Aristotle Mirabilium auscultationes
EN Lat Orig
Book 139
§1 Ἐν Ἄργει δέ φασι γίνεσθαι ἀκρίδος τι γένος καλεῖται σκορπιομάχον. Ὅταν γὰρ ἴδῃ τάχιστα σκορπίον, ἀνθίσταται αὐτῷ· ὡσαύτως δὲ καὶ σκορπίος ἐκείνῃ. Καὶ κύκλῳ περιιοῦσα τρίζει περὶ αὐτόν· τὸν δὲ τὸ κέντρον ἐπαίροντα ἀντιπεριάγειν ἐν τῷ αὐτῷ τόπῳ, εἶτα κατὰ μικρὸν ἀνιέναι τὸ κέντρον, καὶ τέλος ὅλον ἐκτείνεσθαι, τῆς ἀκρίδος κύκλῳ τρεχούσης. Τὰ τελευταῖα δὲ προσελθοῦσα κατεσθίει αὐτὸν ἀκρίς. Αγαθὸν δέ φασιν εἶναι καὶ πρὸς τὰς πληγὰς τοῦ σκορπίου ἐπιφαγεῖν αὐτήν.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up