Aristotle Mirabilium auscultationes
EN Lat Orig
Book 23
§1 Περὶ Θετταλίαν μνημονεύουσιν ὄφεις ζῳογονηθῆναι τοσούτους ὥστε, εἰ μὴ ὑπὸ τῶν πελαργῶν ἀνῃροῦντο, ἐκχωρῆσαι ἂν αὐτούς. Διὸ δὴ καὶ τιμῶσι τοὺς πελαργούς, καὶ κτείνειν οὐ νόμος· καὶ ἐάν τις κτείνῃ, ἔνοχος τοῖς αὐτοῖς γίνεται οἷσπερ καὶ ἀνδροφόνος.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up