Aristotle › Mirabilium auscultationes
EN Lat Orig
Book 6
§1 Ἐν Ἀρμενίᾳ φάρμακόν τί φασι φύεσθαι ὃ καλεῖται παρδάλειον. Τούτῳ οὖν, ὅταν ὀφθῇ πάρδαλις, χρίσαντες τὸ ἱερεῖον ἀφιᾶσιν. Ἡ δὲ ὅταν ἅψηται αὐτοῦ, ζητεῖ, ὡς ἔοικε, τὴν τοῦ ἀνθρώπου κόπρον. Διὸ καὶ οἱ κυνηγοὶ εἰς ἀγγεῖον αὐτὴν ἐμβαλόντες ἔκ τινος δένδρου κρεμῶσιν, ἵνα προσαλλομένη καὶ ὑπέρκοπος γενομένη ὑπ᾽ αὐτοῦ παραλυθῇ καὶ ὑποχείριος γένηται.
Tap any Greek word to look it up
An open-access project
—

Tap any Greek word to look it up