Dio Chrysostom Orationes
EN Lat Orig
(1)περὶ ΒΑΣΙΛΕΙΑΣ α. (2)περὶ ΒΑΣΙΛΕΙΑΣ β. (3)περὶ ΒΑΣΙΛΕΙΑΣ γ. (4)περὶ ΒΑΣΙΛΕΙΑΣ δ. Oration 5: A Libyan Myth (6)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΤΥΡΑΝΝΙΔΟΣ (13)ΕΥΒΟΙΚΟΣ ἢ ΚΥΝΗΓΟΣ. (7)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΑΡΕΤΗΣ. (8)ΔΙΟΓΕΝΗΣ ἢ ΙΣΘΜΙΚΟΣ. (9)ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΟΙΚΕΤΩΝ. (10)ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ. (11)Ὀλυμπικὸς ἢ περὶ τῆς πρώτης τοῦ θεοῦ ἐννοίας (12)ἐν ΑΘΗΝΑΙΣ περὶ ΦΥΓΗΣ. Oration 69: On Fondness for Listening Oration 70: On Retirement Oration 71: On Beauty Oration 72: On Peace and War Oration 73: That the Wise Man Is Happy Oration 74: On Happiness Oration 75: On the Daemon Oration 76: On Deliberation Oration 77: On Conversation at Banquets Oration 79: Melancomas II Oration 78: Melancomas I Oration 80: Charidemus Oration 14: The Rhodian Oration (15)πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ. Oration 16: 1st Tarsic Discourse Oration 17: 2nd Tarsic Discourse (35)ἐν ΚΕΛΑΙΝΑΙΣ τῆς ΦΡΥΓΙΑΣ. Oration 19: The Borysthenitic Discourse Oration 20: The Corinthian Oration Oration 21: To the Nicomedians on Concord with the Nicaeans Oration 22: On Concord in Nicaea Oration 23: On Concord with the Apameans Oration 24: To the Apameans on Concord Oration 25: A Discourse in His Homeland Oration 26: A Political Address in His Homeland Oration 27: A Complimentary Address to His Homeland Oration 28: An Account of His Relations with His Homeland Oration 29: Before Philosophising in His Homeland Oration 30: A Public Address in His Homeland Oration 31: A Political Address in the Assembly Oration 32: Renunciation of Office before the Council Oration 33: On Public Works before the Council Oration 34: To Diodorus Oration 35: On Aeschylus, Sophocles, and Euripides Oration 36: On Homer Oration 37: On Socrates Oration 38: On Homer and Socrates Oration 39: Agamemnon, or On Kingship Oration 40: Nestor Oration 41: Achilles Oration 42: Philoctetes Oration 43: Nessus, or Deianira Oration 44: Chryseis Oration 45: On Kingship and Tyranny Oration 46: On Fortune I Oration 47: On Fortune II Oration 48: On Fortune III Oration 49: On Reputation I Oration 50: On Reputation II Oration 51: On Reputation III Oration 52: On Virtue Oration 53: On Philosophy Oration 54: On the Philosopher Oration 55: On Personal Appearance Oration 56: On Trust Oration 57: On Distrust Oration 58: On Law Oration 59: On Custom Oration 60: On Envy Oration 62: On Wealth Oration 63: To the Cilicians on Freedom Oration 64: On Slavery and Freedom I Oration 65: On Slavery and Freedom II Oration 66: On Grief Oration 67: On Greed Oration 68: On the Practice of Oratory
Oration 48: On Fortune III
§1 Οἱ σφόδρα τῇ τύχῃ πεπιστευκότες καὶ τῇ παρουσίᾳ ταύτης ἐπαιρόμενοι δοκοῦσί μοι κάλλιστα συνηγορεῖν αὐτῇ καὶ παρασκευάζειν ὅπως ἐπειδὰν μεταπέσῃ, μηδεὶς αὐτῇ μέμφηται. τοὐναντίον γὰρ ἅπαντες τῇ βαρύτητι τῶν εὐτυχούντων δυσχεραίνοντες καὶ τὴν ὕβριν αὐτῶν μεμισηκότες ὅταν καταλίπῃ τινὰ αὐτῶν, ἐπαινοῦσι καί φασι δικαίαν αὐτοῖς γεγονέναι τὴν μεταβολήν. δεῖ δὲ τοὺς νοῦν ἔχοντας οὕτως χρῆσθαι τοῖς αὐτομάτοις ἀγαθοῖς ὥστε ὑπαρχόντων μὲν αὐτῶν μηδένα ἐγκαλεῖν, ἐὰν δὲ παύσηταί ποτε, μηδένα ἐφήδεσθαι.
