Aristotle Mirabilium auscultationes
EN Lat Orig
Book 164
§1 Ὄθρυς ὂρος ἐστὶ Θετταλίας, φέρει ὄφεις τοὺς λεγομένους σῆπας, οἳ οὐκ ἔχουσι μίαν χροιάν, ἀλλἀεὶ ὁμοιοῦνται τῷ χώρῳ ἐν οἰκοῦσι. Τινὲς δὲ αὐτῶν ὅμοιον ἔχουσι τὸ χρῶμα τοῖς κόχλοις τῆς γῆς. Ἄλλοις δὲ χλοάζουσά ἐστιν φολίς. Ὄσοι δὲ αὐτῶν ἐν ψαμάθοις διατρίβουσι, ταύταις ἐξομοιοῦνται κατὰ τὸ χρῶμα. Δάκνοντες δὲ ἐμποιοῦσι δίψος. Ἔστι δὲ αὐτῶν τὸ δῆγμα οὗ τραχύ καὶ ἔμπυρον, ἀλλὰ κακόηθες.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up