Aristotle Mirabilium auscultationes
EN Lat Orig
Book 123
§1 'Εν Ἤλδι λέγουσιν εἶναί τι οἴκημα σταδίους ἀπέχον ὀκτὼ μάλιστα τῆς πόλεως, εἰς τιθέασι τοῖς Διονυσίοις λέβητας χαλκοῦς τρεῖς κενούς. Τοῦτο δὲ ποιήσαντες παρακαλοῦσι τῶν Ελλήνων τῶν ἐπιδημούντων τὸν βουλόμενον ἐξετάσαι τὰ ἀγγεῖα καὶ τοῦ οἴκου κατασφραγίζεσθαι τὰς θύρας.
§2 Καὶ ἐπειδὰν μέλλωσιν ἀνοίγειν, ἐπιδείξαντες τοῖς πολίταις καὶ τοῖς ξένοις τὰς σφραγῖδας, οὕτως ἀνοίγουσιν. Οἱ δ᾿ εἰσελθόντες εὑρίσκουσι τοὺς μὲν λέβητας οἴνου πλήρεις, τὸ δὲ ἔδαφος καὶ τοὺς τοίχους ὑγιεῖς, ὥστε μηδεμίαν εἶναι ὑποψίαν 'λαβεῖν ὡς τέχνῃ τινὶ κατασκευάζουσιν. Εἶναι δέ φασι παρ᾿ αὐτοῖς καὶ ἰκτίνους, οἳ παρὰ μὲν τῶν διὰ τῆς ἀγορᾶς τὰ κρέα φερόντων ἁρπάζουσι, τῶν δὲ ἱεροθύτων οὐχ ἅπτονται.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up