Aristotle Mirabilium auscultationes
EN Lat Orig
Book 51
§1 Ἐν τῷ Πανθείῳ ἐστὶν ἐλαία, καλεῖται δὲ καλλιστέφανος. ταύτης πάντα τὰ φύλλα ταῖς λοιπαῖς ἐλαίαις ἐναντία πέφυκεν· ἔξω γὰρ ἀλλ᾽ οὐκ ἐντὸς ἔχει τὰ χλωρά. Ἀφίησί τε τοὺς πτόρθους ὥσπερ μύρτος εἰς τοὺς στεφάνους συμμέτρως. Ἀπὸ ταύτης φυτὸν λαβῶν Ἠρακλῆς ἐφύτευσεν Ὀλυμπίασιν, ἀφ᾽ ἦς οἱ στέφανοι τοῖς ἀθληταῖς δίδονται. ῎Εστι δὲ αὕτη παρὰ τὸν λισσὸν ποταμόν, σταδίους ἑξή κοντα τοῦ ποταμοῦ ἀπέχουσα. περιῳκοδόμηται δέ, καὶ ζημία μεγάλη τῷ θιγόντι αὐτῆς ἐστίν. Ἀπὸ ταύτης δὲ τὸ φυτὸν λαβόντες ἐφύτευσαν Ἠλεῖοι ἐν Ὀλυμπίᾳ, καὶ τοὺς στεφάνους ἀπ᾽ αὐτῆς ἔδωκαν.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up