Aristotle Mirabilium auscultationes
EN Lat Orig
Book 132
§1 Ἐν μιᾷ τῶν Αἰόλου προσαγορευομένων νήσων πλῆθός τί φασι γενέσθαι φοινίκων, ὅθεν καὶ Φοινικώδη καλεῖσθαι. Οὐκ ἂν οὖν εἴη τὸ λεγόμενον ὑπὸ Καλλισθένους ἀληθές, ὅτι ἀπὸ Φοινίκων τῆς Συρίας τῶν τὴν παραλίαν οἰκούντων τὸ φυτὸν ἔλαβε τὴν προσηγορίαν.
§2 Ἀλλὰ καὶ αὐτοὺς τοὺς Φοίνικας ὑπὸ τῶν Ἑλλήνων φασί τινες [φοίνικας] προσαγορευθῆναι διὰ τὸ πρώτους πλέοντας τὴν θάλασσαν, ἂν ἀποβαίησαν, πάντας ἀποκτείνειν καὶ φονεύειν. Καὶ κατὰ γλῶσσαν δἐστὶ τὴν Περραιβῶν τὸ αἱμάξαι φοινίξαι.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up