§2 τῷ παντὶ γὰρ κρεῖττόν ἐστιν ἐνδεῶς πράττοντα ἀγαπᾶσθαι καὶ δοκεῖν πᾶσι παρὰ τὴν ἀξίαν ἀπαλλάττειν τοὐναντίον εὐτυχοῦντα μισεῖσθαι καὶ προσέτι καὶ τῇ τύχῃ γίγνεσθαι βλασφημίας αἴτιον, ὡς τοὺς πονηροὺς ἀντὶ τῶν χρηστῶν εὐεργετεῖν προαιρουμένῃ. οἱ μὲν οὖν πολλοὶ τῶν ἀνθρώπων τοὺς βαρέως χρωμένους τοῖς ἐκ τῆς τύχης ὑπάρχουσι πονηροὺς μὲν εἷναί φασι καὶ τῶν ἀγαθῶν ἀναξίους, οὐ μὴν ἀτυχεῖς γε εἰώθασι λέγειν· ἐμοὶ δὲ τοὐναντίον οὗτοι δοκοῦσι πάντων ἀτυχέστατοι καθεστηκέναι.
§3 τὸ γὰρ ἐκ τῶν νομιζομένων ἀγαθῶν μηδενὸς χρηστοῦ, βλασφημίας δὲ καὶ μίσους ἀπολαύειν πρὸς τῷ τὴν αὑτοῦ κακίαν γνωριμωτέραν πᾶσι ποιεῖν, πῶς οὐχὶ μεγάλη καὶ φανερὰ δυστυχία; διόπερ οἶμαι τοῖς ἀνοήτοις λυσιτελεῖ τῷ παντὶ μᾶλλον ἐνδεῶς πράττειν καὶ μήτε ἐξουσίας μήτε πλούτου μήτε τῶν τοιούτων μηδενὸς τυγχάνειν. ταπεινοὶ μὲν γὰρ ὄντες λανθάνειν τοὺς πολλοὺς ἔμελλον, ὁποῖοι κατὰ τρόπον ὑπάρχουσιν, ἀρθέντες δὲ ὑπὸ τῆς τύχης ἐπίσημον τὴν πονηρίαν ἔσχον.
§4 ὥσπερ οὖν τοῖς τὸ σῶμα φαύλως διακειμένοις βέλτιον καθαὑτοὺς ἀποδύεσθαι καὶ μηδέποτε εἰς τὸ κοινόν, ὅπως μηδένα ἔχωσι τῆς περὶ τοῦτο αἰσχύνης μάρτυρα· τὸν αὐτὸν οἶμαι τρόπον, οἷς συμβέβηκε τὴν ψυχὴν ἀγεννῆ καὶ μοχθηρὰν ὑπάρχειν, λυσιτελὲς ἂν εἴη δήπου ἐν ἀγνοίᾳ τοῦ βίου καὶ σκότει τῆς τύχης διατελεῖν. — ἀδίκως γάρ μοι δοκοῦσιν οἱ πολλοὶ τῶν ἀνθρώπων τῆς τύχης κατηγορεῖν, ὡς οὐδὲν ἐχούσης βέβαιον οὐδὲ πιστόν, ἀλλὰ ταχὺ δὴ μάλα, οἷς ἂν παρῇ, τούτους καταλειπούσης καὶ μεθισταμένης πρὸς ἑτέρους.
