Euripides Oration 36: On Homer Oration 37: On Socrates Oration 38: On Homer and Socrates Oration 39: Agamemnon, or On Kingship Oration 40: Nestor Oration 41: Achilles Oration 42: Philoctetes Oration 43: Nessus, or Deianira Oration 44: Chryseis Oration 45: On Kingship and Tyranny Oration 46: On Fortune I Oration 47: On Fortune II Oration 48: On Fortune III Oration 49: On Reputation I Oration 50: On Reputation II Oration 51: On Reputation III Oration 52: On Virtue Oration 53: On Philosophy Oration 54: On the Philosopher Oration 55: On Personal Appearance Oration 56: On Trust Oration 57: On Distrust Oration 58: On Law Oration 59: On Custom Oration 60: On Envy Oration 62: On Wealth Oration 63: To the Cilicians on Freedom Oration 64: On Slavery and Freedom I Oration 65: On Slavery and Freedom II Oration 66: On Grief Oration 67: On Greed Oration 68: On the Practice of Oratory
Oration 36: On Homer
§1 μὲν Δημόκριτος περὶ Ὁμήρου φησὶν οὕτως· Ὅμηρος φύσεως λαχὼν θεαζούσης ἐπέων κόσμον ἐτεκτήνατο παντοίων· ὡς οὐκ ἐνὸν ἄνευ θείας καὶ δαιμονίας φύσεως οὕτως καλὰ καὶ σοφὰ ἔπη ἐργάσασθαι. πολλοὶ δὲ καὶ ἄλλοι γεγράφασιν οἱ μὲν ἄντικρυς ἐγκωμιάζοντες τὸν ποιητὴν ἅμα καὶ δηλοῦντες ἔνια τῶν ὑπαὐτοῦ λεγομένων, οἱ δὲ αὐτὸ τοῦτο τὴν διάνοιαν ἐξηγούμενοι, οὐ μόνον Ἀρίσταρχος καὶ Κράτης καὶ ἕτεροι πλείους τῶν ὕστερον γραμματικῶν κληθέντων, πρότερον δὲ κριτικῶν. καὶ δὴ καὶ αὐτὸς Ἀριστοτέλης, ἀφοὗ φασι τὴν κριτικήν τε καὶ γραμματικὴν ἀρχὴν λαβεῖν, ἐν πολλοῖς διαλόγοις περὶ τοῦ ποιητοῦ διέξεισι, θαυμάζων αὐτὸν ὡς τὸ πολὺ καὶ τιμῶν, ἔτι δὲ Ἡρακλείδης Ποντικός.
§2 τούτων δὲ πρότερος Πλάτων πανταχοῦ μέμνηται, τὴν μὲν ἡδονὴν καὶ χάριν τὴν τῶν ἐπῶν ἐκπληττόμενος, πολλάκις γε μὴν ἐπιμεμφόμενος ἐν τοῖς περὶ θεῶν μύθοις τε καὶ λόγοις, ὡς οὐ συμφέροντα τοῖς ἀνθρώποις οὐδαμῶς αὐτὸν εἰρηκότα, πλεονεξίας καὶ ἐπιβουλὰς κατἀλλήλων καὶ μοιχείας καὶ ἔριδας καὶ φιλονικίας περὶ θεῶν ἐπεξιόντα· μετὰ ταῦτα δὲ οὐ μεταδιδοὺς αὐτῷ τῆς αὑτοῦ πόλεώς τε καὶ πολιτείας σοφῆς ὡς αὐτὸς ἐνόμιζεν ἐσομένης, ἵνα μήτε ταῦτα ἀκούωσι περὶ θεῶν νέοι ὄντες οὓς ἐκεῖνος ἀποφαίνει φύλακάς τε καὶ ἡγεμόνας τῆς πόλεως, μηδαὖ περὶ τῶν ἐν ᾅδου μηδὲν σκυθρωπὸν λεγόμενον μαλακωτέρους αὐτοὺς πρός τε τὸ μάχεσθαι καὶ τὸ ἀποθνῄσκειν ποιῇ μηδὲ ὥσπερ πώλους κακῶς πωλευθέντας ἐξ ἀρχῆς ὑπόπτους πρὸς τὰ μὴ φοβερά.
