Aristotle › Mirabilium auscultationes
EN Lat Orig
Book 82
§1 Ἐν τῇ Σικελίᾳ περὶ τὴν καλουμένην Ἔνναν σπήλαιόν τι λέγεται εἶναι, περὶ ὃ κύκλῳ πεφυκέναι φασὶ τῶν τε ἄλλων ἀνθέων πλῆθος ἀνὰ πᾶσαν ὥραν, πολὺ δὲ μάλιστα τῶν ἴων ἀπέραντόν τινα τόπον συμπεπληρῶσθαι, ἃ τὴν σύνεγγυς χώραν εὐωδίας πληροῖ, ὥστε τοὺς κυνηγοῦντας, τῶν κυνῶν κρατουμένων ὑπὸ τὴς ὀδμῆς, ἐξαδυνατεῖν τοὺς λαγὼς ἰχνεύειν.
§2 Διὰ δὲ τούτου τοῦ χάσματος ἀσυμφανής ἐστιν ὑπόνομος, καθ᾽ ὅν φασι τὴν ἁρπαγὴν ποιήσασθαι τὸν Πλούτωνα τῆς Κόρης. Εὑρίσκεσθαι δέ φασιν ἐν τούτῳ τῷ τόπῳ πυροὺς οὔτε τοῖς ἐγχωρίοις ὁμοίους οἷς χρῶνται οὔτε ἄλλοις ἐπεισάκτοις, ἀλλ᾽ ἰδιότητά τινα μεγάλην ἔχοντας. Καὶ τούτῳ σημειοῦνται τὸ πρώτως παρ᾽ αὑτοῖς φανῆναι πύρινον καρπόν. Ὅθεν καὶ τῆς Δήμητρος ἀντιποιοῦνται, φάμενοι παρ᾽ αὑτοῖς τὴν θεὸν γεγονέναι.
Tap any Greek word to look it up
An open-access project
—

Tap any Greek word to look it up