§5 εἰ μὲν γὰρ καλῶς ἦν ἰδεῖν χρωμένους ὡς τὸ πολὺ τοῖς παραὐτῆς ἀγαθοῖς τοὺς λαμβάνοντας καὶ μὴ τοὐναντίον εὐθὺς ὕβρεως καὶ μισανθρωπίας καὶ θρασύτητος ἐμπιμπλαμένους, οὐκ ἂν ὀρθῶς ἐποίει μὴ τοῖς αὐτοῖς παραμένουσα· νῦν δὲ οἶμαι προαιρεῖται μὲν εὐεργετεῖν ἕκαστον ὡς χρηστὸν καὶ τῶν παραὐτῆς δωρεῶν ἄξιον, ἐπειδὰν δὲ φαῦλον αἴσθηται καὶ ταπεινόν, καταισχύνοντα τὴν εὔνοιαν τὴν παραὐτῆς, εἰκότως ἀφίσταται καὶ ζητεῖ πάλιν ἄλλον, ἐὰν ἄρα ἐπιεικέστερον εὑρεῖν δύνηται.
§6 πονηρῶν δὲ τῶν πλείστων ὑπαρχόντων καὶ τῆς ἀνθρωπίνης φύσεως σπανίως τινὰ φερούσης ἐπιτήδειον εὖ πράττειν, ἐξ ἀνάγκης συνεχεῖς ποιεῖται τὰς μεταβολάς, πολὺ δὲ μᾶλλον διὰ τὴν ἡμετέραν τὴν αὑτῆς φύσιν. ἔστι δὲ ἄτοπον, εἴ τις αὐτὸς μὲν ἕκαστος οὐ δύναται φέρειν ἐνίους τῶν εὐτυχούντων, ἀλλὰ μικρὸν χρόνον ὁμιλήσας ἀφίσταται, καὶ μᾶλλον αἱρεῖται τὴν αὑτοῦ πενίαν ὅπως ἂν ἐνδέχηται φέρειν φορτικῶν καὶ ἀνοήτων ἀνέχεσθαι τρόπων· τὴν δὲ τύχην, θεὸν οὖσαν, ἀξιοῖ τοῖς αὐτοῖς τούτοις συζῆν ἄχρι παντὸς καὶ πολλάκις ὑβριζομένην ὕβρεις δεινὰς παραμένειν ἀνδραπόδῳ μηδενὸς ἀξίῳ.
§7 παρὰ γὰρ τῶν πλουσίων εἰς μὲν τοὺς συμβιοῦντας ἀνθρώπους ὕβρις ἐστὶ λοιδορία, προπηλακισμός, κατάγελως, τὸ πληγῆναι πολλάκις, εἰς δὲ τὴν τύχην αὐτὴν ὑπερηφανία, βαρύτης, μικρολογία. — ἀδικώτατά μοι δοκοῦσιν ἐγκαλεῖν οἱ πολλοὶ τῇ τύχῃ. νῦν μὲν γὰρ αὐτὴν αἰτιῶνται, φάσκοντες ἄπιστον εἶναι καὶ μηδὲν ἔχειν βέβαιον. εἰ δ᾽ ἀεὶ τοῖς αὐτοῖς παρέμενεν, οὐκ ἔστιν ὅπως οὐχὶ τῷ παντὶ μείζονος καὶ δικαιοτέρας ἐτύγχανε κατηγορίας. ὅπου γὰρ νῦν ὁρᾶτε τοὺς εὖ πράττοντας οὕτως ὄντας πονηροὺς καὶ βαρεῖς, καὶ ταῦτα τοῦ μέλλοντος ὑπάρχοντος ἀδήλου, πόσης ἂν οἴεσθε αὐτοὺς ὑπερηφανίας καὶ σκαιότητος εἶναι μεστούς, εἰ καθόλου μὴ τὴν ἐλπίδα τῆς μεταβολῆς ὑφεωρῶντο;
