Aristotle Mirabilium auscultationes
EN Lat Orig
Book 94
§1 Ἔστι δέ τις ἐν τῇ Τυρρηνίᾳ πόλις Οἰναρέα καλουμένη, ἣν ὑπερβολῇ φασὶν ὀχυρὰν εἶναι· ἐν γὰρ μέσῃ αὐτῇ λόφος ἐστὶν ὑψηλός, τριάκοντα σταδίους ἀνέχων ἄνω, καὶ κάτω ὕλην παντοδαπὴν καὶ ὕδατα, Φοβουμένους οὖν τοὺς ἐνοικοῦντας λέγουσι μή τις τύραννος γένηται, προΐστασθαι αὑτῶν τοὺς ἐκ τῶν οἰκετῶν ἠλευθερωμένους· καὶ οὗτοι ἄρχουσιν αὐτῶν, κατ᾽ ἐνιαυτὸν δ᾽ ἄλλους ἀντικαθιστάναι τοιούτους.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up