§3 περὶ μὲν δὴ τούτων ἕτερος λόγος πλείων καὶ μακρότερος καὶ οὐ ῥᾴδιος, πότερον Ὅμηρος ἥμαρτε περὶ ταῦτα φυσικούς τινας ἐνόντας ἐν τοῖς μύθοις λόγους κατὰ τὴν τότε συνήθειαν παρεδίδου τοῖς ἀνθρώποις. οὐ γὰρ ῥᾴδιον διαιτῆσαι τὸ τοιοῦτον, καθάπερ οἶμαι δύο φίλων ἀνδρῶν, ἀμφοτέρων σεμνῶν, τοῦ ἑτέρου τῷ ἑτέρῳ ἐγκαλοῦντος,
§4 ἑνὸς αὐτῶν καταγνῶναι. γέγραφε δὲ καὶ Ζήνων φιλόσοφος εἴς τε τὴν Ἰλιάδα καὶ τὴν Ὀδύσσειαν, καὶ περὶ τοῦ Μαργίτου δέ· δοκεῖ γὰρ καὶ τοῦτο τὸ ποίημα ὑπὸ Ὁμήρου γεγονέναι νεωτέρου καὶ ἀποπειρωμένου τῆς αὑτοῦ φύσεως πρὸς ποίησιν. δὲ Ζήνων οὐδὲν τῶν τοῦ Ὁμήρου ψέγει, ἅμα διηγούμενος καὶ διδάσκων ὅτι τὰ μὲν κατὰ δόξαν, τὰ δὲ κατὰ ἀλήθειαν γέγραφεν, ὅπως μὴ φαίνηται αὐτὸς αὑτῷ μαχόμενος ἔν τισι δοκοῦσιν ἐναντίως εἰρῆσθαι.
§5 δὲ λόγος οὗτος Ἀντισθένους ἐστὶ πρότερον, ὅτι τὰ μὲν δόξῃ, τὰ δὲ ἀληθείᾳ εἴρηται τῷ ποιητῇ· ἀλλ μὲν οὐκ ἐξειργάσατο αὐτόν, δὲ καθἕκαστον τῶν ἐπὶ μέρους ἐδήλωσεν. ἔτι δὲ καὶ Περσαῖος τοῦ Ζήνωνος κατὰ τὴν αὐτὴν ὑπόθεσιν γέγραφε καὶ ἄλλοι πλείους. δὲ Πλάτων ἅμα αἰτιώμενος αὐτόν, ὡς εἶπον, καὶ τὴν δύναμιν αὐτοῦ θαυμαστήν τινα ἀποφαίνει τῆς ποιήσεως, ὡς εἰκόνα ὄντα παντὸς χρήματος καὶ πάσας ἀτεχνῶς ἀφιέντα φωνάς, ποταμῶν τε καὶ ἀνέμων καὶ κυμάτων· καὶ κελεύει μάλα εἰρωνικῶς στέψαντας αὐτὸν ἐρίῳ καὶ μύρον καταχέαντας ἀφιέναι παρἄλλους.