§8 φασὶ πολλοὶ τὴν τύχην ἄκριτον εἶναι καὶ πονηροῖς ἀνθρώποις προσμένειν, τῶν χρηστῶν δὲ ἀμελεῖν, ὅταν ὁρῶσι τοὺς ἠξιωμένους τῶν παρἐκείνης ἀγαθῶν βαρεῖς ὄντας καὶ δυσχρήστους καὶ ἀγεννεῖς. δοκεῖ δέ μοι τύχη πρὸς αὐτοὺς δίκαια ἂν εἰπεῖν ὅτι φύσει φιλάνθρωπος οὖσα ἀεί τισι πάρεστιν ἡμῶν, οὐχ αἱρουμένη τοὺς ἀξίους οὐδὲ τοὺς πονηρούς, ἀεὶ δὲ οἵοις ἂν αὐτοῖς παραγένηται, τοιούτους αὐτοὺς ὄντας ἐξελέγχεσθαι. δεῖν οὖν τὴν αὑτῶν αἰτιᾶσθαι φύσιν, μὴ τὴν ἐκείνης, ὅτι τοιοῦτοι καθεστήκασιν,
§9 ὥστε μὲν ἐνδεῶς ἔτι πράττων εὐθὺς ἄξιος εἶναι δοκεῖ βέλτιον ἀπαλλάττειν, ὅτῳ δἂν ὑπάρξῃ τὰ παραὐτῆς ἀγαθά, εὐθὺς μοχθηρὸς πέφηνεν. ἔστι γὰρ ὅμοιον ὥσπερ εἴ τις, ἀγγείων πολλῶν ὄντων, μηδενὸς δὲ ὑγιοῦς, τὸν εἰς αὐτὰ ἐγχέοντα ψέγοι βλέπων ῥέον ἀεὶ τὸ πληρούμενον. εἴποι γὰρ ἄν, Ἀλλἔστι πάντα τοιαῦτα· ἕως δἂν κενά, λανθάνει.
§10 θαυμάζω πῶς ποτε οἱ πολλοὶ τὴν τύχην φασὶν ἐπικίνδυνον εἶναι καὶ μηδὲν τῶν παραὐτῆς ὑπάρχειν βέβαιον. ἐκείνη γὰρ ἐπειδάν τινι δῷ τὰ παραὑτῆς ἀγαθά ʽταῦτα δἐστὶ χρήματα, ἰσχύς, δόξα, τιμαἴ τούτοις οὐδένα κωλύει χρῆσθαι κατὰ τρόπον καὶ νὴ Δία γε εἰς τἀσφαλὲς αὑτοῖς κατατίθεσθαι, λέγω δὲ οὐκ εἰς τὴν οἰκίαν ἔνδον οὐδεἰς τὸ ταμιεῖον οὐδὲ κλεῖς ἐφιστάντας καὶ μοχλούς ʽοὐ φυλάττεται γὰρ ὑπὸ τούτων οὐδὲν τῶν παραὐτῆσ̓ ἀλλεἰς εὔνοιαν ἀνθρώπων, πατρίδος εὐεργεσίαν, φίλων βοήθειαν.
§11 οὐκοῦν οὐδέποτε αὐτοὺς οὐδὲν ἀφείλετο τύχη τοὺς γε ἅπαξ κτησαμένους τῶν οὕτως ἀποκειμένων. οὗτοι γάρ εἰσι θησαυροὶ βέβαιοι καὶ πᾶσι φανεροὶ τῶν αὐτομάτως περιγιγνομένων. ἐὰν δέ τις λαβὼν ῥίψῃ καὶ νὴ Δία κακῶς θῇ, θύραις καὶ κλεισὶ πιστεύων, οὐκέτοἶμαι διἐκείνην ἀπόλλυνται.
