Aristotle Mirabilium auscultationes
EN Lat Orig
Book 127
§1 Ἐν δὲ Ἀπολλωνίᾳ τῇ πλησίον κειμένῃ τῆς τῶν Ἀτλαντίνων χώρας φασὶ γίγνεσθαι ἄσφαλτον ὀρυκτὴν καὶ πίσσαν, τὸν αὐτὸν τρόπον ἐκ τῆς γῆς ἀναπηδῶσαν τοῖς ὕδασιν, οὐδὲν διαφέρουσαν τῆς Μακεδονικῆς, μελαντέραν δὲ καὶ παχυτέραν πεφυκέναι ἐκ\είνης. Οὐ πόρρω δὲ τούτου τοῦ χωρίου πῦρ ἐστὶ καιόμενον πάντα τὸν χρόνον, ὡς φασὶν οἱ κατοικοῦντες περὶ τὴν χώραν ἐκείνην.
§2 δὲ καιόμενος τόπος ἐστὶν οὐ πολύς, ὡς ἔοικεν, ἀλλ᾿ ὅσον μάλιστα πεντακλίνου τὸ μέγεθος. Ὄζει δὲ θείου καὶ στυπτηρίας, καὶ πέφυκε περὶ αὐτὸν πόα τε βαθεῖα, καὶ θαυμάσειεν ἄν τις μάλιστα, καὶ δένδρα μεγάλα, οὐκ ἀπέχοντα τοῦ πυρὸς πήχεις τέσσαρας. Καίεται δὲ συνεχῶς περὶ Λυκίαν καὶ Μεγάλην πόλιν τὴν ἐν Πελοποννήσῳ.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up