Aristotle Mirabilium auscultationes
EN Lat Orig
Book 19
§1 Φασὶ δὲ καὶ ἐν Λυδίᾳ ἀπὸ τῶν δένδρων τὸ μέλι συλλέγεσθαι πολύ, καὶ ποιεῖν ἐξ αὐτοῦ τοὺς ἐνοικοῦντας ἄνευ κηροῦ τροχίσκους, καὶ ἀποτέμνοντας χρῆσθαι διὰ τρίψεως σφοδροτέρας. Γίνεται μὲν οὖν καὶ ἐν Θρᾴκῃ, οὐχ οὕτω δὲ στερεόν, ἀλλ᾽ ὡσανεὶ ἀμμῶδες. Ἄπαν δὲ μέλι πηγνύμενον τὸν ἴσον ἔχειν ὄγκον φασίν, οὐχ ὥσπερ τὸ ὕδωρ καὶ τἆλλα ὑγρά.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up