§6 τοῦτο δὲ αἱ γυναῖκες ἐπὶ τῶν χελιδόνων ποιοῦσιν. ἔτι δὲ καὶ αὐτὸς τῆς χάριτος ἐπιὼν τὴν ποίησιν σφόδρα ἄγασθαι τὸν ἄνδρα. ἀτεχνῶς γὰρ οὐκ ἄνευ θείας τύχης οὐδἄνευ Μουσῶν τε καὶ Ἀπόλλωνος ἐπιπνοίας δυνατὸν οὕτως ὑψηλὴν καὶ μεγαλοπρεπῆ καὶ προσέτι ἡδεῖαν γενέσθαι ποίησιν, ὥστε μὴ μόνον τοὺς ὁμογλώττους καὶ ὁμοφώνους τοσοῦτον ἤδη κατέχειν χρόνον, ἀλλὰ καὶ τῶν βαρβάρων πολλούς· καὶ τοὺς μὲν διγλώττους καὶ μιγάδας σφόδρα ἐμπείρους εἶναι τῶν ἐπῶν αὐτοῦ, πολλὰ τῶν ἄλλων ἀγνοοῦντας τῶν Ἑλληνικῶν, ἐνίους δὲ καὶ τῶν σφόδρα μακρὰν διῳκισμένων· ὁπότε καὶ παρἸνδοῖς φασιν ᾅδεσθαι τὴν Ὁμήρου ποίησιν, μεταλαβόντων αὐτὴν εἰς τὴν σφετέραν διάλεκτόν τε καὶ φωνήν.
§7 ὥστε καὶ Ἰνδοὶ τῶν μὲν ἄστρων τῶν παρἡμῖν πολλῶν εἰσιν ἀθέατοι· τὰς γὰρ ἄρκτους οὔ φασι φαίνεσθαι παραὐτοῖς· τῶν δὲ Πριάμου παθημάτων καὶ τῶν Ἀνδρομάχης καὶ Ἑκάβης θρήνων καὶ ὀδυρμῶν καὶ τῆς Ἀχιλλέως τε καὶ Ἕκτορος ἀνδρείας οὐκ ἀπείρως ἔχουσιν. τοσοῦτον ἴσχυσεν ἑνὸς ἀνδρός μουσική· καὶ δοκεῖ ἔμοιγε τῇ δυνάμει ταύτῃ τάς τε Σειρῆνας ὑπερβαλέσθαι καὶ τὸν Ὀρφέα.
§8 τὸ γὰρ λίθους τε καὶ φυτὰ καὶ θηρία κηλεῖν καὶ ἄγειν τί ἔστιν ἕτερον τὸ βαρβάρους ἀνθρώπους ἀσυνέτους τῆς Ἑλληνικῆς φωνῆς οὕτως ἄγαν χειρώσασθαι, μήτε τῆς γλώττης μήτε τῶν πραγμάτων ἐμπείρους ὄντας, ὑπὲρ ὧν λόγος, ἀλλὰ ἀτεχνῶς καθάπερ οἶμαι πρὸς κιθάραν κηλουμένους; ἡγοῦμαι δὲ ἔγωγε πολλοὺς καὶ τῶν ἀμαθεστέρων ἔτι βαρβάρων τό γε ὄνομα ἀκηκοέναι τὸ Ὁμήρου, , τι δὲ δηλοῖ, τοῦτο μὴ εἰδέναι σαφῶς, εἴτε ζῷον εἴτε φυτὸν εἴτε πρᾶγμα ἕτερον.
