Aristotle Mirabilium auscultationes
EN Lat Orig
Book 37
§1 Λέγεται δὲ καὶ τὰ ἔξω στηλῶν Ἡρακλείων καίεσθαι, τὰ μὲν διὰ παντός, τὰ δὲ νύκτωρ μόνον, ὡς Ἄννωνος περίπλους ἱστορεῖ. Καὶ τὸ ἐν Λιπάρᾳ δὲ φανερὸν καὶ φλογῶδες, οὐ μὴν ἡμέρας, ἀλλὰ νύκτωρ μόνον. Εἶναι δὲ καὶ ἐν Πιθηκούσαις φασὶ πυρῶδες μὲν καὶ θερμὸν ἐκτόπως, οὐ μὴν καιὁμενον.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up