Aristotle Mirabilium auscultationes
EN Lat Orig
Book 63
§1 Ἐν τῷ Πόντῳ λέγουσι τοῦ χειμῶνος τῶν ὀρνέων τινὰ εὑρίσκεσθαι φωλεύοντα, οὔτε ἀφοδεύοντα, οὔτε δὲ ὅταν τὰ πτερὰ αὐτῶν τίλλωσιν, αἰσθάνεσθαι, οὔτε ὅταν ἐπὶ τὸν ὀβελίσκον ἀναπαρῇ, ἀλλ᾽ ὅταν ὑπὸ τοῦ πυρὸς διακαυθῇ. Πολλοὺς δὲ καὶ τῶν ἰχθύων λέγουσι περικοπέντας καὶ περιτμηθέντας μὴ αἰσθάνεσθαι, ἀλλ᾽ ὅταν ὑπὸ τοῦ πυρὸς διαθερμανθῶσιν.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up