§12 σφόδρα δὲ καὶ τοῦτο ἄτοπον· πρὸς γὰρ τῷ πολλὰ βλασφημεῖν διὰ λόγων κατὰ τῆς τύχης ἔτι καὶ πλάσται καὶ γραφεῖς αὐτὴν λοιδοροῦσιν, οἱ μὲν ὡς μαινομένην καὶ διαρρίπτουσαν γράφοντες, οἱ δὲ ἐπὶ σφαίρας βεβηκυῖαν, ὡς οὐκ ἀσφαλῶς οὐδὲ ἀκινδύνως ἐρηρεισμένην, δέον ἡμᾶς αὐτοὺς τοιούτους πλάττειν καὶ γράφειν τοὺς ἐμπλήκτως καὶ κακῶς πᾶσι χρωμένους καὶ μὰ Δία γε οὐκ ἐπὶ σφαίρας, ἀλλ̓ ἐπἀνοίας ἑστηκότας, καὶ μὴ μάτην τῇ τύχῃ μέμφεσθαι.
§13 περὶ πάντων μέν, ὡς εἰπεῖν, οἱ πολλοὶ τῶν ἀνθρώπων οὐκ ὀρθῶς ὑπολαμβάνουσι, μάλιστα δὲ τὴν ὑπὲρ τῆς τύχης δόξαν ψευδῆ καὶ πεπλανημένην ἔχουσιν. φασὶ γὰρ αὐτὴν διδόναι μὲν τοῖς ἀνθρώποις τἀγαθά, ῥᾳδίως δὲ ἀφαιρεῖσθαι· καὶ διὰ τοῦτο ὡς ἄπιστον βλασφημοῦσι καὶ φθονεράν. ἐγὼ δὲ οὐ διδόναι φημὶ τὴν τύχην τούτων οὐδέν, ὧν οἱ πολλοὶ νομίζουσιν.
§14 γὰρ κύριος ἕκαστος γίγνεται τῶν ὑπαρχόντων καὶ διοὗ μόνου κεκτῆσθαι τἀγαθὰ ἀσφαλῶς ἔστιν, οὐ δίδωσιν αὐτοῖς μετὰ τῶν χρημάτων καὶ τῆς δόξης καὶ τῆς δυνάμεως. τοῦτο δέ ἐστιν οὗ χωρὶς οὐκ ἔστιν οὐδὲ τῶν ἄλλων ἔχειν οὐδέν, οἴεσθαι μέντοι καὶ ἀπατᾶσθαι. καθάπερ οὖν οὐδὲ ἡμεῖς, ὅταν εἰς τὴν οἰκίαν τινὰ εἰσαγάγωμεν τὸ χωρίον σκεύη τινὰ παράσχωμεν, εὐθὺς κύριον ἐκείνων τοῦτον ἀπεδείξαμεν, ἂν μὴ προσῇ τὸ μετὰ ἀσφαλείας τινὸς καὶ γράμματος, οὕτω καὶ τύχη κύριον οὐδένα ποιεῖ τῶν ὑφαὑτῆς διδομένων, ἐὰν μὴ προσῇ τὸ μετὰ νοῦ καὶ φρονήσεως τινὰ λαμβάνειν.
§15 οἱ μὲν πολλοὶ τῶν ἀνθρώπων εἰώθασιν εὐδαιμονίζειν εὐθὺς οἷς ἂν ὁρῶσι τὰ παρὰ τῆς τύχης ὑπάρχοντα, ὥσπερ τοῖς πλέουσι συνήδονται πνεῦμα ὁρῶντες ἐπέχον, οὐκ εἰδότες οὔτεἰ φορὸν αὐτοῖς τοῦτό ἐστιν οὔτεἰ κυβερνήτην ἔχουσιν ἔμπειρον. ἐγὼ δ᾽ οἶμαι τότε δεῖν μακαρίους κρίνειν τοὺς ἐν ἀφθόνοις ὄντας τοῖς παρὰ τῆς τύχης, ὅταν αὐτοῖς καὶ τὸ φρονεῖν παρῇ. καθαὑτὰ γὰρ ταῦτα δηλονότι εἰ τοῖς ἀνοήτοις γένοιτο κινδύνου καὶ δυστυχίας αἴτια.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up