Aristotle Mirabilium auscultationes
EN Lat Orig
Book 154
§1 Τῶν ἐν Αἲτνῃ κρατήραων ἀναρραγέντων καὶ ἀνὰ τὴν γῆν φερομένων ἔνθα καὶ ἔνθα χειμάρρου δίκην, τὸ τῶν εὐσεβῶν γένος ἐτίμησε τὸ δαιμόνιον. Περικαταληφθέντων γὰρ ὑπὸ τοῦ ῥεύματος διὰ τὸ βαστάζειν γέροντας ἐπὶ τῶν ὥμων γονεῖς καὶ σώζειν, πλησίον αὠτῶν γενόμενον τὸ τοῦ πυρὸς ῥεῦμα ἐξεσχίσθη, παρέτρεψέ τε τοῦ φλογμοῦ τὸ μὲν ἔνθα τὸ δὲ ἔνθα, καὶ ἐτήρησεν ἀβλαβεῖς ἃμα τοῖς γονεῦσι τοὺς νεανίσκους.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up