§9 οὐ μὴν ἀλλὰ καὶ τὸν βίον ἐπαινέσαι τις ἂν τοῦ ἀνδρὸς πολὺ μᾶλλον τῆς ποιήσεως. τὸ γὰρ ἐν πενίᾳ διαγενέσθαι καὶ ἀλώμενον καὶ τοσοῦτον ἀπὸ τῶν ποιημάτων πορίζοντα ὅσον ἀποζῆν θαυμαστῆς ἀνδρείας καὶ μεγαλοφροσύνης· ἔτι δὲ τὸ μηδαμοῦ γεγραφέναι τὸ αὑτοῦ ὄνομα, ἀλλὰ μηδὲ ἐν τῇ ποιήσει αὑτοῦ μνησθῆναι, καίτοι τῶν ἄλλων ἁπάντων, ὁπόσοι τινὰ ἔδοξαν ἔχειν δύναμιν περὶ ποίησιν καταλογάδην συγγράφοντες, καὶ πρῶτον καὶ τελευταῖον τὸ ἑαυτῶν ὄνομα γραφόντων, πολλῶν δὲ καὶ ἐν αὐτοῖς τοῖς λόγοις τε καὶ ποιήμασιν,
§10 ὥσπερ Ἑκαταῖός τε καὶ Ἡρόδοτος καὶ Θουκυδίδης, οὗτος μὲν οὖν οὐχ ἅπαξ μόνον ἐν ἀρχῇ τῆς ἱστορίας, ἀλλὰ πολλάκις διαμαρτυρόμενος καθἕκαστον χειμῶνα καὶ θέρος ὅτι ταῦτα ξυνέγραψε Θουκυδίδης. δὲ οὕτως ἄρα ἐλευθέριος ἦν καὶ μεγαλόφρων ὥστε οὐδαμοῦ φανήσεται τῆς ποιήσεως αὑτοῦ μεμνημένος, ἀλλὰ τῷ ὄντι ὥσπερ οἱ προφῆται τῶν θεῶν ἐξ ἀφανοῦς καὶ ἀδύτου ποθὲν φθεγγόμενος.
§11 ὅτι δὲ καὶ ὠφέλιμα πάντα καὶ χρήσιμα ἔγραψε, τὰ μὲν ἄλλα εἰ διεξίοι τις, πολὺ ἂν ἔργον εἴη, ὅσα πεποίηκε περὶ ἀρετῆς καὶ κακίας· περὶ δὲ τῶν βασιλέων ἐν βραχεῖ οἵους φησὶ δεῖν εἶναι. ὃν γὰρ ἂν ἐπαινῇ τῶν βασιλέων, Διὶ μῆτιν ἀτάλαντόν φησιν εἶναι καὶ διοτρεφέας ἅπαντας τοὺς ἀγαθοὺς βασιλεῖς καὶ τὸν Μίνω, μεγίστην ἐπὶ δικαιοσύνῃ δόξαν ἔχοντα παρὰ τοῖς Ἕλλησι, τοῦ Διὸς ὁμιλητήν τε καὶ μαθητὴν εἶναί φησιν, ὡς πρῶτον δὴ καὶ μέγιστον ἁπάντων ἐκεῖνον βασιλέα καὶ μόνον αὐτὸν ἐπιστάμενον καὶ παραδιδόντα τὴν βασιλικὴν τέχνην, καὶ τοὺς ἀγαθοὺς βασιλεῖς δέον πρὸς ἐκεῖνον βλέποντας κατευθύνειν τὴν ἀρχήν, ἀφομοιοῦντας, ὡς δυνατόν ἔστιν ἀνθρώποις, θεῷ τὸν αὑτῶν τρόπον.
§12 τὸ δὲ τοῦ Διὸς ἦθος καὶ τὴν βασιλείαν ὁποία τις ἦν, ἐν πολλοῖς μὲν ἄλλοις ποιεῖ φανεράν, ὡς δἐν βραχεῖ περιλαβόντα εἰπεῖν τὴν δύναμιν αὐτοῦ καὶ τὴν διάνοιαν δηλοῖ πολλάκις, ἀεί ποτε αὐτὸν οὕτως ὀνομάζων ,πατὴρ ἀνδρῶν τε θεῶν τἑ· ὡς δέον τὴν τῶν βασιλέων ἐπιμέλειαν πατρικὴν καὶ κηδεμονικὴν εἶναι μετεὐνοίας καὶ φιλίας καὶ μηδέποτε ἄλλως προσῆκον ἀνθρώπων προΐστασθαί τε καὶ ἄρχειν ἀγαπῶντα καὶ προνοοῦντα, ὁπότε Ζεὺς οὐχ ὑπερορᾷ πατὴρ ἀνθρώπων καλεῖσθαι.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up